← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§660.7-661.19

物体重量与虚空中等速下落的荒谬性

斐洛波诺斯针对亚里士多德《物理学》216a12进行注解,论述了下落速度的不相等不仅取决于媒介,还取决于运动物体本身的重量与形状;他进而指出,在虚空中由于缺乏阻力,所有物体无论轻重都必定以相等速度运动,并以此荒谬推论驳斥了虚空的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.182#1

" Κατὰ δὲ τὴν τῶν φερομένων ὑπεροχὴν τάδε." Εἰπὼν ὅτι παρὰ δύο αἰτίας συμβαίνει τὸ ἀνισοταχῶς κινεῖσθαι, “ἢ τῷ διαφέρειν τὸ δι’ οὗ, ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἂν τἄλλα τὰ αὐτὰ ᾖ”, δείξας οὖν ἐκ τῶν δι’ ὧν γίνεται κίνησις, ὅτι ἀδύνατον κενοῦ ὄντος κίνησιν εἶναι, βούλεται νῦν ἐπὶ τὸ λοιπὸν μετελθεῖν καὶ δεῖξαι ἐξ αὐτῶν τῶν κινουμένων, ὅτι εἰ κενὸν ἦν, ἀδύνατον ἦν κίνησιν εἶναι. τῆς γὰρ ἀνίσου τῶν κινουμένων φορᾶς1 ἡμεῖς μέν, ὅσοι μὴ διὰ κενοῦ λέγομεν τὴν κίνησιν γίνεσθαι, φυσικωτάτας ἀποδιδόναι τὰς αἰτίας ἔχομεν ἐκ τῆς διαφορᾶς τῶν δι’ οὗ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῶν κινουμένων τῆς ἑτερότητος· κἂν γὰρ τὸ αὐτὸ ᾖ δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα ἢ τῷ βάρει ἢ τοῖς σχήμασι, θᾶττον καταφέρεται τὸ βαρύτερον, ἐὰν τοῖς σχήμασι τὰ αὐτὰ ᾖ. καὶ ἡ αἰτία δήλη· ἐπεὶ γὰρ διὰ σώματος ἡ κίνησις, τὸ δὲ βαρύτερον μᾶλλον διαιρεῖ τῇ δυνάμει, εἰκότως καὶ θᾶττον καταφέρεται. κἂν τὸ αὐτὸ δὲ βάρος ἔχῃ, τοῖς σχήμασι δὲ διαφέρῃ ἀλλήλων, καὶ τὸ μὲν ἢ σφαιρικὸν ἢ ὀξὺ τύχῃ, τὸ δὲ πλατὺ καὶ πεταλῶδες, κἂν τὸ ἴσον ἔχωσι βάρος, θᾶττον τὸ ὀξὺ καὶ σφαιρικὸν καταφέρεται τοῦ πλατέος· τὸ μὲν γὰρ πλατὺ ὑπὸ πλείονος ἀνέχεται σώματος, βράδιον δὲ τὸ πλεῖον κατασπᾶται ἢ διαιρεῖται ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος, τὰ δὲ ὀξέα καὶ τὰ σφαιρικὰ ὑπὸ ἐλάττονος ἀνέχεται σώματος, διὸ θᾶττον διαιρεῖται τὰ ὑποκείμενα. καὶ ταῦτα καὶ οἱ τὰς βαναύσους τέχνας μετιόντες ἐπίστανται· τὰς γοῦν μολιβδίδας οἱ ναῦται διὰ τοῦτο βαρείας ἐξαρτῶσι, διὰ τὸ θᾶττον καταφέρεσθαι, καὶ οἱ ἁλιεῖς τοῖς λίνοις διὰ τοῦτο προσπλέκουσι τὸν μόλιβδον. ἡμεῖς μὲν οὖν, φησί, ταύτην ἀποδίδομεν τῆς ἀνισοταχοῦς κινήσεως τὴν αἰτίαν, ὅσοι δὲ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγουσι, τίνα αἰτίαν τῆς ἀνισότητος τῶν κινήσεων ἀποδοῖεν; τί γὰρ ἕξει πλέον διὰ κενοῦ κινούμενος ὁ μόλιβδος τοῦ φελλοῦ; ὁμοίως γὰρ ἀμφοτέροις εἴκει τὸ κενόν, μᾶλλον δὲ οὐδὲ εἴκει (σωμάτων γὰρ τὸ εἴκειν), ἀλλ’ ἀμφότερα ὁμοίως δι’ αὐτοῦ χωρεῖ ὑπὸ μηδενὸς ἐμποδιζόμενα. ἰσοταχῆ ἄρα πάντα ἔσται ἐπὶ τοῦ κενοῦ κινούμενα. ἀλλ’ ἀδύνατον· οὐκ ἄρα κίνησις ἐν κενῷ γένοιτ’ ἄν. Οἱ μὲν εἰσάγοντες, φησί, τὸ κενόν, ἐκ τῆς κατὰ τόπον κινήσεως ᾤοντο δεικνύναι ὅτι ἔστι κενόν, ὁ δὲ λόγος τοὐναντίον ἔδειξεν ὅτι εἰ ἔστι κενόν, ἀδύνατον εἶναι κίνησιν. οὕτω μὲν οὖν ἐκ τῆς κατὰ τόπον κινήσεως ἔδειξεν ὅτι τὸ κενὸν οὐκ ἔστι, καὶ αὐτὸ δέ, φησί, καθ’ αὑτὸ ἐπισκοποῦσι τὸ κενὸν δειχθείη,2 φησίν, ὡς ἀληθῶς κενόν, τουτέστι μάταιον καὶ εἰς οὐδὲν τοῖς οὖσι συμβαλλόμενον. ἐπειδὴ γὰρ οἱ τὸ κενὸν εἰσάγοντες καὶ ὡς τόπου χρείαν παρέχον τοῖς οὖσιν, οὕτως αὐτὸ ἐτίθεντο, δείκνυσιν ὅτι οὐδὲ οὕτως ἐνδέχεται εἶναι τὸ κενόν. λημμάτιον δὲ προλαμβάνει τοιοῦτον· ἐάν, φησί, ξύλινος κύβος ἐντεθῇ ἐν ὕδατι, τοσοῦτον ὕδωρ ὑπείκει τῷ κύβῳ, ὅσος ἐστὶν αὐτὸς ὁ ξύλινος κύβος. ὁμοίως κἂν ἐν ἀέρι, κἂν ἐν οἱῳδήποτε ὑπεικτικῷ σώματι.

