← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§661.19-662.27

立方体思想实验与虚空作为场所之荒谬

斐洛庞努斯展开了关于将物体(立方体)放入虚空中的思想实验,论证了由于物体的三维延展(间隔)与虚空的间隔在本质上毫无二致,将独立的虚空设定为场所不仅多余且荒谬(会导致虚空处于虚空之中及无限倒退),从而证明虚空即使作为场所也不可能存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.182#2

ὅταν οὖν ἐν τῷ κενῷ ἐντεθῇ ὁ κύβος, πότερον ὑπεξίσταται τῷ κύβῳ ἴσον κενὸν τῷ μεγέθει τοῦ κύβου; καὶ πῶς ἂν ἐκσταίη τὸ κενόν; εἰ δὲ μὴ ὑπεξίσταται ἐντεθέντι τῷ κύβῳ ἀλλὰ μένει, τοσοῦτον δηλονότι τοῦ κενοῦ καθέξει διάστημα ὁ κύβος, ὅσον καὶ αὐτός ἐστιν· ὥστε τὸ τοῦ κύβου διάστημα χωρήσει διὰ ἴσου διαστήματος τοῦ κενοῦ, καὶ ἐφαρμόσουσιν ἀλλήλοις τὰ διαστήματα. ὥσπερ γάρ, φησίν, εἰ μὴ μεθίστατο τῷ κύβῳ τὸ ὕδωρ ἢ ὁ ἀήρ, ἐντιθέμενος ἂν ἐν αὐτῷ διὰ τοσούτου ὕδατος ἢ ἀέρος ἐχώρει, ὅσος ἐστὶν αὐτός,1 οὕτως εἰ μηδέν ἐστιν ἐν τῷ κενῷ τὸ ὑπεξιστάμενον, τὸ ἴσον ἑαυτῷ ὁ κύβος τοῦ κενοῦ κατασχήσει διάστημα. διάστημα δέ, φησί, διαστήματος κατ’ αὐτὸ τοῦτο οὐδὲν διοίσει· κἂν γὰρ ἔχῃ ποιότητας τὸ τοῦ κύβου διάστημα ἐπισυμβάσας αὐτῷ, ἀλλ’ οὐχ ᾗ πεποίωται, ταύτῃ ἐστὶν ἐν τόπῳ, ἀλλὰ μόνον ᾗ διαστάσεις ἔχει· ὥστε κἂν χωρισθῇ πάντων τῶν παθῶν, λευκότητος θερμότητος ἀντιτυπίας βάρους καὶ τῶν λοιπῶν, καὶ μείνῃ μόνον τὸ διάστημα, οὐδὲν ἧττον ἐν τόπῳ ἐστὶ καὶ ἴσον ἑαυτῷ κατέχει τοῦ κενοῦ μέρος· κατ’ οὐδὲν γὰρ τούτων ἐν τόπῳ ἦν, οὐχ ὡς λευκὸς οὐχ ὡς θερμός οὐχ ὡς βάρος ἔχων, ἀλλὰ καθὸ διαστάσεις ἔχει. ἐπεὶ οὖν καὶ τοῦτό ἐστιν ἐν τόπῳ, ἐὰν χωρισθῇ πάντων τῶν ἄλλων, ἃ μηδὲν αὐτῷ εἰς τὸ ἐν τόπῳ εἶναι συμβάλλονται, τί διοίσει τοῦ διαστήματος τοῦ κενοῦ, ὃ γέγονεν αὐτῷ τόπος; εἰ δὲ μηδὲν διοίσει (κἀκεῖνο γὰρ διάστημά ἐστιν ἀπαθὲς καὶ τοῦτο), τί ἐδέησεν ἔξωθεν ἕτερόν τι διάστημα περιβαλεῖν τοῖς σώμασιν; εἰ γὰρ οἴκοθεν ἔχει τὸ διάστημα ἕκαστον τῶν σωμάτων, τί ἐδέησεν ἔξωθεν ἄλλου διαστήματος; μάταιον ἄρα τὸ ἔξωθεν διάστημα καὶ περιττόν, αὐτοῦ ἑκάστου ἐν ἑαυτῷ περιφέροντος τὸ διάστημα. καὶ εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων καὶ ἐφήρμοσαν ἀλλήλοις, διὰ τί μὴ καὶ τρία καὶ ἄπειρα; καὶ εἰ τὸ κενὸν διάστημα ὂν οὐδὲν διοίσει τοῦ ἐγγινομένου ἐν αὐτῷ διαστήματος, κενὸν ἄρα ἐν κενῷ γέγονεν. ἔτι δὲ εἰ μεθίσταται ὁ κύβος κατ’ οὐδὲν ἄλλο ἀλλ’ ἢ καθὸ διάστημά ἐστιν,2 ἐπεὶ καὶ καθὸ διάστημά ἐστι μεταβάλλει τόπον ἐκ τόπου, κινούμενα δὲ τὰ σώματα τὸ οἰκεῖον συμμεταφέρει διάστημα, τὸ δὲ διάστημα κατ’ αὐτὸ τοῦτο οὐδὲν διαφέρει τοῦ ὡς κενοῦ διαστήματος, περιττὸν ἄρα καὶ μάταιον ἄλλο διάστημα τοῖς σώμασιν ἔξωθεν ἐπινοεῖν, ἑκάστου τὸ ἴδιον συμπεριφέροντος διάστημα· εἰ γὰρ ὁ τόπος διάστημα, τὸ δὲ ἑκάστου διάστημα ἐν ἑκάστῳ ἐστί, μηδὲν διαφέρον γε κατὰ τοῦτο τοῦ ἔξω διαστήματος, μάταιον τὸ ἕτερον παρεισκυκλεῖν διάστημα ἔξωθεν παρὰ τὸ ἐνυπάρχον ἑκάστῳ. τί γὰρ λυσιτελεῖ τὸ ὅμοιον ἐν τῷ ὁμοίῳ γενέσθαι; καὶ εἰ τὰ σώματα ᾗ διαστήματά ἐστιν ἑτέρων διαστημάτων δεῖται, καὶ τὸ κενὸν διάστημα ὂν δέοιτο ἂν ἑτέρου διαστήματος· ὥστε γένοιτ’ ἂν τὸ κενὸν ἐν κενῷ, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα οὐδ’ ὡς τόπον ἐνδέχεται εἶναι τὸ κενόν. εἰ τοίνυν μήτε τὴν τοῦ τόπου χρείαν παρέχει μήτε κινήσεως αἴτιόν ἐστι, τοὐναντίον δὲ καὶ ὃν ἀναιρεῖ τὴν κίνησιν, ἔοικε μηδαμῶς εἶναι τὸ κενόν.3

