← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§649.16-651.4

虚空中运动之归谬与对权威的批判审视

斐洛庞努斯阐释了亚里士多德将虚空中的运动归于荒谬的论证,即此假设将导致同一物体在相等时间内穿过虚空和充满之物运动相等的距离,并导致虚空与充满之物之间具有比例;他随后敦促追求真理的读者切勿盲从亚里士多德的权威,而应批判性地审视其论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.162#3

συμβήσεται οὖν ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ διὰ κενοῦ καὶ πλήρους κινηθῆναι,1 ὅπερ ἄτοπον μετὰ τοῦ μένειν καὶ τὸ πρότερον ἄτοπον, λέγω δὴ τὸ ἔχειν λόγον τινὰ τὸ κενὸν πρὸς τὸ πλῆρες· ὃν γὰρ λόγον ἔχει τὸ μέρος τοῦ ἀέρος πρὸς τὸν ὅλον ἀέρα, τοῦτον τὸν λόγον ἔχει τὸ ὅλον κενὸν πρὸς τὸν ὅλον ἀέρα (ἐπειδὴ καὶ ὁ χρόνος τοῦ μέρους τοῦ ἀέρος καὶ 〈ὁ〉 ὅλου τοῦ κενοῦ τὸν αὐτὸν λόγον ἔχουσι πρὸς τὸν τοῦ ὅλου ἀέρος χρόνον), καὶ πάλιν ὃν λόγον ἔχει πλῆρες πρὸς πλῆρες τὸ μέρος τοῦ ἀέρος πρὸς ὅλον τὸν ἀέρα, τοῦτον τὸν λόγον ἕξει καὶ κενὸν πρὸς πλῆρες τὸ ὅλον κενὸν πρὸς ὅλον τὸν ἀέρα, διότι καὶ οἱ χρόνοι τοῦ κενοῦ καὶ τοῦ μέρους τοῦ ἀέρος τὸν αὐτὸν λόγον ἔχουσι πρὸς ὅλον τὸν ἀέρα. ἀλλ’ αὐτὸς μὲν τοῦτο παραλιμπάνει τὸ ἄτοπον, ὡς δῆλον, λέγω δὴ τὸ πρότερον τὸ διὰ κενοῦ καὶ διὰ πλήρους ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ μέγεθος κινεῖσθαι· ἵνα δὲ μή τις εἴπῃ ‘ἀλλ’ εἰ καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ διὰ πλήρους ἐκινήθη καὶ διὰ κενοῦ, ἀλλ’ οὐ τὰ αὐτὰ διαστήματα· τὸ τέταρτον γὰρ τοῦ ἀέρος ὑπεθέμεθα κεκινῆσθαι ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ τὸ πᾶν κενὸν ἐκινήθη, ἴσον δὲ τῷ ὅλῳ ἀέρι τὸ κενόν· τετραπλάσιον ἄρα διάστημα διὰ τοῦ κενοῦ ἐκινήθη ἐν τῷ αὐτῷ χρόνῳ, καὶ τοῦτό γε οὐδὲν ἄτοπον 〈τὸ〉 τὸ μεῖζον, λεπτομερέστερον δέ, ἐν ἴσῳ χρόνῳ τῷ ἐλάττονι καὶ παχυτέρῳ τὸ αὐτὸ μέγεθος κινηθῆναι’, διὰ τοῦτο ἐφεξῆς δείκνυσιν, ὅτι ἀνάγκη, εἰ διὰ κενοῦ γένοιτο κίνησις, ἴσον διάστημα διὰ πλήρους καὶ διὰ κενοῦ τὸ αὐτὸ ἐν ἴσῳ χρόνῳ κινηθήσεται, ὅπερ ἀδύνατον. ἐὰν γάρ, φησίν, ἐπινοήσωμεν λεπτότερόν τι σῶμα τοῦ ἀέρος τοῦτον τὸν λόγον ἔχον πρὸς αὐτόν, ὅνπερ εἶχεν ὁ χρόνος ὁ ἐπὶ τοῦ ἀέρος, ὅσπερ ἦν ὁ ε̄, πρὸς τὸν χρόνον τὸν ἐπὶ τοῦ κενοῦ, ὅσπερ ἦν ὁ η̄ (φέρε εἰπεῖν, εἰ τετραπλασίων ἦν ὁ ε̄ χρόνος τοῦ η̄, τετραπλασίως λεπτομερέστερόν τι σῶμα τοῦ ἀέρος), τοῦτο δὲ τὸ σῶμα ἀποθώμεθα ἐν τῷ κενῷ, τῶν αὐτῶν δηλονότι μενόντων διαστημάτων, ἐν τοσούτῳ, φησί, χρόνῳ κινηθήσεται τὸ ᾱ διὰ τοῦ λεπτοτάτου σώματος, ὃ ἀπεθέμεθα ἐν τῷ κενῷ, ἐν ὅσῳ ἐκινεῖτο τὸ μέρος τῆς διαστάσεως τοῦ ἀέρος, ὅπερ ἦν τὸ θ̄, τοῦτο δὲ ἦν τὸ τέταρτον αὐτοῦ. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρότερον ἐκινεῖτο ἐπὶ τοῦ κενοῦ καὶ νῦν ἐπὶ τοῦ λεπτοτάτου σώματος τὴν αὐτὴν ἔχοντος τῷ κενῷ διάστασιν· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ τὸ αὐτὸ μέγεθος τὸ ᾱ διὰ κενοῦ καὶ διὰ πλήρους κινηθήσεται ἴσων ὄντων τοῖς διαστήμασιν, ὅπερ ἄτοπον. ὥστε, φησί, τὴν ὑπόθεσιν ἀναιρετέον ἐξ ἧς τὸ ἄτοπον συνήχθη, αὕτη δὲ ἦν τὸ ὑποθέσθαι διὰ κενοῦ κίνησιν γινομένην. ἡ δὲ αἰτία, φησί, τῆς εἰς ἄτοπον ἀπαγωγῆς δήλη. ἐπειδὴ γὰρ πᾶσα κίνησις ἐν χρόνῳ, παντὸς δὲ χρόνου πρὸς πάντα χρόνον, ἂν ὦσι πεπερασμένοι, λόγος ἐστί, δῆλον δήπου ὅτι καὶ εἰ ἐπὶ κενοῦ κίνησις γένοιτο, ἐν χρόνῳ τε ἔσται καὶ σχήσει πρὸς κινήσεώς τινος χρόνον λόγον τινά· ὡς δ’ ἂν ἔχωσιν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, οὕτως ἀνάγκη ἔχειν καὶ δι’ ὧν αἱ κινήσεις· ἕξει ἄρα καὶ τὸ κενὸν λόγον τινὰ πρὸς τὸ πλῆρες. ἀλλ’ ἀδύνατον τὸ κενὸν λόγον ἔχειν πρὸς πλῆρες (παντὸς γὰρ ὑπερβάλλει λόγου), ἔνθεν ἄρα συνῆκται τὸ ἄτοπον· λαμβανομένου γὰρ τοῦ κίνησιν ἐπὶ κενοῦ γίνεσθαι συνάγεται τὸ καὶ τὸ κενὸν πρός τι πλῆρες λόγον ἔχειν, τοῦτο δὲ ἀδύνατον. Τῷ μὲν οὖν Ἀριστοτέλει μέχρι τῶν ἐνταῦθα πρόεισιν ὁ λόγος ἐκ τῆς ἀνισότητος τῶν κινουμένων τῆς παρὰ τὸ δι’ οὗ ἡ κίνησις γινομένης,2 κατασκευάζοντι ὡς οὐκ ἂν ἐνδέχοιτο, εἰ κενὸν ἦν, κίνησιν δι’ αὐτοῦ γενέσθαι, ὅτῳ δὲ σκοπὸς τῆς ἀληθείας πανταχοῦ τυχεῖν, περιαθρείτω ὅση δύναμις μήπου τῇ δεινότητι καὶ τῷ δυσθεωρήτῳ τῶν ἐπιχειρημάτων τοῦ σκοποῦ διαμάρτοι. κάλλιον δὲ ἴσως πρῶτον τὸν πάντα διελθεῖν περὶ τοῦ κενοῦ λόγον, εἶτα οὕτως ἀναλαβόντας ἐξ ἀρχῆς ἕκαστον ἐπισκέψασθαι τῶν ἐπιχειρημάτων, ὅπῃ ἀληθείας ἔχει ἢ ψεύδους, μηδὲν αἰδεσθέντας, μηδὲ τῆς ἀληθείας τὸ τοῦ ἀνδρὸς ὑπειλημμένον ἐπίπροσθεν θέντας.3

