← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§662.28-664.5

物体形状与下落速度及介质的退让

菲洛波庞解释了下落速度取决于物体的重量比以及形状的差异(介质被分割的难易度),并指出在没有阻力的虚空中一切物体都将等速下落的荒谬性;随后他进而脱离位置运动单独考察虚空本身,并说明物体浸入空气中时同样会有等量空气退让,尽管这对感官而言是不可见的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.183

" Ὁρῶμεν γὰρ τὸ μείζω ῥοπὴν ἔχον βάρους ἢ κουφότητος, ἐὰν τἄλλα ὁμοίως ἔχῃ τοῖς σχήμασι." Τοῦ αὐτοῦ γὰρ ὄντος δι’ οὗ φέρονται, καὶ ὁμοιοσχήμων ὄντων τῶν φερομένων, ἀνίσων δὲ τοῖς βάρεσιν, ἣν ἀναλογίαν ἔχει τὸ βάρος πρὸς τὸ βάρος, ταύτην ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν πρὸς τὴν κίνησιν· ὅσῳ γὰρ ὑπερέχει τὸ βαρύτερον, τοσούτῳ θᾶττον κατενεχθήσεται. ἐὰν δὲ τοῖς σχήμασι διαφέρῃ, ἐνδέχεται ἧττόν τι βάρος πλατὺ τῷ σχήματι μείζονος βάρους σφαιροειδοῦς ἐν ἴσῳ χρόνῳ διὰ τοῦ αὐτοῦ διαστήματος καταφέρεσθαι·1 εἰκὸς δὲ καὶ ἐν πλείονι κατὰ τὴν ἀναλογίαν τῆς τε τοῦ βάρους ὑπεροχῆς καὶ τοῦ σχήματος.

“因为我们看到,在形状的其他方面相同的情况下,具有较大重力或轻力倾向的物体[运动得更快]。” 因为当运动穿过的介质相同,且运动的物体形状相似而在重量上不等时,重量与重量具有怎样的比例,运动与运动也必然具有怎样的比例;因为较重者超出多少,它下落得就相应地更快。但如果它们在形状上有所不同,那么一个形状平坦的较小重量[的物体],有可能与一个球形的较大重量[的物体]在相等的时间内穿过相同的间隔下落;而且根据重量的超出和形状的比例,在更多的时间内[下落]也是可能的。

§4.184

"Ἢ γὰρ σχήματι διαιρεῖ ἢ ῥοπῇ." Ἢ γὰρ τῷ βάρει ὠθούμενος ὁ ἀὴρ ὑπεξιστάμενος σχίζεται, ἢ τῇ ὀξύτητι τοῦ σχήματος εὐδιαίρετος ὢν μερίζεται. καὶ ἡ σφαῖρα κατὰ σημεῖον ἄρχεται τῆς τομῆς. διὰ τοῦτο χαλκός τε καὶ μόλιβδος πλατέα μὲν ἐποχεῖσθαι δύναται ἐν ὕδατι, σφαιρικὰ δὲ ὄντα ἢ κυλινδρικὰ οὐκέτι, κἂν πολλῷ μικρότερα ᾖ τῷ βάρει. εἰ οὖν τὸ δι’ οὗ ἡ κίνησις γίνεται κενὸν ἦν, ἰσοταχῶς δηλονότι πάντα ἂν κατηνέχθη· τί γὰρ ἦν τὸ κωλῦον μὴ ἰσοταχῶς κινεῖσθαι μηδενὸς ὄντος τοῦ κωλύοντος τῇ διαιρέσει; ἀλλ’ ἀδύνατον ἰσοταχῶς πάντα κινεῖσθαι· ὥστε καὶ κενὸν εἶναι ἀδύνατον.

“因为它是由于形状或者由于倾向而分割的。” 因为空气要么由于重量的推动而在退让时被撕裂,要么由于形状的锐利易于分割而被分开。而球体也是在一点上开始切开。正因为如此,青铜和铅在平坦时能够在水面上漂浮,但若是球形或圆柱形则不再能如此,即使它们在重量上小得多。因此,如果运动所穿过的介质是虚空,显而易见一切事物都将以等速下落;因为在没有任何东西通过分割进行阻碍的情况下,有什么能妨碍它们以等速运动呢?但一切事物都以等速运动是不可能的;因此,虚空存在也是不可能的。

