← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§64.13-65.24

实体与偶性的自相矛盾及对巴门尼德的解释

斐洛波诺完成了关于假定存在者仅为偶性或仅为实体均会导致自相矛盾的论证,借助巴门尼德的诗句将其意图善意解释为指向理知之物的统合,进而注释了亚里士多德关于对巴门尼德同样适用该论辩方式及特有论辩的题注(186a22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#3

καὶ ἄλλως οὐκ ὂν μὲν ἔσται, ἐπειδὴ τοῦτο ὑπέκειτο, ἔσται δὲ πάλιν ὄν, ἐπειδὴ τοῦ ὄντος μετέχει, λέγω δὴ τοῦ συμβεβηκότος, τὰ δὲ μετέχοντά τινος παρωνύμως ἀπ’ ἐκείνου καὶ ὀνομάζεται. τὸ γὰρ μετέχον τοῦ λευκοῦ λευκὸν λέγεται, καὶ τὸ μετέχον τῆς μουσικῆς μουσικόν· μουσικὴ γὰρ καὶ ἡ ἐπιστήμη καὶ ἡ μουσικὴ γυνή. ὥστε εἰ τὸ μὴ ὄν, τουτέστιν ἡ οὐσία, μετέχει τοῦ συμβεβηκότος, τουτέστι τοῦ ὄντος, ὂν ἂν εἴη καὶ αὐτή· ὥστε τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὂν ἔσται. πάλιν ἐπειδὴ τὸ συμβεβηκὸς ὄν ἐστι, τὸ δὲ ὂν τοῦτο ἑτέρῳ συμβέβηκε, τοῦτο δὲ οὐκ ὄν ἐστιν, ἔσται τὸ ὂν τὸ αὐτὸ καὶ οὐκ ὄν· ἔστι γὰρ ἐν τῷ οὐκ ὄντι, τὸ δὲ ἐν τῷ οὐκ ὄντι ὂν οὐκ ὂν ἔσται. ἀδύνατον ἄρα τὸ ὂν συμβεβηκὸς εἶναι. τοῦτο δείξας, ἀνατρέχει ἐπὶ τὸ ἐξ ἀρχῆς προτεθέν, μήποτε οὖν τὸ ὂν οὐσίαν μόνην ὑποτίθενται εἶναι, “οἷον ἄνθρωπον ἕνα” ἢ ἁπλῶς σῶμά τι. ἀλλ’ εἰ τοῦτο, ἐπειδή, φησίν, ὑπάρχουσι ταῖς οὐσίαις τὰ συμβεβηκότα καὶ διὰ τοῦτο ἀληθὲς εἰπεῖν ὅτι ὁ Σωκράτης λευκός ἐστιν ἢ ὁ ἄνθρωπος ἢ τὸ σῶμα, ἔσται πάλιν τὸ αὐτὸ καὶ ὂν καὶ οὐκ ὄν· εἰ γὰρ ἀληθὲς εἰπεῖν τὴν οὐσίαν λευκὴν εἶναι, τὸ δὲ λευκὸν οὐκ ὄν ἐστιν, ἡ οὐσία ἄρα οὐκ ὄν ἔσται. ἀλλὰ μὴν ἔστι καὶ τὸ ὄν· τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν ἔσται. καὶ πάλιν εἰ τὸ λευκὸν οὐκ ὄν ἔστιν, ἔστι δὲ τοῦτο ἐν τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὄν ἐστι, τὰ οὐκ ὄντα ἄρα ἐν τῷ ὄντι ἔσται. τὸ δὲ ἐν τῷ ὄντι ὂν ὄν ἐστι· τὸ οὐκ ὂν ἄρα ὂν ἔσται. ἀδύνατον ἄρα τὴν οὐσίαν μόνην ὑποτίθεσθαι αὐτοὺς τὸ ὄν. μήποτε οὖν ὅλως τὰ συμβεβηκότα οὐχ ὑποτίθενται εἶναι, ἀλλ’ αὐτὴν καθ’ αὑτὴν μόνην, καὶ οὕτως οὐδὲν τῶν εἰρημένων ἀτόπων ἕψεται. ἀλλὰ ταύτην τὴν ὑπόθεσιν ἐφεξῆς γυμνάσει, δεῖ δὲ εὐγνωμόνως ἡμᾶς καὶ τῶν Παρμενίδου λόγων ἀκούοντας ἐκ τῶν παρ’ αὐτοῦ τοῦ Παρμενίδου τὴν διάνοιαν αὐτοῦ ἑλεῖν.1 τί οὖν φησιν ἐν τοῖς ἔπεσιν αὐτὸς περὶ τοῦ ὄντος; οὖλον μουνογενὲς καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. καὶ πάλιν· οὐκ ἦν οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον. καὶ πάλιν· ἐὸν γὰρ ἐόντι πελάζει. εἰ δέ φησιν “ὁμοῦ πᾶν” καὶ “ἐὸν ἐόντι πελάζει”, ᾔδει ἄρα τὸ πλῆθος ἐν τοῖς οὖσιν ὑπάρχειν. ἀλλ’ ἐπεὶ μὴ περὶ φυσικῶν ἦν αὐτοῖς ὁ λόγος, ἀλλὰ περὶ τῶν νοητῶν, διὰ τοῦτο τὴν ἐν ἐκείνοις ἕνωσιν θεωροῦντες καὶ τὸ ἀμετάβλητον οὕτως αὐτὰ ἐκάλουν. Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων, καὶ εἴ τινες ἄλλοι ἴδιοι. τουτέστι τῷ αὐτῷ τῶν λόγων τρόπῳ καὶ τὸν Παρμενίδην ἐλέγξομεν ἓν λέγοντα τὸ ὄν καὶ ἀκίνητον· ὁμοίως γὰρ καὶ αὐτὸς καὶ ψευδεῖς εἴληφε τὰς προτάσεις καὶ ἀσυλλογίστως συλλογίζεται. εἰ τοίνυν ὁ αὐτὸς τρόπος τῶν λόγων ἡμῖν καὶ πρὸς τοῦτον, δῆλον ὅτι ἐπιλυσόμεθα καὶ τοὺς τούτου λόγους πῇ μὲν ἐλέγχοντες ὅτι ψευδεῖς, πῇ δὲ ὅτι ἀσυλλόγιστοι. καὶ τοῖς αὐτοῖς οὖν τρόποις τῶν λόγων τῷ Μελίσσῳ ἐλεγχθήσεται, καὶ ἰδίοις ἑτέροις. φασὶ δὲ γεγράφθαι αὐτῷ ἰδίᾳ βιβλίον2 πρὸς τὴν Παρμενίδου δόξαν, ὃ νῦν αἰνίττεται διὰ τοῦ εἰπεῖν καὶ εἴ τινες ἄλλοι ἴδιοι.

