- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:657.1-658.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《物理学》215b23–27,分析假定在虚空中存在运动时所导致的荒谬后果(即由时间之比推导出虚空与媒介具有确定的比值,以及在同一时间内穿过虚空与穿过空气的部分),并引向引入极稀薄物体的第三个论证。
" Τὸ δὴ ᾱ̄ εἰ δίεισι, καὶ κινηθήσεται." Τὸ αὐτό, φησίν, ᾱ ὅπερ ἐκινεῖτο καὶ ἐπὶ ὕδατος καὶ ἐπὶ ἀέρος, εἰ καὶ ἐπὶ τοῦ κενοῦ κινηθείη, ἔν τινι μέν, φησί, χρόνῳ κινηθήσεται, οἷον ἐν τῷ η̄ (καλεῖ γὰρ τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ κινεῖται, η̄), ἐλάττονα δὲ ἀνάγκη τὸν χρόνον τοῦτον εἶναι τοῦ χρόνου, ἐν ᾧ διὰ τοῦ ἀέρος ἐκινεῖτο, οὗτος δέ ἐστιν ὁ ε̄. εἰ τοίνυν, φησίν, ἐν ἐλάττονι χρόνῳ κινεῖται διὰ κενοῦ ἢ διὰ τοῦ ἀέρος, ἕξει δηλονότι λόγον τινὰ ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ κενοῦ, λέγω δὴ ὁ η̄, πρὸς τὸν χρόνον ἐν ᾧ κινεῖται διὰ τοῦ ἀέρος, οὗτος δέ ἐστιν ὁ ε̄· ὃν οὖν λόγον ἔχουσιν οὗτοι πρὸς ἀλλήλους, τοῦτον ἕξει τὸν λόγον καὶ τὸ πλῆρες καὶ τὸ κενόν.
“那么如果 Α 穿过,它也将运动。” 他说,正是在水和空气中都运动过的同一个 Α,如果也在虚空中运动,它将在某一时间内运动,例如在 Η 内(因为他将穿过虚空运动的时间称为 Η);但这一时间必然少于它穿过空气运动的时间,而后者是 Ε。他说,因此,如果在比穿过空气更少的时间内穿过虚空运动,显而易见,穿过虚空运动的时间(我是指 Η)对穿过空气运动的时间(即 Ε)就会具有某种比值;因此,这些时间彼此具有怎样的比值,充满物与虚空也将具有怎样的比值。
"Ἀλλ’ ἐν τοσούτῳ χρόνῳ, ὅσος ἐφ’ οὗ τὸ η̄, τῆς δ̄ τὸ ᾱ δίεισι τὴν θ1." Τὸ δεύτερον ἐπιχείρημα. ἐν τοσούτῳ, φησί, χρόνῳ, ὅσος ἐστὶν ἐν ᾧ διὰ τοῦ κενοῦ ἐκινήθη, ἔστι δὲ οὗτος ὁ η̄, κινηθήσεται τὸ ᾱ μέρος τι τῆς δ̄ διαστάσεως, λέγω δὴ τοῦ ἀέρος, ἔστω δὲ τοῦτο ἡ διάστασις ἐφ’ ἧς τὸ θ̄. τὸ δ’ ἑπόμενον τούτῳ ἄτοπον παραλιπὼν μέτεισιν εἰς τὸ λοιπὸν ἐπιχείρημα (ἔστι δὲ τοῦτο τὸ ἐν τῷ αὐτῷ χρόνῳ τῷ η̄ πλῆρές τε κινηθῆναι τὸ θ̄, ὅπερ ἦν τοῦ ἀέρος μέρος, καὶ κενόν, ὅπερ ἦν 〈ζ2〉), [ἄτοπον καὶ] ὅτι πλῆρές τε καὶ κενὸν τὸν αὐτὸν ἕξουσι λόγον πρὸς ἄλληλα, λέγω δὴ τὸ ζ̄ καὶ τὸ θ̄, ὅπερ ἄτοπον· ὃν γὰρ λόγον ἔχει τὸ θ̄ πρὸς τὸ δ̄, λέγω δὴ τὸ μέρος τοῦ ἀέρος πρὸς ὅλον τὸν ἀέρα, τοῦτον τὸν λόγον ἕξει καὶ τὸ ζ̄ πρὸς τὸ δ̄, λέγω δὴ τὸ κενὸν πρὸς τὸν ὅλον ἀέρα, ἐπειδὴ καὶ ὁ χρόνος τοῦ ζ̄ καὶ τοῦ θ̄, ὅσπερ ἐστὶν ὁ η̄, τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸν χρόνον τοῦ δ̄, ὅσπερ ἐστὶν ὁ ε̄, ὃν δ’ ἂν ἔχωσιν οἱ χρόνοι πρὸς ἀλλήλους λόγον, τοῦτον καὶ τὰ δι’ οὗ ἔχουσι· τὸν αὐτὸν ἄρα λόγον ἔχουσι τὸ ζ̄ καὶ τὸ θ̄ πρὸς τὸ δ̄. τὰ δὲ πρὸς τὸ αὐτὸ τὸν αὐτὸν λόγον ἔχοντα, καὶ πρὸς ἄλληλα ἕνα καὶ τὸν αὐτὸν ἔχει λόγον· τὸ ἄρα ζ̄, ὅπερ ἐστὶ τὸ κενόν, καὶ τὸ θ̄, ὅπερ ἐστὶ πλῆρες, τὸν αὐτὸν ἔχει πρὸς ἄλληλα λόγον· τοῦτο δὲ ἄτοπον, πλῆρες πρὸς κενὸν τὸν αὐτὸν ἔχειν λόγον, ὃν καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες· ταὐτὰ γὰρ ἔσονται ἀλλήλοις κατὰ τὴν σύστασιν (κατὰ τοῦτο γὰρ καὶ νῦν ἡ ἀναλογία), καὶ οἷον μανούμενον τὸ θ, λέγω δὴ τὸ μέρος τοῦ ἀέρος, ἐγένετο ἂν ὅπερ τὸ κενόν.