§4.185

"Καὶ καθ’ αὑτὸ δὲ σκοποῦσι φανείη τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν." Καθ’ αὑτό, τουτέστι χωρὶς τῆς κατὰ τόπον κινήσεως· ἀνωτέρω γὰρ ἐκ τοῦ μὴ δύνασθαι δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ τόπον κίνησιν ἀνῄρει ὅτι ἔστι κενόν, νῦν δὲ οὕτως αὐτὸ σκοπεῖ, ὡς ἂν εἰ καὶ μὴ ἦν ἡ κατὰ τόπον κίνησις. ἢ ἐπειδὴ εἶπεν ὅτι2 οἱ λέγοντες εἶναι τὸ κενὸν διὰ τὸ κίνησιν εἶναι “ἀποκεκριμένον” καὶ καθ’ αὑτὸ ὑπάρχον τὸ κενὸν ὑποτίθενται, οἱ δὲ τοῦτο λέγοντες οὐδὲν διαφέρουσι τῶν τὸν τόπον διάστημα εἶναι λεγόντων, ὥστε δεδειγμένου τοῦ μὴ εἶναι τὸν τόπον διάστημά τι κεχωρισμένον καθ’ αὑτὸ συναποδεδειγμένον ἂν εἴη τὸ μηδὲ κενὸν εἶναι, διὰ τοῦτο ἐπήγαγεν ὅτι καὶ αὐτὸ καθ’ αὑτό, χωρὶς τοῦ συνανῃρῆσθαι αὐτὸ τῷ διαστηματικῷ τόπῳ, δειχθείη ἂν μὴ δυνάμενον ὑπάρχειν.

“而对于就其本身进行考察的人来说,所谓的虚空将显现为真正的空虚。” 就其本身,也就是说,离开位置运动;因为此前他是根据位置运动无法通过它发生来驳斥虚空的存在,但现在他考察它,就好像甚至位置运动不存在一样。或者,由于他曾说过,那些因运动的存在而主张虚空存在的人,将虚空假定为“分离的”且就其本身自存的,而这样说的人与主张场所是间隔的人毫无不同,以至于既然已经证明场所不是某种就其本身分离的间隔,那么虚空亦不存在也应当被一同论证了,因此他补充说,即使就其本身而言,脱离了与作为间隔的场所一同被否定这一点,它也能够被表明是不可能存在的。

§4.186

"Οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον." Καὶ ἐπὶ τοῦ ἐν ἀέρι, φησίν, ἐντιθεμένου σώματος τὸ αὐτὸ συμβαίνει· ὑπεξίσταται γὰρ τοσοῦτος ἀὴρ τῷ ἐντεθέντι σώματι, ὁπόσον ἐστὶ καὶ τὸ σῶμα, ἀλλ’ ἐπειδὴ μὴ ἀντιλαμβάνεται ἡ ἡμετέρα αἴσθησις τοῦ ἐξισταμένου ἀέρος διὰ τὸ ἄχρουν, ταύτῃ δοκεῖ μηδὲν ὑπεξίστασθαι. ἀλλ’ εἰ καὶ τῇ αἰσθήσει ἄδηλον τοῦτο, ἀλλ’ οὖν τῷ λόγῳ πάνυ ἐστὶ πρόδηλον· εἰ γὰρ σῶμα ὁ ἀήρ, ἀδύνατον δὲ δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, ἀνάγκη ἄρα πᾶσα ὑπεξίστασθαι τὸν ἀέρα τῷ ἐντιθεμένῳ ἐν αὐτῷ σώματι.

“在空气中也是如此;但对感觉而言是不明显的。” 他说,对于被放入空气中的物体,同样的事情也会发生;因为对于放入其中的物体,有与那物体本身同样大小的空气向它退让,但由于我们的感觉因为空气无色而无法察觉到退让的空气,在这一点上似乎没有任何东西退让。但是,即使这对感觉而言是不明显的,然而对理性而言却是极为显而易见的;因为如果空气是物体,而两个物体处于同一场所中是不可能的,那么空气对于放入其中的物体退让就是绝对必然的。

语法注2 条
  1. 4.183ἐνδέχεται ἧττόν τι βάρος πλατὺ τῷ σχήματι μείζονος βάρους σφαιροειδοῦς ἐν ἴσῳ χρόνῳ διὰ τοῦ αὐτοῦ διαστήματος καταφέρεσθαι

    在非人称动词 ἐνδέχεται 所引出的不定式 καταφέρεσθαι 中,主语是 ἧττόν τι βάρος πλατὺ τῷ σχήματι(形状平坦的较小重量之物),而其后的 μείζονος βάρους σφαιροειδοῦς 则是比较属格(意为“比较于球形的较大重量之物”)。整体句构表明较轻而平坦的物体有可能与较重而圆球形的物体在相同时间内下落相同的距离。

  2. 4.185ἢ ἐπειδὴ εἶπεν ὅτι [...] διὰ τοῦτο ἐπήγαγεν ὅτι

    该句的主干结构为:由 ἐπειδὴ εἶπεν ὅτι...(由于他曾说……)构成的长原因从句,呼应后文的主句 διὰ τοῦτο ἐπήγαγεν ὅτι...(因此他补充说……)。在从句内部,注解者概括了先前的论述,即主张虚空自存等同于主张场所是间隔,后者的被驳倒因而一同论证了前者的不存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:662.28-664.5