因此,其结果将是同一物在相同的时间内穿过虚空和充满之物运动,这甚是荒谬,且原先的荒谬亦依然存留,即虚空对充满之物具有某种比例;因为空气的部分对整个空气具有何种比例,整个虚空对整个空气亦具有这种比例(既然空气部分的时间与整个虚空的时间对整个空气的时间具有相同的比例);再者,空气的部分对整个空气作为充满之物对充满之物具有何种比例,整个虚空对整个空气作为虚空对充满之物亦将具有这种比例,因为虚空的时间与空气部分的时间对整个空气亦具有相同的比例。但他本人省去了这一荒谬,将其视为显而易见,即原先所说的同一大小在相同时间内穿过虚空又穿过充满之物运动;然而,为了不让人说:“纵使它在相同时间内既穿过充满之物又穿过虚空运动,但并不是相同的间隔;因为我们假定它穿过空气的四分之一运动是在穿过整个虚空运动的同一时间内,而虚空与整个空气相等;因此它在相同时间内穿过虚空运动了四倍的间隔,而同一大小在与较小且较浓密者相等的时间内穿过较大但较稀薄者运动,这至少毫无荒谬之处”,为此缘故,他接着表明,若穿过虚空的运动发生,必然会导致同一物在相等时间内穿过充满之物与穿过虚空运动相等的间隔,而这是不可能的。他说,因为我们若设想某种比空气更稀薄的物体对空气具有这种比例,如同空气上的时间(即 ε̄)对虚空上的时间(即 η̄)所具有的比例(比方说,若时间 ε̄ 是时间 η̄ 的四倍,则设想某种比空气稀薄四倍的物体),并将这一物体置于虚空中,在间隔显然保持相同的情况下,他说,ᾱ 穿过我们置于虚空中的极稀薄物体运动的时间,将与它穿过空气维度的部分(即 θ̄,这是空气的四分之一)运动的时间相等。然而实际上,它在相同的时间内,此前在虚空中运动,而如今在具有与虚空相同维度的极稀薄物体中运动;因此在相同的时间内,同一大小 ᾱ 在间隔相等的情况下将既穿过虚空又穿过充满之物运动,这甚是荒谬。因此他说,必须废除由此推导出荒谬的前提,而这一前提就是假定穿过虚空的运动发生。他说,归谬的原因是清楚的。因为既然一切运动都在时间中,且每一时间对每一时间(只要它们是有限的)都具有比例,那么毫无疑问显而易见,即便在虚空中发生运动,它亦将在时间中,且对某种运动的时间具有某种比例;而运动的诸时间相互之间如何,运动所穿过的媒介亦必然如何;因此虚空对充满之物亦将具有某种比例。然而虚空对充满之物是不可能具有比例的(因为它超出了任何比例);因此荒谬正是由此推导出来的;因为一旦假定在虚空中发生运动,就会推导出虚空对某种充满之物亦具有比例,而这是不可能的。 那么,亚里士多德的论证依据源于运动所穿过的媒介而产生的运动物的不均等,一直推进到此处,论证若是存在虚空,穿过它的运动不可能发生;然而,凡以在一切事上获得真理为目的的人,当竭尽全力环顾四周,免得因这些论证的精妙与晦涩而错失目标。或许更好的做法是,首先通览关于虚空的全部论证,然后从头再次审视每一项论证,考察它在何种程度上包含真理或虚妄,毫无顾忌,亦不将那人的威望置于真理之上。

