- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:647.25-649.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德借助字母图式论证了穿越虚空的运动是不可能的。首先,由于虚空与物体(充满之物)之间不可能存在比例,穿越虚空的运动时间无法设定为有限时间;其次,他展开论证,指出在穿越整个虚空的同一有限时间内,按比例亦将穿越某一部分空气。
τούτων τοίνυν οὕτως ἐχόντων δείκνυσιν ὅτι ἀδύνατον κίνησιν διὰ κενοῦ γενέσθαι, τούτῳ τῷ τρόπῳ· δείκνυσι δὲ ἐπὶ καταγραφῆς, καλεῖ δὲ τὸ μὲν κινούμενον ᾱ, τὸν δὲ ἀέρα δ̄, τὸ δὲ ὕδωρ β̄, χρόνον δὲ τὸν μὲν τῆς διὰ τοῦ ὕδατος κινήσεως γ̄, τὸν δὲ τῆς διὰ τοῦ ἀέρος ε̄, λαμβάνει δὲ ἴσον τῷ ὕδατι καὶ τῷ ἀέρι κενόν, ὃ καλεῖ ζ. εἰ οὖν ἐνδέχεται κινηθῆναι διὰ κενοῦ, ἐπειδὴ πᾶσα κίνησις ἐν χρόνῳ, κεκινήσθω τὸ ᾱ ἔν τινι χρόνῳ διὰ τοῦ κενοῦ τοῦ ζ̄, καὶ ἔστω, φησίν, ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ κενοῦ ὁ η̄. ἐπεὶ οὖν παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον πεπερασμένον λόγος τις, ἀνάγκη καὶ τὸν χρόνον ἐν ᾧ ἐκινήθη διὰ τοῦ κενοῦ ἔχειν τινὰ λόγον πρὸς τὸν χρόνον ἐν ᾧ ἐκινήθη διὰ τοῦ σώματος. εἰ δὲ ὁ χρόνος πρὸς τὸν χρόνον ἔχει λόγον, ὡς δ’ ἂν ἔχωσι πρὸς ἀλλήλους οἱ χρόνοι, οὕτως ἀνάγκη ἔχειν καὶ τὰ δι’ ὧν ἡ κίνησις, καὶ ἔμπαλιν ὃν ἂν ἔχωσι λόγον δι’ ὧν ἡ κίνησις, τοῦτον ἀνάγκη τὸν λόγον ἔχειν καὶ τοὺς χρόνους, εὔδηλον ὅτι ὃν λόγον ἔχει ὁ χρόνος τῆς κινήσεως ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν διὰ τοῦ πλήρους, οἷον τοῦ ὕδατος, τοῦτον τὸν λόγον ἔχει τὸ κενὸν πρὸς τὸ πλῆρες, οἷον εἰ δεκαπλασίων ἐστὶν ὁ χρόνος ἐν ᾧ ἐκινήθη διὰ τοῦ ὕδατος τοῦ χρόνου τοῦ διὰ τοῦ κενοῦ, δεκαπλασίως παχύτερόν ἐστι τὸ ὕδωρ τοῦ κενοῦ, καὶ τὸ κενὸν δηλονότι δεκαπλασίως λεπτομερέστερον τοῦ ὕδατος. ἀλλ’ ἀδύνατον τὸ κενὸν πρὸς τὸ σῶμα λόγον τινὰ ἔχειν. καὶ κατασκευάζει τοῦτο ἐναργῶς. τὸ γὰρ ὑπερέχον, φησί, τινὸς ἔχει αὐτό τε ἐκεῖνο ὅλον οὗ ὑπερέχει, καὶ τὴν ὑπεροχὴν ᾗ ὑπερέχει αὐτοῦ. οἷον τὰ τέσσαρα ὑπερέχει τῶν τριῶν μονάδι· ἔχει οὖν τὰ τέσσαρα τά τε τρία αὐτὰ ὧν ὑπερέχει, καὶ τὴν ὑπεροχὴν ᾗ ὑπερέχει αὐτῶν, λέγω δὴ τὴν μονάδα. ὥσπερ οὖν ὁ ἀριθμὸς τοῦ μηδενὸς οὐχ ὑπερέχει