← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§653.14-655.15

虚空与物体缺乏比例及虚空中运动之不可能

针对亚里士多德《物理学》第四卷第八章(215b8–18),斐洛庞努斯阐释了介质稠度与运动速度的比例关系,基于虚空与物体之间不存在数量比而论证了穿过虚空的运动是不可能的,并借助同类量之间才能存在比例关系的几何学原理对此加以确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.168

" Ἐν διπλασίῳ χρόνῳ τὴν τὸ β̄ δίεισιν ἢ τὴν τὸ γ̄." Τὴν τὸ β̄ ἢ τὴν τὸ γ1, τουτέστι τὴν διάστασιν τὴν ἔχουσαν τὸ β̄ ἢ τὸ γ̄.

“相比于穿过具有 γ 的[间距],它在两倍的时间内穿过具有 β 的[间距]。” “具有 β 的或具有 γ 的”,也就是“具有 β 或 γ 的间距”。

§4.169

"Καὶ ἀεὶ δὴ ὅσῳ ἂν ᾖ ἀσωματώτερον καὶ ἧττον ἐμποδιστικόν, ἀλλ’ εὐδιαιρετώτερον.2" Τὸν ἀλλά σύνδεσμον ἀντὶ τοῦ ‘καί’ τέθεικεν, ἐπειδὴ καὶ ἰσοδύναμος· εἰ διὰ τοῦ λεπτοτέρου, φησί, θᾶττον φέρεται, ὅσῳ ἂν ᾖ τι ἀσωματώτερον καὶ εὐδιαιρετώτερον, καὶ διὰ τοῦτο ἧττον ἐμποδιστικόν, θᾶττον δι’ ἐκείνου ἐνεχθήσεται.

“并且总是,只要它愈发无形体且愈少阻碍,反而愈易分割。” 他用连词“反而(ἀλλά)”代替了“并且(καί)”,因为两者具有等同的意义。他说,如果穿过较稀薄者运送得更快,那么只要某物愈发无形体且愈易分割,并因此愈少阻碍,穿过它运送得就会愈快。

§4.170

"Τὸ δὲ κενὸν οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος,3 ὥσπερ 〈οὐδὲ〉 τὸ μηδὲν πρὸς ἀριθμόν." Δείξας τὴν ἐπὶ τῶν σωμάτων τῶν κινήσεων ἀναλογίαν, ἔρχεται λοιπὸν ἐπ’ αὐτὸ τὸ προκείμενον, ὅτι ἀδύνατον διὰ κενοῦ κίνησιν γενέσθαι. εἰ γὰρ πᾶσα μὲν κίνησις ἐν χρόνῳ, καὶ ἡ διὰ κενοῦ ἄρα κίνησις ἐν χρόνῳ ἂν εἴη· παντὸς δὲ χρόνου πρὸς πάντα χρόνον πεπερασμένον ἐστὶ λόγος τις (ἢ γὰρ ἴσος ἐστὶ χρόνος χρόνῳ ἢ ἥμισυς ἢ διπλάσιος ἢ ἐπίτριτος ἢ κατὰ ἄλλον τινα λόγον), ὡς δ’ ἂν οἱ χρόνοι τῶν κινήσεων ἔχωσιν, ἀνάγκη ἔχειν καὶ τὰ δι’ ὧν ἡ κίνησις· ἕξει ἄρα καὶ τὸ κενὸν πρός τι πλῆρες λόγον, τοῦτο δὲ ἀδύνατον. εἰ τοίνυν ἀδύνατον λόγον τινὰ ἔχειν τὸ κενὸν πρὸς σῶμά τι, οὐδὲ ὁ χρόνος τῆς δι’ αὐτοῦ κινήσεως πρὸς τὸν 〈τῆς〉 διὰ σώματός τινος κινήσεως χρόνον ἕξει λόγον. ἀλλ’ ἀδύνατον· παντὸς γὰρ χρόνου πρὸς πάντα χρόνον πεπερασμένον λόγος τίς ἐστιν. ἐν οὐδενὶ ἄρα χρόνῳ διὰ τοῦ κενοῦ κινεῖται. τοῦτο δὲ πάλιν ἀδύνατον· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. οὐκ ἄρα ἐνδέχεται κίνησιν διὰ κενοῦ γενέσθαι.

