- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:655.16-656.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》第四卷第八章(215b21–22),借由天球各纬圈运动速度的比例(引证阿拉托斯)说明了媒质稀薄化导致运动时间递减、其极限将归结为无时间运送与运动的不可能,并解释了将虚空设为符号 ζ、使其在大小上等同于媒质 β(空气)和 δ(水)的反证法前提。
" Ἀλλ’ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῷδε τὴν τοσήνδε φέρεται διὰ τοῦ κενοῦ, παντὸς ὑπερβάλλει λόγου." Εἰ διὰ τοῦ λεπτοτάτου, φησί, σώματος ἐν τοσῷδε χρόνῳ τήνδε τὴν διάστασιν ἐκινήθη, καὶ ἀεὶ λεπτυνομένου τοῦ σώματος μειοῦται ὁ τῆς κινήσεως χρόνος, τῶν ἄλλων δηλονότι πάντων τῶν αὐτῶν μενόντων, εἰ ἐν μηδενὶ σώματι γένοιτο ἡ κίνησις, ἀλλ’ ἐν κενῷ, οὐδένα ἕξει λόγον ὁ χρόνος ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν διὰ τοῦ πλήρους, ταὐτὸν δὲ εἰπεῖν ἀχρόνως διὰ τοῦ κενοῦ κινηθήσεται, ταὐτὸν δὲ εἰπεῖν οὐδὲ ὅλως κίνησις ἐπὶ κενοῦ ἔσται. ὥσπερ γὰρ ἐπὶ τῆς Ἀρατείας σφαίρας, μᾶλλον δὲ τῆς τοῦ παντός, τὰ ἐν τῷ μεγίστῳ κύκλῳ ζῴδια θᾶττον τῶν λοιπῶν κινοῦνται, τὰ δὲ ἐν τοῖς ἐλάττοσι βραδύτερον, καὶ τοσαύτη γίνεται τῆς βραδυτῆτος ἡ ἀναλογία, ὅση καὶ ἡ τῶν κύκλων ἐφ’ ὧν κινοῦνται μείωσις (ὃν γὰρ ἔχουσι λόγον οἱ κύκλοι πρὸς τοὺς κύκλους οἱ ἐλάττονες πρὸς τοὺς μείζονας, τοσούτῳ βραδύτερον κινοῦνται τὰ ἐν τοῖς ἐλάττοσι κύκλοις τῶν ἐν τοῖς μείζοσι,1 καὶ ἐπὶ τοσοῦτον προβαίνει ἡ μείωσις τῶν τε κύκλων καὶ τῆς ἐπ’ αὐτῶν κινήσεως, ἕως καταδαπανηθέντων τῶν ἐπὶ τῆς σφαίρας λαμβανομένων κύκλων καταντήσωμεν2 εἰς τοὺς πόλους, οἵτινες παντελῶς εἰσιν ἀκίνητοι· διὸ καὶ Ἄρατος περὶ τοῦ Κριοῦ, ὃς ἐν τῷ μεγίστῳ ἐστὶ κύκλῳ, λέγω δὴ τῷ ἰσημερινῷ, ταῦτά φησιν· αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου. ἥτις ἐν βραχεῖ κύκλῳ δινεῖται, ἀλλ’ ὅμως ὁ ἐν τῷ μεγίστῳ κινούμενος τῇ ἐν τῷ ἐλαχίστῳ κινουμένῃ ἅμα ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίσταται τῇ σμικρότητι τοῦ κύκλου συμμειουμένης καὶ τῆς κινήσεως), οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου, εἰ ὅσῳ προκόπτει ἡ λεπτότης τοῦ σώματος, μειοῦται ὁ τῆς κινήσεως χρόνος ἐπὶ τὸ ταχύτερον αὐτῆς προϊούσης, ἐὰν ἄρα μηδὲν ᾖ σῶμα, ἀλλὰ κενόν, ὁ πᾶς καταδαπανηθήσεται χρόνος καὶ οὐκ ἔσται κίνησις οὐδεμία.