οὐδὲ ἔχει λόγον τινὰ πρὸς τὸ μηδέν (εἰ γὰρ ὑπερέχει τοῦ μηδενὸς ὁ ἀριθμός, σύγκειται δηλονότι ἐκ τῆς ὑπεροχῆς καὶ τοῦ ὑπερεχομένου, ὥστε συγκέοιτο ἂν ἡ τετρὰς ἔκ τε τῶν τεσσάρων· τούτοις γὰρ ὑπερέχει τοῦ μηδενός· καὶ ἐκ τοῦ μηδενός· αὐτοῦ γὰρ ὑπερέχει. τίς οὖν ἡ διαφορὰ τῆς συντιθείσης τετράδος πρὸς τὴν συντιθεμένην;),1 ὥσπερ οὖν ἀνόητον τὸ λέγειν ὅτι ὁ ἀριθμὸς πρὸς τὸ μηδὲν λόγον τινὰ ἔχει καὶ ὑπερέχει αὐτοῦ, οὕτως δηλονότι καὶ ὡσαύτως καταγέλαστον ἂν εἴη τὸ λέγειν σῶμά τι πρὸς τὸ κενὸν λόγον ἔχειν καὶ ὑπερέχειν αὐτοῦ κατὰ παχύτητα· σύγκειται γὰρ ἔκ τε τοῦ κενοῦ καὶ τῆς ὑπεροχῆς, ὥστε τὸ ὕδωρ ἐκ τοῦ κενοῦ καὶ τοῦ ὕδατος συνέστηκεν. ἀλλὰ γελοῖον· ἀδύνατον ἄρα λόγον τινὰ ἔχειν τὸ κενὸν πρὸς τὸ σῶμα. εἰ δὲ τὰ δι’ οὗ μηδένα λόγον ἔχωσι πρὸς ἄλληλα, οὐδὲ αἱ κινήσεις δηλονότι, οὐδὲ οἱ χρόνοι τῶν κινήσεων λόγον ἕξουσι πρὸς ἀλλήλους· ἐδείχθη γὰρ ὅτι ὡς ἔχουσι πρὸς ἄλληλα τὰ δι’ ὧν αἱ κινήσεις, οὕτω καὶ οἱ χρόνοι ἔχουσι, καὶ ἔμπαλιν ὡς οἱ χρόνοι, καὶ τὰ δι’ ὧν. εἰ τοίνυν μηδένα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ σῶμα, οὐδὲ ὁ χρόνος ἐν ᾧ διὰ τοῦ κενοῦ κινεῖται πρὸς τὸν χρόνον ἐν ᾧ διὰ τοῦ σώματος· ἐν οὐδενὶ ἄρα χρόνῳ κινηθήσεται διὰ τοῦ κενοῦ. παντὸς γὰρ χρόνου πεπερασμένου πρὸς πάντα χρόνον πεπερασμένον λόγος τίς ἐστιν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινεῖται. οὐδὲ κινηθήσεται ἄρα οὐδὲν διὰ τοῦ κενοῦ· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ· οὐ γὰρ ἔστιν ἄχρονος κίνησις. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο, δεύτερον δὲ τοιοῦτον. εἰ κινεῖταί τι ἐν χρόνῳ διὰ τοῦ κενοῦ, ἐν ἐλάττονι δηλονότι κινηθήσεται οὗ κινεῖται διὰ τοῦ πλήρους,2 οἷον τοῦ ἀέρος, τῶν αὐτῶν ὄντων, ὡς εἴρηται, διαστημάτων. φέρε γὰρ εἰ ἐν δύο ὥραις κινοῖτο ἐν τῷ ἀέρι, ἐν ἐλάττονι δηλονότι διὰ τοῦ κενοῦ κινηθήσεται, φέρε εἰπεῖν ἐν ἡμίσει ὥρας. ἀλλ’ ἐν τῷ ἡμίσει τούτῳ ἐν ᾧ ἐκινήθη διὰ τοῦ κενοῦ παντός, καὶ τοῦ ἀέρος μόριόν τι δηλονότι κατὰ ἀναλογίαν κινηθήσεται, καλεῖ δὲ τὸ μόριον τοῦ ἀέρος θ.