“而虚空对于物体没有任何被其超越的比,正如同无对于数一样。” 在指明了物体中诸运动的比例关系之后,他接下来进入本论题本身,即穿过虚空的运动是不可能发生的。因为如果一切运动都在时间中,那么穿过虚空的运动也将在时间中。但是任何时间对于任何有限的时间都有某种比(因为时间与时间或者相等,或者为其一半,或者为其两倍,或者为其三分之四,或者依据某种其他的比),而诸运动的时间处于怎样的关系,运动所穿过的媒介也必然处于怎样的关系。因此虚空对于某种充满之物也将具有比,但这是不可能的。既然虚空对于某个物体具有某种比是不可能的,那么穿过它的运动的时间对于穿过某个物体的运动的时间也就不会具有比。然而这是不可能的;因为任何时间对于任何有限的时间都有某种比。因此,穿过虚空的运动是在无时间中进行的。但这又是不可能的;因为一切运动都在时间中。所以,穿过虚空的运动是不可能发生的。

§4.171

"Εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλέον δὲ τοῖν δυοῖν." Εἰπὼν ὅτι ὥσπερ οὐδείς ἐστι λόγος τοῦ μηδενὸς πρὸς τὸν ἀριθμόν, οὕτως οὐδὲ τοῦ κενοῦ πρὸς τὸ σῶμα, τοῦτο αὐτὸ διὰ τούτων κατασκευάζει, πῶς τὸ μηδὲν οὐκ ἔχει λόγον τινὰ πρὸς τὸν ἀριθμόν, παράδειγμα δὲ τίθησι τῶν ἐχόντων πρὸς ἄλληλα λόγον. τὰ γὰρ τέτταρα, φησί, τῶν μὲν τριῶν μονάδι ὑπερέχει, τῶν δὲ δύο πλέον ἢ μονάδι (δυάδι γὰρ τῶν δύο ὑπερέχει), τῆς δὲ μονάδος πάλιν πλείονι ὑπεροχῇ ὑπερέχει ἤπερ τῆς δυάδος (τριάδι γὰρ τῆς μονάδος ὑπερέχει), τοῦ δὲ μηδενὸς οὐκέτι οὐδεμιᾷ ὑπεροχῇ ὑπερέχει. διὰ τί δὲ οὐχ ὑπερέχει τοῦ μηδενός, διὰ τῶν ἑξῆς προστίθησιν, εἴπομεν δὲ ἤδη καὶ ἡμεῖς ἐντελῶς.

“因为如果四超越三达一,超越二更多。” 在说明了正如同无对于数没有任何比,虚空对于物体也没有[比]之后,他借由这些话正是确立了这一点,即无如何对于数没有任何比,并且提出了彼此具有比的事物的例子。他说,四超越三一个单位,超越二则多于一个单位(因为超越二达二),而超越单位又以大于超越二的超越量来超越(因为超越单位达三),但超越无则不再以任何超越量来超越。至于为何不超越无,他借由下文作了补充,而我们自己此前也已完全说明了。

