- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:658.12-660.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注视亚里士多德《物理学》第四卷第八章中通过设定相应稀薄介质而推导出在相同时间内穿过充实与虚空的荒谬结论,以及在不同时间内穿过同一间距的荒谬结论,并阐明产生这些荒谬的根本原因在于假定了虚空与物体之间存在比值。
" Ἐὰν γὰρ ᾖ τοσούτῳ λεπτότερον τὸ ἐφ’ ᾧ ζ σῶμα τοῦ δ, ὅσῳ ὑπερέχει τὸ ε τοῦ η." Ἐάν, φησί, τὸ ἐντεθὲν ἐν τῷ κενῷ σῶμα τοσούτῳ λεπτότερον ᾖ τοῦ ἀέρος, ὅσῳ ὑπερέχει ὁ χρόνος ὁ τῆς κινήσεως τῆς ἐπὶ τοῦ ἀέρος τοῦ χρόνου τῆς κινήσεως τῆς ἐπὶ τοῦ κενοῦ, ἀντεστραμμένως,1 φησί, δίεισι τῷ τάχει ἐν τοσούτῳ, ὅσον τὸ η, τὴν ζ τὸ ἐφ’ οὗ α, ἐὰν φέρηται, τουτέστιν ὅσῳ ὑπερέχει ὁ τοῦ ἀέρος χρόνος τὸν τοῦ κενοῦ, τοσούτῳ ἀντιστρόφως ταχύτερον διελεύσεται τὸ α ἐπὶ τοῦ ζ ἐν τῷ η χρόνῳ ἤπερ ἐπὶ τοῦ δ. ἀντεστραμμένως δὲ εἶπεν, ὅτι ἐπὶ μὲν τῶν χρόνων ὁ τοῦ ἀέρος χρόνος ὑπερεῖχε τοῦ χρόνου τοῦ κενοῦ, λέγω δὴ τὸ ε τοῦ η (πλείων γὰρ ἦν ὁ ε), ἐπὶ δὲ τῆς κινήσεως πλείων ἐστὶ τῷ τάχει κατὰ τὴν αὐτὴν ἀναλογίαν ἡ ἐν τῷ η χρόνῳ κίνησις τῆς ἐν τῷ ε. καλῶς δὲ προσέθηκε τὸ ἐὰν φέρηται, τουτέστιν ἐὰν ὅλως πέφυκε δι’ ἐκείνου τοῦ σώματος κινεῖσθαι τοῦ ἐντεθέντος ἐν τῷ κενῷ τοιούτου ὄντος, οἷον ὑπεθέμεθα, κατὰ τὴν εἰρημένην ἀναλογίαν κινηθήσεται ἐν αὐτῷ τὸ α.
“因为如果由 Ζ 所示的物体在稀薄程度上超过 Δ,其程度恰如 Ε 超过 Η,”他说,如果置于虚空中的物体在稀薄程度上超过空气,其程度恰如在空气中运动的时间超过在虚空中运动的时间,那么由 Α 所示者,只要它运动,就会以反比例的速度在如 Η 所示的同样多[时间]内穿过 Ζ;也就是说,空气的时间超过虚空的时间有多少,Α 在时间 Η 内穿过 Ζ 就会以反比例的程度比穿过 Δ 快多少。而他说“反比例地”,是因为在时间方面,空气的时间超过了虚空的时间,我是指 Ε 超过了 Η(因为 Ε 原本较多),而在运动方面,按照相同的比例,在时间 Η 内的运动在速度上超过了在 Ε 内的运动。他恰切地加上了“只要它运动”,也就是说,如果置于虚空中的该物体正如我们所假设的那样,〔它〕整体上能够自然地穿过该物体运动,那么 Α 就会按照所述的比例在其中被运动。
