← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§651.5-653.13

运动时间与介质密度的反比定式化

菲洛波庞注疏《物理学》第4卷第8章(215a26–215b1),阐释了导致不均等运动的两项原因(介质差异与运动物体自身轻重或形状的差异),并解析了亚里士多德如何运用字母符号公式化地说明运动速度与时间如何与介质的稀薄度及阻力成比例反比关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.163

" Οἷον δι’ ὕδατος ἢ γῆς." Παραδείγματος ἕνεκεν τὴν γῆν ἔλαβεν, οὐχ ὡς δι’ αὐτῆς γινομένης κινήσεως. ἢ γῆν φησι χωρίον τι τελματῶδες, ὅθεν ἐπὶ σαφέστερα παραδείγματα μεταβαίνων τὸν ἀέρα λαμβάνει καὶ τὸ ὕδωρ.

“例如穿过水或土。” 他举土为例,并非因为运动可以通过土发生;或者说,他所说的土是指某种泥泞之处,他由此过渡到更明晰的诸例,选取了空气和水。

§4.164

"Ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἂν τὰ ἄλλα τὰ αὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοῦ βάρους ἢ τῆς κουφότητος." Εἰπὼν τὸ ἓν τῆς ἀνίσου κινήσεως αἴτιον, λέγω δὴ τὴν διαφορὰν τοῦ δι’ οὗ, λέγει νῦν καὶ τὸ λοιπόν, λέγω δὴ τὴν διαφορὰν τῶν φερομένων· κἂν γὰρ τὸ δι’ οὗ τὸ αὐτὸ ᾖ, διαφέρῃ δὲ τὰ φερόμενα βαρύτητι καὶ κουφότητι (κουφότητα δὲ λέγω τὴν ἥττονα βαρύτητα, οἷον εἰ τὸ μὲν λιτριαῖον ᾖ τὸ δὲ ἡμιλιτριαῖον), κἂν διὰ τοῦ αὐτοῦ φέροιντο ἀέρος, οὐκ ἐν ἴσῳ χρόνῳ ἐνεχθήσονται. τὸ δὲ 〈ἂν〉 τὰ ἄλλα τὰ αὐτὰ ὑπάρχῃ, οἷον ἐὰν μὴ τοῖς σχήμασι διαφέροιεν· δυνατὸν γὰρ τὸ βαρύτερον ἐν ἴσῳ χρόνῳ διὰ τοῦ αὐτοῦ διαστήματος τῷ κουφοτέρῳ κινηθῆναι, εἰ τὸ μὲν βαρύτερον πλατὺ ᾖ τὸ δὲ κουφότερον σφαιρικόν. δυνατὸν δὲ καὶ οὕτως ἀκούειν τῶν ῥητῶν·1 τὸ μὲν τῷ διαφέρειν τὸ φερόμενον διαφέρειν ἀκουσόμεθα ἢ μεγέθει ἢ σχήματι, τὸ δὲ ἂν τἄλλα τὰ αὐτὰ ὑπάρχῃ, οἷον εἰ μὲν μεγέθει διαφέρει, καὶ σχῆμα εἶναι τὸ αὐτὸ καὶ τὸ δι’ οὗ, εἰ δὲ σχήματι, καὶ μέγεθος τὸ αὐτὸ καὶ τὸ δι’ οὗ· οὕτω γὰρ ἄνισος ἂν γένοιτο κίνησις.

“或者由于被运载之物的差异,在其他条件相同的情况下,由于重或轻的优势。” 在说明了不均等运动的一项原因即介质的差异之后,他现在亦说明了其余的原因,即被运载之物自身的差异;因为即使介质相同,但若被运载之物在轻重上有所不同(我所说的轻是指较小的重量,比方说一者重一磅而另一者重半磅),即便它们穿过相同的空气被运载,它们亦不会在相等的时间内被运载。而“在其他条件相同的情况下”,是指例如它们在形状上没有差异;因为较重者在与较轻者相等的时间内穿过相同的间隔运动是可能的,如果较重者是平扁的,而较轻者是球形的。亦可如此理解这些文句:我们将“由于被运载之物的差异”理解为在大小或形状上的差异,而将“在其他条件相同的情况下”理解为:如果它在大小上有所不同,则形状和介质都相同;如果它在形状上有所不同,则大小和介质都相同;因为如此,不均等的运动便会发生。