§4.172

"Διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν." Ἵνα μή τις εἴπῃ ‘ἀλλὰ κακῶς ἔλαβες εἰς παράδειγμα τοῦ κενοῦ τὸ μὴ ὄν· οὐ γάρ ἐστι τὸ κενὸν τῶν μὴ ὄντων’, διὰ τοῦτο ταῦτα προστίθησιν, ὅτι οὐ μόνον τὸ μὴ ὂν πρὸς τὸ ὂν οὐδένα λόγον ἔχει, ἀλλ’ οὐδὲ τὰ ὄντα, ἀνομογενῆ δέ, λόγον τινὰ ἔχει πρὸς ἑαυτά. οὐδὲ γὰρ [ἡ] γραμμὴ πρὸς στιγμὴν ἔχει λόγον, ἐπειδὴ μὴ σύγκειται ἐκ στιγμῶν ἡ γραμμή, οὐδὲ γραμμὴ πρὸς ἐπιφάνειαν, οὐδὲ αὕτη πρὸς σῶμα· μυρία γὰρ σημεῖα προστιθέντα οὐ ποιεῖ τὴν γραμμὴν μείζονα,4 οὐδὲ αἱ γραμμαὶ τὴν ἐπιφάνειαν, οὐδὲ αἱ ἐπιφάνειαι τὸ σῶμα· οὐδὲ γὰρ σύγκεινται ἐκ τούτων. ἀλλὰ τὰ ὁμοειδῆ 〈ἐστι〉 τὰ συγκρινόμενα πρὸς ἄλληλα καὶ λόγον ἔχοντα· γραμμὴ γὰρ πρὸς γραμμὴν ἔχει λόγον, καὶ ἐπιφάνεια πρὸς ἐπιφάνειαν, καὶ σῶμα πρὸς σῶμα. ὥστε κἂν τῶν ὄντων ἐστὶ τὸ κενόν, ἐπειδὴ πάντῃ τῶν σωμάτων ἐστὶν ἕτερον, μᾶλλον δὲ καὶ ἀντικειμένως ἔχον ὡς ἕξις καὶ στέρησις (τὸ μὲν γὰρ κενόν, τὸ δὲ πλῆρες), οὐκ ἂν ἔχοι λόγον τινὰ πρὸς τὸ σῶμα ᾗ κενόν ἐστι. τοὺς γὰρ λόγους τῶν συστάσεων νῦν ζητοῦμεν, ὅτι ὁ ἀὴρ μὲν τοσήνδε ἔχει σύστασιν, διπλασίονα δὲ ταύτης τὸ ὕδωρ· τοῦ οὖν κενοῦ μηδεμίαν ἔχοντος τοιαύτην σύστασιν, πῶς οἷόν τε λόγον τινὰ αὐτὸ ἔχειν καὶ σύγκρισιν πρὸς τὰ σώματα; ὥστε οὐδὲ ὁ τῆς κινήσεως τῆς δι’ αὐτοῦ χρόνος λόγον ἂν ἔχοι πρὸς χρόνον τινὰ τῆς διὰ σώματος κινήσεως, οὕτως δ’ ἂν οὐδὲ κίνησις εἴη διὰ κενοῦ, ὡς πολλάκις εἴρηται.

“因此线也不超越点,除非它是由点构成的。” 为了不让人说“你错误地将非存在作为虚空的例子;因为虚空并非非存在之列”,正因此他补充了这些,以表明不仅非存在对于存在没有任何比,而且即使是存在之物,若是不同类的,彼此之间也没有任何比。因为线对于点没有比,因为线并非由点构成,线对于面、面对于物体也没有比;因为加入一万个点并不会使线变得更大,线也不会使面、面也不会使物体变大;因为它们并非由这些构成。相反,同类之物才是彼此比较且具有比的;因为线对于线有比,面对于面有比,物体对于物体有比。因此,即使虚空属于存在之列,既然它完全不同于物体,或者说像具有与缺乏那样相对立(因为一者是虚空,另一者是充满),它在作为虚空的意义上,对物体就不可能具有任何比。因为我们现在探求的是稠度的比,例如空气具有如此的稠度,而水则是其两倍;既然虚空完全没有这样的稠度,它本身又如何可能对物体具有某种比与比较呢?因此,穿过它的运动的时间对穿过物体的运动的某种时间也不可能具有比,这样一来,正如多次指出的那样,穿过虚空的运动也将根本不存在。

语法注4 条
  1. 4.168Τὴν τὸ β̄ ἢ τὴν τὸ γ̄

    在阴性冠词 τὴν 之后接有中性名词短语 τὸ β̄ 和 τὸ γ̄ 的结构。正如注解者所明示的,此处省略了阴性名词 διάστασιν(间距、空间延展),作为及物动词 δίεισιν(穿过)的宾格宾语。

  2. 4.169ἀλλ’ εὐδιαιρετώτερον

    转折连词 ἀλλά 在此替代连词 καί 使用。斐洛庞努斯指出其具有“等同的效力”(ἰσοδύναμος),并将其解释为在 ὅσῳ ἂν ᾖ 引导的条件关系从句中,连接三个比较级谓词(ἀσωματώτερον、ἧττον ἐμποδιστικόν、εὐδιαιρετώτερον)中的最后一项。

  3. 4.170οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος

    关系代词 ᾧ 是表示差异程度或根据的与格(度量与格),修饰先行词 λόγον,意为“凭借该比被物体所超越”。被动语态动词 ὑπερέχεται 意为“被超越”,施动者为 ὑπὸ τοῦ σώματος(被物体)。

  4. 4.172μυρία γὰρ σημεῖα προστιθέντα οὐ ποιεῖ τὴν γραμμὴν μείζονα

    中性复数主动分词 προστιθέντα 与主语 μυρία σημεῖα(一万个点)在性数格上一致。它作为具有让步或条件意味的状语分词(“即使被添加”),修饰主动词 οὐ ποιεῖ(中性复数主语常规搭配的单数动词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:653.14-655.15