“关于被运载之物的优越性,有以下各点。” 他说过,运动速度不相等是由于两个原因,“或者是由于所穿过的媒介不同,或者是由于在其他条件相同的情况下,被运载之物不同”,既然已经根据发生运动所穿过的媒介证明了若有虚空则不可能有运动,他现在便想转向其余的论点,并从被运动之物本身证明:如果存在虚空,就不可能有运动。因为对于被运动之物的不相等运动,我们这些不说运动穿过虚空发生的人,不仅能像前面所论述的那样根据媒介的差异,而且能根据被运动之物本身的差异性给出最符合自然的解释。因为即使运动所穿过的媒介相同,但被运动之物或者在重量上或者在形状上有所不同,如果形状相同,较重者便下落得更快。其原因也是显而易见的:因为既然运动是穿过物体,而较重者凭借其力量更能将其分割,那么它下落得更快也是理所当然的。即使它们具有相同的重量,但在形状上彼此不同,其中一个恰好是球形或尖锐的,而另一个是宽扁呈片状的,即使它们具有相等的重量,尖锐和球形者也比宽扁者下落得更快。因为宽扁者被更多的物体所支撑,而较多的[物体]由于形状的钝拙更慢地被向下拉动或分割,尖锐和球形者则被较少的物体所支撑,因而下方的物体被分割得更快。从事手工艺的人也明白这些事情;水手们之所以系上沉重的测铅,正是为了这个缘故,即为了更快地下落;渔夫们之所以把铅编进钓线中,也是出于这个缘故。他说,我们给出了不等速运动的这一原因,但是那些主张运动穿过虚空发生的人,能对运动的不相等性给出什么原因呢?因为穿过虚空运动的铅相比于软木会有什么优势呢?因为虚空同样地向两者退让,或者更确切地说根本不退让(因为退让是物体的特性),而是两者在不受任何阻碍的情况下同样地穿过它行进。因此,在虚空中运动的一切事物都将是等速的。但这是不可能的;因此在虚空中不可能产生运动。他说,引入虚空的人原本以为能从位置运动中证明存在虚空,但论证却相反地证明了:如果存在虚空,就不可能有运动。因此,他从位置运动证明了虚空并不存在;并且他说,对于就其自身考察虚空本身的人来说,虚空将被证明是名副其实的“虚空”,即徒劳无益且对存在之物毫无贡献的。因为既然引入虚空的人是把它当作向存在之物提供场所之需而这样设定它的,他就证明即使如此虚空也不可能存在。而他预先设定了这样一个辅题:他说,如果把一个木制立方体放入水中,向立方体退让的水量与木制立方体本身一样大。在空气中也是一样,在任何退让的物体中也是一样。

语法注2 条
  1. 4.182τῆς γὰρ ἀνίσου τῶν κινουμένων φορᾶς

    属格短语 τῆς ... φορᾶς 作为关系属格(或宾格性属格)置于句首,从属于后文的动词结构 φυσικωτάτας ἀποδιδόναι τὰς αἰτίας ἔχομεν,意为“关于被运动之物的不相等运动”。

  2. 4.182ἐπισκοποῦσι τὸ κενὸν δειχθείη

    与格分词 ἐπισκοποῦσι 作判断者与格(“对于考察[虚空]的人来说”)。主语是 τὸ κενόν,动词 δειχθείη 是省略 ἄν 的潜在希求法,意为“将被证明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:660.7-661.19