§4.165

"Τὸ μὲν οὖν δι’ οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα δὲ καὶ μένον." Σημειωτέον ὅτι τὸ δι’ οὗ γίνεται ἡ κίνησις αἴτιον τῆς ἀνίσου κινήσεως, φησίν, ὡς ἐμποδιστικόν. ἐμποδίζει δὲ τῇ κινήσει ἢ τὴν ἐναντίαν τῷ κινουμένῳ φερόμενον (ὡς ὅταν ἢ δι’ ἀέρος τι φέρηται τὴν ἐναντίαν ὑπὸ πνευμάτων κινουμένου ἢ δι’ ὕδατος ἔμπαλιν τῷ κινουμένῳ φερομένου τοῦ ῥεύματος, οἷον εἰ ἐπὶ ποταμοῦ τις νήχοιτο ἢ πλοῖον φέροιτο ἐναντίως τῷ ῥεύματι), καὶ μὴ κινούμενον δέ, φησί, τὸ δι’ οὗ, ἀλλὰ μένον, ἐμποδίζει τῷ διαιρεῖσθαι.2 εἰ δὲ καὶ ἡ διαίρεσις ἐμποδίζει, μᾶλλον ἐμποδίσει τὸ δυσδιαιρετώτερον.

“因此,所穿过的介质之所以是原因,是因为它造成阻碍,尤其是在迎面运载时,其次即便在静止时亦然。” 应当注意,他说,运动所穿过的介质作为具有阻碍作用之物,是不均等运动的原因。它阻碍运动,或是通过与运动物反向运载(例如某物穿过被风反向吹动的空气,或者穿过水时水流与运动物反向流淌,如同有人在河中游泳或船逆流而行);他说,即使介质不运动而保持静止,它亦通过被分割而造成阻碍。如果被分割亦造成阻碍,那么越难被分割者阻碍得越厉害。

§4.166

"Τὸ δὴ ἐφ’ οὗ ᾱ οἰσθήσεται διὰ τοῦ β τὸν ἐφ’ ᾧ γ χρόνον." Εἰπὼν πόσα ἐστὶ καὶ τίνα τὰ τῆς ἀνίσου κινήσεως αἴτια, διὰ καταγραφῶν βούλεται δεῖξαι πῶς τὸ δι’ οὗ ἀνίσου κινήσεως αἴτιον γίνεται (ἐρεῖ γὰρ μετὰ ταῦτα περὶ τοῦ κινουμένου), ᾱ δὲ καλεῖ τὸ κινούμενον. κινείσθω οὖν τοῦτο, φησί, διὰ τῆς β διαστάσεως, ἔστω δὲ αὕτη ὕδωρ, ἐν χρόνῳ τινί, οἷον τῷ γ.

“那么,标有 ᾱ 者将在标有 γ 的时间内穿过 β 被运载。” 在说明了不均等运动的原因有几个以及分别是什么之后,他意图通过图解表明介质如何成为不均等运动的原因(因为在此之后他将论及运动物本身),他将运动物称为 ᾱ。因此他说,让此物在某一时间(例如 γ)内穿过间隔 β(设此为水)运动。