既然这些情况如此,那么他就以下述方式表明,穿越虚空的运动是不可能发生的:他借助图式进行说明,将运动之物称为 ᾱ,空气称为 δ̄,水称为 β̄,穿过水运动的时间称为 γ̄,穿过空气运动的时间称为 ε̄;他又取一段与水及空气相等的虚空,称之为 ζ。那么,若可能穿过虚空运动,既然一切运动都在时间中,假定 ᾱ 在某个时间内穿过了虚空 ζ̄,且他说,假定它穿过虚空运动的时间为 η̄。既然每一有限时间对每一有限时间都具有某种比例,那么它穿过虚空运动的时间对它穿过物体运动的时间亦必然具有某种比例。而若时间对时间具有比例,且运动所穿过的媒介相互之间的关系,亦必然如同诸时间相互之间的关系一样,反之,诸时间亦必然具有运动所穿过的媒介所具有的比例,那么显而易见,穿过虚空运动的时间对穿过充满之物(例如水)运动的时间所具有的比例,虚空对充满之物亦具有这种比例;例如,若穿过水运动的时间是穿过虚空的时间的十倍,则水比虚空浓密十倍,而虚空显然比水稀薄十倍。然而虚空对物体是不可能具有任何比例的。他清楚地证明了这一点。他说,因为超越某物者,既具有被它超越的那物自身的全体,又具有它超越该物所凭借的超出部分。例如,四超出三一个单位;因此,四既具有被它超越的三本身,又具有它超越三所凭借的超出部分,也就是一个单位。正如数目并不超越无,对无亦不具有任何比例(因为若数目超越无,它显然由超出部分与被超越之物合成,从而四将由四——因为它是凭四超越无的——和无——因为正是无被它超越——合成;那么构成的四与被构成的四之间有什么区别呢?),正如说数目对无具有某种比例并超越它是荒谬的,同样显然,说某一物体对虚空具有比例并在浓密性上超越虚空亦是可笑的;因为它将由虚空与超出部分合成,从而水将由虚空和水构成。但这甚是荒唐;因此虚空对物体不可能具有任何比例。而若所穿越的媒介相互之间不具有任何比例,运动显然亦不具有比例,运动的诸时间相互之间亦不具有比例;因为已经表明,运动所穿过的媒介相互之间如何,诸时间亦如何,反之,诸时间如何,所穿过的媒介亦如何。因此,若虚空对物体不具有任何比例,在其中穿过虚空运动的时间对在其中穿过物体运动的时间亦不[具有比例];因此它在任何时间内都不会穿过虚空运动。因为每一有限时间对每一有限时间都具有某种比例;所以它并非在时间中穿过虚空运动。因此没有任何事物会穿过虚空运动;因为一切运动都在时间中;因为并不存在没有时间的运动。这就是第一项论证,而第二项论证如下:若某物在时间中穿过虚空运动,如前所述在间隔相同的情况下,它在其中运动的时间显然将少于在其中穿过充满之物(例如空气)运动的时间。因为假设它在空气中以两小时运动,它穿过虚空显然将在较少的时间内运动,比如说半小时。但在穿过整个虚空运动的这半小时内,它按比例显然亦将穿过空气的某一部分,他将空气的这一部分称为 θ。
- 4.162τίς οὖν ἡ διαφορὰ τῆς συντιθείσης τετράδος πρὸς τὴν συντιθεμένην;
主动态分词 τῆς συντιθείσης(作为构成者的)与被动态分词 τὴν συντιθεμένην(作为被构成者的)的对举。在设定数目由“超出部分”与“被超越之物”构成的假定下,超越无的 4 将由作为超出部分的 4(构成要素)与无构成,此处指出了作为部分的 4(主动)与作为整体的 4(被动)将同一而毫无区别这一荒谬后果。
- 4.162ἐν ἐλάττονι δηλονότι κινηθήσεται οὗ κινεῖται διὰ τοῦ πλήρους
相对于 ἐν ἐλάττονι[省略 χρόνῳ],关系代词 οὗ 是由表示比较的属格支配词 ἐλάττονι 所吸引的属格(或代表省略的属格先行词 τοῦ χρόνου),是[τοῦ χρόνου] ἐν ᾧ κινεῖται(“少于在其中运动的时间”)的紧缩结构。