“然而在与 Η 所示同样多的时间内,Α 将穿过 Δ 中的 Θ。” 这是第二个论证。他说,在它穿过虚空运动的同样多的时间(即 Η)内,Α 将运动 Δ 这一间距(我是指空气)的某个部分,设这就是由 Θ 所示的间距。他略去了由此引出的荒谬结论,进而转入其余的论证(这一荒谬在于:在同一时间 Η 内,充满物 Θ(它是空气的一部分)与虚空(即〈Ζ〉)两者都被穿过运动);[另一荒谬还在于]充满物与虚空(我是指 Ζ 与 Θ)彼此之间将具有相同的比值,这是荒谬的。因为 Θ 对 Δ 具有怎样的比值(我是指空气的部分对整个空气),Ζ 对 Δ(我是指虚空对整个空气)也将具有这一比值,因为 Ζ 的时间与 Θ 的时间(即 Η)对 Δ 的时间(即 Ε)具有相同的比值,而时间彼此具有怎样的比值,运动穿过的媒介也具有怎样的比值;因此 Ζ 与 Θ 对 Δ 具有相同的比值。而对同一事物具有相同比值的事物,彼此之间也具有同一且相同的比值;因此虚空 Ζ 与充满物 Θ 彼此之间具有相同的比值;但这是荒谬的,即充满物对虚空具有与虚空对充满物相同的比值;因为它们在构成上将彼此同一(因为比例现在也是依此成立的),并且 Θ(我是指空气的部分)仿佛在变稀薄之后,就会变成虚空所是的东西。
"Δίεισι δέ γε, κἂν ᾖ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφ’ ᾧ τὸ ζ, ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφ’ ᾧ ε.3" Τὸ τρίτον ἐπιχείρημα, ἐν ᾧ δείκνυται ὅτι εἰ κινεῖταί τι διὰ κενοῦ, συμβήσεται ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε καὶ κενὸν κινηθῆναι. τὸ αὐτὸ δὲ ζ, ὅπερ ἦν πρὸ τούτου κενόν, νῦν πλῆρες ποιεῖ λεπτοτάτου σώματος, τοῦτον ἔχοντος τὸν λόγον πρὸς τὸν ἀέρα, ὅνπερ ἔχει ὁ η χρόνος ὁ τοῦ κενοῦ πρὸς τὸν ε χρόνον τὸν τοῦ ἀέρος.
“而且即使在 Ζ 处存在某种按时间 Ε 所具有的这一比例在稀薄程度上不同于空气的东西,它也将穿过。” 这是第三个论证,在此论证中证明了:如果某物穿过虚空运动,其结果将是在相等的时间内,它穿过作为充满物和作为虚空的同一间距运动。而此前原本是虚空的同一个 Ζ,现在他使其充满最稀薄的物体,该物体对空气具有的比例,恰如虚空的时间 Η 对空气的时间 Ε 所具有的比例。
- 4.176τῆς δ̄ τὸ ᾱ δίεισι τὴν θ̄
属格 τῆς δ̄ 是表示整体的部分属格,宾格 τὴν θ̄ 则是动词 δίεισι 的直接宾语,表示被穿过的具体距离或部分。斐洛庞诺斯在紧随其后的注解中将其释义为 μέρος τι τῆς δ̄ διαστάσεως ... ἡ διάστασις ἐφ’ ἧς τὸ θ̄。
- 4.176ἔστι δὲ τοῦτο τὸ ἐν τῷ αὐτῷ χρόνῳ τῷ η̄ πλῆρές τε κινηθῆναι τὸ θ̄, ὅπερ ἦν τοῦ ἀέρος μέρος, καὶ κενόν, ὅπερ ἦν 〈ζ̄〉
带冠词的不定词短语 τὸ ... κινηθῆναι 整体与 τοῦτο 构成同位语,说明荒谬的具体内容。对于被动含义的不定词 κινηθῆναι,πλῆρές τε ... τὸ θ̄ 与 κενόν ... 作为宾格主语并列。
- 4.177ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφ’ ᾧ ε
宾格短语 ταύτην τὴν ἀναλογίαν 是修饰分词 διαφέρον 的副词性宾格,意为“按这一比例”,由关系从句 ἣν ἔχει... 修饰。