§4.167

"Διὰ δὲ τοῦ δ λεπτομεροῦς ὄντος, 〈εἰ〉 ἴσον τὸ μῆκος τὸ τοῦ β τῷ δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος." Ἡ διάνοια τῆς λέξεως καὶ ἡ σύνταξις αὕτη·3 κινείσθω, φησί, τὸ ἐφ’ οὗ ᾱ, ὅπερ ἐστὶ τὸ κινούμενον, διὰ τοῦ δ λεπτομερεστέρου σώματος, κινείσθω δὲ τὸ ἴσον μῆκος, ὅσον ἐστὶ τὸ τοῦ β, ἐν τῷ δ, κινείσθω δὲ κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος, ἐν μὲν παχυτέρῳ διὰ πλείονος χρόνου, ἐν δὲ λεπτοτέρῳ δι’ ἐλάττονος. καλεῖ δὲ τὸ μὲν β ὕδωρ τὸ δὲ δ̄ ἀέρα. ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ ᾱ διὰ τοῦ δ̄ οἰσθήσεται ἢ διὰ τοῦ β̄. εἰ γὰρ ἐμποδιστικὸν τὸ δι’ οὗ τῷ διαιρεῖσθαι, ὅσῳ ἄν ᾖ τι εὐδιαιρετώτερον, τοσούτῳ θᾶττον οἰσθήσεται δι’ αὐτοῦ τὸ φερόμενον· εὐδιαίρετον δὲ τὸ λεπτότερον, λεπτότερον δὲ ἀὴρ ὕδατος καὶ ὡς ἐν σώμασιν ἀσωματώτερος· ὥστε ὅσῳ ἂν ᾖ λεπτότερος ἢ μανότερος ὁ ἀὴρ τοῦ ὕδατος, τοσούτῳ μᾶλλον καὶ εὐδιαίρετος. ὥστε τοσούτῳ θᾶττον δι’ αὐτοῦ κινηθήσεται τὸ ᾱ ἢ διὰ τοῦ ὕδατος. ὃν ἄρα λόγον ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα, τοῦτον τὸν λόγον καὶ αἱ κινήσεις αἱ δι’ αὐτῶν καὶ οἱ χρόνοι τῶν κινήσεων, οἷον εἰ διπλασίως λεπτότερος ὁ ἀὴρ τοῦ ὕδατος, διπλασίῳ λόγῳ καὶ ἡ κίνησις θάττων ἡ ἐπὶ τοῦ ἀέρος ἢ 〈ἡ〉 ἐπὶ τοῦ ὕδατος. καὶ ὁ χρόνος ἄρα τῶν κινήσεων ἀντεστραμμένως τὸν αὐτὸν ἕξει λόγον· διπλασίων γὰρ ἔσται ὁ χρόνος τῆς κινήσεως τῆς διὰ τοῦ ὕδατος τοῦ χρόνου τῆς κινήσεως τῆς διὰ τοῦ ἀέρος.

“而穿过稀薄的 δ,若 β 的长度与 δ 相等,则按照阻碍物体的比例。” 该句的含义与统语结构如下:他说,让标有 ᾱ 的运动物穿过较稀薄的物体 δ 运动;让它在 δ 中运动与 β 同样长短的相等长度;并让它按照阻碍者的比例运动,在较浓厚者中耗费较多时间,在较稀薄者中耗费较少时间。他将 β 称为水,将 δ̄ 称为空气。空气比水稀薄且接近无形体多少,ᾱ 穿过 δ̄ 就会比穿过 β̄ 运载得快多少。因为如果介质通过被分割而具有阻碍作用,那么某物越容易被分割,被运载之物穿过它运载得就越快;而较稀薄者容易被分割,空气比水更稀薄,且就物体而言更接近无形体;因此空气比水稀薄或疏松多少,它亦相应地越容易被分割。从而 ᾱ 穿过它运动要比穿过水快这么多。因此,这些大小相互之间具有何种比例,穿过它们的运动以及运动的时间亦具有这种比例;比方说,若空气比水稀薄一倍,则空气中的运动亦以两倍的比例比水中的运动更快。因此,运动的时间亦将反向具有相同的比例;因为穿过水运动的时间将是穿过空气运动的时间的两倍。

语法注3 条
  1. 4.164δυνατὸν δὲ καὶ οὕτως ἀκούειν τῶν ῥητῶν

    动词 ἀκούειν 在此意为“理解、解释”而非“听见”,支配属格补足语 τῶν ῥητῶν(“这些文句”)。随后的中性冠词短语 τὸ μέν ... τὸ δέ ... 分别引入亚里士多德原文中接受阐释的两处词句作为宾语。

  2. 4.165ἐμποδίζει τῷ διαιρεῖσθαι

    带冠词不定式 τῷ διαιρεῖσθαι 为表示方式或原因的与格,采用被动态(“通过被分割”)。它阐明了静止的介质即便自身不发生反向运动,亦会因被运动物切开/分割的过程而产生阻碍。

  3. 4.167Ἡ διάνοια τῆς λέξεως καὶ ἡ σύνταξις αὕτη

    针对亚里士多德的原句(215b1)缺乏主要动词的极度省略结构(仅由名词短语与介词短语罗列而成),菲洛波庞在此补充说明其句法结构(σύνταξις)。他通过三次补出命令式动词 κινείσθω(“让它被移动”),将原句拆解并重构为三个并列的完整子句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:651.5-653.13