"Ἐὰν τοίνυν μηδὲν ᾖ σῶμα ἐν τῷ ζ, ἔτι θᾶττον. ἀλλ’ ἦν ἐν τῷ η· ὥστ’ ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν· ἀλλ’ ἀδύνατον." Δύο ἄτοπα ἑπόμενα τῇ ὑποθέσει ἐν τῷ συμπεράσματι συνήγαγεν. ἐδείχθη μὲν γὰρ ὅτι τὸ ᾱ ἐν τῷ η̄ χρόνῳ κινηθήσεται ἐπὶ τοῦ λεπτοτάτου σώματος τοῦ ἐντεθέντος ἐν τῷ κενῷ, ὑπέκειτο δὲ καὶ ἐξ ἀρχῆς ἐν τῷ κενῷ διὰ τοῦ η̄ χρόνου κεκινημένον τὴν αὐτὴν διάστασιν, ἐν ἴσῳ ἄρα χρόνῳ τὸ αὐτὸ ᾱ πλῆρές τε ὂν καὶ κενὸν τὸ αὐτὸ διάστημα τὸ ζ κινηθήσεται, ὅπερ ἀδύνατον. τοῦτο μὲν οὖν αὐτὸς ὕστερον ἐπήγαγεν, ἄλλο δὲ πρὸ τούτου συνήγαγεν ἄτοπον, ὅτι τὸ αὐτὸ ἐν ἴσῳ καὶ ἐλάττονι χρόνῳ κινηθήσεται, ὅπερ ἄτοπον. εἰ γὰρ ἐν τῷ η̄ χρόνῳ ἐκινήθη τὴν ζ διάστασιν σώματος πλήρη, δῆλον δήπου ὅτι εἰ κενὴ ὑπάρχει ἡ αὐτὴ διάστασις, ἐν ἐλάττονι ἂν αὐτὴν ἐκινήθη (ἀκόλουθον γάρ)· ὑπέκειτο δὲ τὴν ζ διάστασιν κενὴν οὖσαν ἐν τῷ η̄ χρόνῳ κεκινῆσθαι· τὸ αὐτὸ ἄρα ἐν πλείονι καὶ ἐν ἐλάττονι χρόνῳ κινηθήσεται, ὅπερ ἄτοπον.
“因此,如果 Ζ 中没有任何物体,它将更快;但[原本]是在 Η 内;从而在相等的时间内它既穿过作为充满物也穿过作为虚空;但这是不可能的。” 他在结论中归结出了从这一假设得出的两个荒谬。因为一方面已经证明,Α 将在时间 Η 内穿过置于虚空中的极稀薄物体运动,而另一方面从一开始就假定它穿过虚空在时间 Η 内运动了同一间距;因此在相等的时间内,同一个 Α 将运动同一间距 Ζ,无论它是充满的还是虚空的,这是不可能的。于是他后来补充了这一点,但在其前他还归结出了另一个荒谬,即同一事物将在相等且更少的时间内运动,这是荒谬的。因为如果它在时间 Η 内运动了充满物体的间距 Ζ,显然,如果同一间距是虚空的,它原本会在更少的时间内运动它(因为这是必然的推论);但原本假定间距 Ζ 是虚空时是在时间 Η 内被运动的;因此同一事物将在较多且较少的时间内运动,这是荒谬的。
"Φανερὸν τοίνυν ὅτι εἰ ἔσται τις χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται." Δῆλον, φησίν, ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ κινεῖσθαί τι διὰ κενοῦ ἠκολούθησε τοῦτο τὸ ἀδύνατον, τὸ ἐν ἴσῳ χρόνῳ πλῆρές τε διεξιέναι καὶ κενόν. καὶ τοῦτον ἀναλαμβάνων τὸν λόγον συντόμως κατασκευάζει· ἔσται γάρ τι, φησίν, ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον, τουτέστι δυνατὸν ἀναλογίαν τινὰ σωμάτων λαβεῖν τοιαύτην, ἣν ἔχει χρόνος πρὸς χρόνον ἀναλογίαν. ὥστε εἰ λάβω λεπτομερὲς σῶμα τοῦτον τὸν λόγον ἔχον πρὸς ἀέρα, ὃν ἔχει ὁ χρόνος ἐν ᾧ ἐκινεῖτο διὰ τοῦ ἀέρος πρὸς τὸν χρόνον ἐν ᾧ ἐκινεῖτο διὰ τοῦ κενοῦ, συμβήσεται τὰ εἰρημένα.