“但是,如果穿过最稀薄者在如此的时间内运送了如此的距离,那么穿过虚空,[其速度]就超越了任何比值。” 他说,如果在如此的时间内穿过最稀薄的物体运动了这一间距,且随着物体不断变稀薄,运动的时间不断减少(显然是在所有其他条件保持不变的情况下),那么如果运动发生在没有任何物体之中、而是发生在虚空中,穿过虚空的时间对穿过充满物的时间就不会具有任何比值,也就是说,它穿过虚空将是无时间地运动,也就是说,在虚空中根本就不会有运动。因为正如在阿拉托斯的天球上,或者说在宇宙的天球上,最大圆上的星座比其余星座运动得更快,而较小圆上的星座运动得更慢,且迟缓的比例与它们在其上运动的诸圆的减小程度恰好相等(因为较小的圆对较大的圆具有怎样的比,较小圆上的星座就比更大圆上的星座相应地运动得慢多少,并且诸圆以及其上的运动的减小一直持续进行,直到在球体上所取的诸圆耗尽、我们到达完全不动的两极;因此阿拉托斯关于处于最大圆、我是指天赤道上的白羊座,也说了如下的话:“白羊座自身的轨道最为迅捷,它虽被驱驰绕圆行进最远的距离,却丝毫也不比小熊座的熊奔跑得更迟缓”——小熊座在狭小的圆中旋转,然而在最大圆中运动者与在最小圆中运动者同时从相同点复原到相同点,其运动[的程途]也随着圆的狭小而一同缩减),因此在目前的问题上也是如此:只要物体的稀薄程度不断增加,随着运动向更快推进,运动的时间就不断减少;既然如此,如果没有任何物体,而是虚空,所有的时间都将被耗尽,也就根本不会有任何运动。
"Ἔστω γὰρ τὸ ζ κενόν, ἴσον δὲ τῷ μεγέθει τοῖς β καὶ δ." Ἐκθέμενος τὴν ἐπὶ τῶν σωμάτων, ὅταν δι’ αὐτῶν κινῆταί τι, γινομένην ἀναλογίαν, καὶ εἰπών, μᾶλλον δὲ δείξας, ὅτι οὐχ ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδεμίαν ἀναλογίαν, ᾧ ἠκολούθει τὸ μηδὲ κίνησιν ἐνδέχεσθαι δι’ αὐτοῦ γενέσθαι, σαφέστερον ποιῆσαι βουλόμενος ἐκτίθεται πάλιν διὰ καταγραφῶν τὴν τῶν κινήσεων καὶ δι’ ὧν γίνονται ἀναλογίαν, καὶ ζητεῖ εἰ καὶ ἐπὶ κενοῦ δυνατὸν τοιαύτην τινὰ φυλαχθῆναι ἀναλογίαν. πρότερον μὲν γὰρ τὸ ὕδωρ καὶ τὸν ἀέρα ἐκθέμενος ἐζήτει τί συμβαίνει κινήσεως ἐπὶ τούτων γινομένης, νῦν δὲ λαβὼν ταῦτα ὡμολογημένα ποίαν πρὸς αὐτὸ τὸ κενόν, εἰ δυνατόν, σχοίη 〈ἂν〉 ἀναλογίαν,3 εἰ κινοῖτό τι ἐπ’ αὐτοῦ. καὶ ὑποθέμενος ἐπ’ αὐτοῦ γινομένην κίνησιν, ἀπάγει εἰς ἄτοπον τὸν λόγον. ὑποτίθεται οὖν τὸ κενὸν ἴσον κατὰ τὸ μέγεθος τῷ β καὶ δ, τουτέστι τῷ ἀέρι καὶ τῷ ὕδατι.
“因为设 ζ 为虚空,在大小上等于 β 和 δ。” 在阐明了当某物穿过物体运动时在物体中产生的比例,并陈述了、或者说证明了虚空对充满物不会具有任何比例(由此推导出的结论是:穿过虚空发生运动甚至是不可能的)之后,他为了使论点更清晰,又借由图示阐明了诸运动以及运动所穿过的媒介的比例,并探讨在虚空的情况下是否也有可能保持某种这样的比例。因为在先前,他提出水和空气,探讨的是当运动在这些媒介中产生时会发生什么;而现在,在将这些视为已知公认的前提下,他[探讨]如果某物在虚空中运动,若有可能,[媒介]对虚空本身能够具有怎样的比例。并且在假设运动在虚空中发生之后,他将论证引向了荒谬。因此他假设虚空在大小上等于 β 和 δ,也就是等于空气和水。
- 4.173τῶν ἐν τοῖς μείζοσι
依附于比较级副词 βραδύτερον 的比较属格,构成与前述主语 τὰ ἐν τοῖς ἐλάττοσι κύκλοις 形成对照的紧缩比较(comparatio compendiaria)结构,在句意上表示“较小圆上的事物比在较大圆上的事物[的运动]相应地更迟缓”。
- 4.173ἕως καταδαπανηθέντων τῶν ἐπὶ τῆς σφαίρας λαμβανομένων κύκλων καταντήσωμεν
在由连词 ἕως 引导的虚拟式从句(καταντήσωμεν)之前,插入了独立属格结构(καταδαπανηθέντων τῶν... κύκλων),表示时间或逻辑上的先决条件,即“直到在天球上所取的诸圆被耗尽、我们到达诸极”。
- 4.174ποίαν πρὸς αὐτὸ τὸ κενόν, εἰ δυνατόν, σχοίη 〈ἂν〉 ἀναλογίαν
语法上承接前句的主动词 ἐζήτει 的间接疑问句。因支配动词为过去时态,带 〈ἂν〉(校勘补入)的潜能潜意法与条件从句 εἰ κινοῖτό τι 搭配,构成虚拟条件句的结论部分,表示“[探讨]如果某物运动,它能具有怎样的比”。