而且从另一方面看,它一方面将是非存在,既然这先前已被假定;但另一方面它又将是存在者,既然它分有那存在者(我正是指偶性);而分有某物的事物也是依其同源派生而得名的。因为分有白的事物被称为白的,分有音乐的事物被称为通晓音乐的;因为知识是音乐的[知识],女人也是通晓音乐的女人。因此,如果非存在(即实体)分有偶性(即存在者),它自身也就会是存在者;从而同一事物将既是存在者又是非存在。再者,既然偶性是存在者,而这一存在者偶存发生于另一个事物,且这另一个事物是非存在,那么这存在者本身也将是非存在;因为它是存在于非存在之中,而存在于非存在之中的存在者将是非存在。因此,存在者绝不可能是偶性。在证明了这一点之后,他[亚里士多德]回转到最初提出的问题,即他们是否或许假定存在者仅是实体,“例如一个人”或单纯某个物体。但是他说,如果是这样,既然诸偶性属于诸实体,且因此说苏格拉底是白的、或人是[白的]、或物体是[白的]乃是真实的,那么同一事物又将既是存在者又是非存在;因为如果说实体是白的是真实的,而白是非存在,那么实体就将是非存在。然而它也是存在者;因此同一事物将既是存在者又是非存在。再者,如果白是非存在,而这白又在实体之中,实体是存在者,那么非存在的事物就将存在于存在者之中。而在存在者之中的事物就是存在者;因此非存在将是存在者。因此,他们假定存在者仅是实体是不可能的。那么他们是否完全不假定诸偶性存在,而仅仅假定[实体]自身独立存在,从而上述任何荒谬都不会随之发生呢?但他接下来将研讨这一假说;然而我们对巴门尼德的言论也怀着同情去倾听,必须从巴门尼德本人的话语中把握他的意图。那么,他自己在其诗句中关于存在者说了些什么呢?“整体、独一、不动且不生。”又说:“它既非过去存在,亦非将来存在,全部一起,而只是存在。”又说:“因为存在邻近存在。”如果他说“全部一起”以及“存在邻近存在”,那么他就已知晓多数性存在于诸存在者之中。但由于他们的论述不是关于自然事物,而是关于理知之物,因此正是因为观照到理知之物之中的统一性与不变性,他们才这样称呼它们。 “针对巴门尼德,论辩的方式亦属同一,以及倘若有某些其他特有的论辩”。这就是说:我们将以同样的论辩方式来驳斥巴门尼德,当他说存在者是一且不动时;因为他本人同样既采纳了假的前提,又以不成三段论的方式进行推论。因此,如果针对他也同样适用同一种论辩方式,显明的是我们将同样化解他的论辩,一部分通过驳斥其前提为假,另一部分则通过驳斥其推论不成三段论。因此,通过与对付麦里梭相同的论辩方式,以及通过特有的其他方式,他将被驳斥。有人说,他[亚里士多德]曾专门写过一本针对巴门尼德意见的著作,他现在正是通过说“以及倘若有某些其他特有的论辩”来暗指这一点的。

语法注2 条
  1. 1.37ἐκ τῶν παρ’ αὐτοῦ τοῦ Παρμενίδου τὴν διάνοιαν αὐτοῦ ἑλεῖν

    介词短语 ἐκ τῶν παρ’ αὐτοῦ τοῦ Παρμενίδου 带有定冠词中性复数实质化用法 τῶν,意为“从出自巴门尼德本人的话语/著作中”,修饰不定词 ἑλεῖν(αἱρέω 的不定过去时不定词,“把握、抓取”),构成非人称结构 δεῖ... ἡμᾶς... ἑλεῖν 的核心。

  2. 1.37γεγράφθαι αὐτῷ ἰδίᾳ βιβλίον

    在间接引语中,完成时被动不定词 γεγράφθαι 以 βιβλίον 为主语,与格 αὐτῷ 用作完成时被动语态的行为主体与格,指代亚里士多德(“由他专门写了一本书”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:64.13-65.24