“因此显而易见,如果有任何时间,某物将在其中穿过虚空的任何部分,”他说,显而易见,从主张某物穿过虚空运动的假设中得出了这一不可能的结论,即在相等时间内既穿过充满物也穿过虚空。他重申这一论证并简要地构建它;因为他说,将会有某个物体相对于另一物体成比例,正如时间相对于时间,也就是说,可能取得物体间这样的一种比例,正如时间相对于时间所具有的比例那样。因此,如果我取得一个微细的物体,它对空气具有的比例,恰如在空气中运动的时间对在虚空中运动的时间所具有的比例,那么所述的结论就会发生。
"Ὡς δὴ ἐν κεφαλαίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιόν ἐστι." Τὴν αἰτίαν, ἐξ ἧς τῇ ὑποθέσει τοῦ κενοῦ ἠκολούθησε τὰ εἰρημένα ἄτοπα, προστίθησι. διὰ τοῦτο γὰρ ἠκολούθησε τῇ ὑποθέσει τοῦ κενοῦ τὸ ἄτοπον, διότι δεδωκότες ἐν κενῷ κίνησιν γίνεσθαι δίδομεν εὐθὺς καὶ τὸ κενὸν λόγον ἔχειν πρὸς πλῆρες· ἀνάγκη γὰρ πάσης κινήσεως πρὸς κίνησιν λόγον ἐχούσης, διότι ἐν χρόνῳ πᾶσα κίνησις, καὶ τοῦ χρόνου πρὸς τὸν χρόνον ἀκολούθως καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν.2 ἐπεὶ οὖν οὐκ ἔστι λόγος τις τοῦ κενοῦ πρὸς σῶμα, ὑποτιθέμεθα δὲ τὸ μὴ ὄν, εἰκότως ψευδεῖ ὑποθέσει τὸ ἄτοπον ἕπεται.
“总而言之,所发生的事情的原因是显而易见的。” 他补充了所述的荒谬结论何以从虚空的假设中得出这一原因。因为荒谬结论之所以从虚空的假设中得出,是由于这一缘故:既然我们已经承认了在虚空中发生运动,我们也就立刻承认了虚空对充满物具有比值;因为由于一切运动都在时间中,一切运动相对于运动必然具有比值,且时间相对于时间相应地具有比值,虚空相对于充满物也必然具有比值。因此,既然虚空相对于物体不存在任何比值,而我们却假设了不存在的东西,那么荒谬结论跟随着虚假的假设出现便是理所当然的。
- 4.178ἀντεστραμμένως
意为“反比例地”的副词。在句法上修饰 τῷ τάχει(在速度上)与动词 δίεισι(穿过),表示介质稀薄程度的比值及运动时间的比值与速度的比值构成反比例关系(即时间越长则速度越小,密度越小则速度越大)。
- 4.181ἀνάγκη γὰρ πάσης κινήσεως πρὸς κίνησιν λόγον ἐχούσης, διότι ἐν χρόνῳ πᾶσα κίνησις, καὶ τοῦ χρόνου πρὸς τὸν χρόνον ἀκολούθως καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν.
非人称谓语 ἀνάγκη[ἐστί]支配不定式从句 καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν(虚空对充满物具有比值也是必然的)作其真正主语。其间插入了两个独立属格结构(πάσης κινήσεως... ἐχούσης 以及 τοῦ χρόνου πρὸς τὸν χρόνον[省略了分词])以及原因从句 διότι ἐν χρόνῳ πᾶσα κίνησις,构成了层层递进的因果骨架。