语法注3 条
  1. 4.162〈τὸ〉 τὸ μεῖζον, λεπτομερέστερον δέ, ἐν ἴσῳ χρόνῳ τῷ ἐλάττονι καὶ παχυτέρῳ τὸ αὐτὸ μέγεθος κινηθῆναι

    在此带不定式的宾格结构中,τὸ αὐτὸ μέγεθος 是不定式 κινηθῆναι 的主语,而 τὸ μεῖζον, λεπτομερέστερον δέ 作所穿越的空间跨度的宾格(内涵宾格)。与格 τῷ ἐλάττονι καὶ παχυτέρῳ 依附于 ἴσῳ χρόνῳ,作表示比较或伴随基准的与格,意为“[在与穿过]较小且较浓密者[的时间]相等的时间内”。

  2. 4.162ἐκ τῆς ἀνισότητος τῶν κινουμένων τῆς παρὰ τὸ δι’ οὗ ἡ κίνησις γινομένης

    属格 τῶν κινουμένων 指运动之物(意指其运动速度的不均等)或运动本身。修饰性分词短语 τῆς παρὰ τὸ δι’ οὗ ἡ κίνησις γινομένης 作 ἀνισότητος 的定语,介词 παρά 表示原因(“由于 / 出于运动所穿过的媒介”)。

  3. 4.162μηδὲ τῆς ἀληθείας τὸ τοῦ ἀνδρὸς ὑπειλημμένον ἐπίπροσθεν θέντας

    在分词结构 θέντας(与不定式 ἐπισκέψασθαι 的隐含宾格主语一致)中,副词 ἐπίπροσθεν 支配属格 τῆς ἀληθείας(“置于真理之前 / 挡在真理前”),其直接宾语是 τὸ τοῦ ἀνδρὸς ὑπειλημμένον(“对那人[亚里士多德]所持有的预先观念 / 威望声誉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:649.16-651.4