那么,当立方体被放入虚空中时,与立方体大小相等的虚空是否会向立方体退让呢?虚空又怎么可能退让呢?但如果当立方体放入时它不退让而是留存,显而易见,立方体将占据与它自身大小相同的一段虚空间隔;以至于立方体的间隔将穿过一段相等的虚空间隔,而这些间隔将彼此重合。他说,正如水或空气如果不给立方体让位,在被放入其中时[立方体]就会穿过与它自身大小相同的水或空气一样;同样地,如果在虚空中没有任何退让的东西,立方体就会占据与自身相等的虚空间隔。他说,就这一点本身而言,间隔与间隔将毫无差异;因为即使立方体的间隔具有附加于其上的性质,但它并不是就其具有某种性质而言处于场所中,而仅仅是就其具有维度而言[处于场所中];因此,即使它被剥离了所有的受动性——白、热、阻力、重量以及其余属性——而仅仅留下间隔,它也同样处于场所中,并占据与自身相等的虚空部分;因为在这些属性中没有一个使它处于场所中,它既不是作为白的、也不是作为热的、也不是作为具有重量的,而是就其具有维度而言[处于场所中]。既然剥离了对其处于场所中毫无贡献的所有其他事物之后,这一[间隔]也依然处于场所中,那么它与成为了它的场所的虚空间隔又有什么不同呢?如果它毫无不同(因为那是一个无受动性的间隔,这一个也是),那么何须从外部给物体笼罩上另一个间隔呢?因为如果各个物体从自身内部就具有间隔,何须另一个来自外部的间隔呢?因此外部的间隔是徒劳而多余的,因为各个物体本身就在自身中携带着间隔。而且,如果两个相似的间隔能够互相穿过并彼此重合,为什么三个以及无限个间隔不能如此呢?如果虚空作为一个间隔,与产生在其中的间隔毫无不同,那么虚空之中就产生了虚空。此外,如果立方体不是根据别的什么、而仅仅是就其为间隔而言变动场所——因为就其为间隔而言,它从一个场所变迁到另一个场所,而运动的物体共同携带着自身的间隔,但间隔就其本身而言与作为虚空的间隔毫无不同——那么既然各个物体都随身携带着自己固有的间隔,为物体从外部设想另一个间隔就是多余且徒劳的。因为如果场所是间隔,而各个物体的间隔就在各个物体之中,且在这一点上与外部的间隔毫无不同,那么在各个物体所固有的间隔之外,再从外部引入另一个间隔就是徒劳的。因为相似者产生在相似者之中又有什么益处呢?而且,如果物体就其为间隔而言需要其他的间隔,那么虚空作为间隔也会需要另一个间隔;以至于虚空会产生在虚空之中,并且这会走向无限。因此,虚空甚至作为场所也是不可能存在的。所以,如果它既不能提供场所的功用,又不是运动的原因,反而甚至因其存在而取消了运动,那么虚空似乎就根本不存在。

语法注3 条
  1. 4.182ὥσπερ γάρ, φησίν, εἰ μὴ μεθίστατο τῷ κύβῳ τὸ ὕδωρ ἢ ὁ ἀήρ, ἐντιθέμενος ἂν ἐν αὐτῷ διὰ τοσούτου ὕδατος ἢ ἀέρος ἐχώρει, ὅσος ἐστὶν αὐτός

    这是由未完成过去时直陈式构成的反事实条件句。归结分句主动词 ἐχώρει 所属的小词 ἄν 被提前置于分词 ἐντιθέμενος 之后。分词 ἐντιθέμενος 为阳性主格单数,与省略的主语 ὁ κύβος 一致,起时间或条件分词的作用(“当被放入时/如果被放入”)。

  2. 4.182κατ’ οὐδὲν ἄλλο ἀλλ’ ἢ καθὸ διάστημά ἐστιν

    οὐδὲν ἄλλο... ἀλλ’ ἤ 是表示“除……之外别无其他”或“仅仅”的习用结构。介词 κατά 的宾语 οὐδὲν ἄλλο 与接在 ἀλλ’ ἤ 之后的从句 καθὸ διάστημά ἐστιν(“就其为间隔而言”)相对应,构成排他性的限定结构:“除了就其为间隔而言之外,不因任何其他原因[而变动场所]”。

  3. 4.182ἔοικε μηδαμῶς εἶναι τὸ κενόν

    动词 ἔοικε 与不定式连用表示“似乎……”。此处构成的是以 τὸ κενόν 为主格主语的人称构式(“虚空似乎根本不存在”),而非带宾格不定式的非人称构式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:661.19-662.27