- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:645.27-647.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《物理学》215a24中根据介质的稀密与物体的重量及形状所致的运动速度不等性,着手论证穿越虚空的运动之不可能;斐洛庞奴对此解释了两个原因的划分并阐明了比例论证的前提。
" Ἔτι δὲ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον· ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φερόμενον διὰ δύο αἰτίας." Δείξας ὅτι οὔτε ὡς ποιητικὸν αἴτιόν ἐστι κινήσεως τὸ κενὸν οὔτε ὡς τελικόν, βούλεται λοιπὸν δεῖξαι ὅτι οὔτε ὡς τὸ δι’ οὗ αἴτιόν ἐστι κινήσεως, οἷον ὅτι αἴτιον τὸ κενὸν ὡς δι’ αὐτοῦ φερομένων τῶν σωμάτων, ὥσπερ νῦν δι’ ἀέρος ἢ δι’ ὕδατος ἡ τῶν σωμάτων γίνεται κίνησις. εἰ γὰρ δειχθῇ ὅτι οὐδ’ οὕτως ἐστὶ κινήσεως αἴτιον, οὐδὲ ἐνδέχεται κενοῦ ὄντος κίνησιν δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ φύσιν. δέδεικται δὲ ὅτι οὐδὲ τὴν παρὰ φύσιν· ἔοικεν ἄρα κενοῦ ὄντος μὴ ἐνδέχεσθαι κίνησιν εἶναι. ἀλλὰ μὴν ἔστι κίνησις· κενὸν ἄρα οὐκ ἔστιν, ὅπερ ἐξ ἀρχῆς προέκειτο δεῖξαι. δείκνυσι δὲ ὅτι ἀδύνατον διὰ κενοῦ κίνησιν εἶναι ἐκ τῆς ἀνίσου κινήσεως· ἔστι γάρ τις κίνησις ἡ μὲν θάττων ἡ δὲ βραδυτέρα. ὁρῶμεν οὖν, φησίν, ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι αἱ ἄνισοι κινήσεις διὰ δύο γίνονται αἰτίας, ἢ τῷ διαφέρειν τὸ δι’ οὗ (τὸ γὰρ αὐτὸ βάρος δι’ ὕδατος μὲν κινούμενον βραδύτερον κινηθήσεται, δι’ ἀέρος δὲ ταχύτερον), κἂν τὸ αὐτὸ πάλιν ᾖ δι’ οὗ φέρεται, μὴ ὡσαύτως δὲ ἔχον, ἄνισος γίνεται κίνησις· ὥσπερ γὰρ βραδύτερον δι’ ὕδατος ἐκινεῖτο διὰ τὸ δυσδιαιρετώτερον εἶναι τοῦ ἀέρος διὰ τὴν παχύτητα καὶ δαπανᾶσθαι χρόνον ἐν τῇ διαιρέσει, οὕτως κἂν τὸ αὐτὸ ᾖ δι’ οὗ κινεῖται, οἷον ὁ ἀήρ, φέρηται δὲ νῦν μὲν δι’ ἑστῶτος αὐτοῦ ἄλλοτε δὲ ἀντικινουμένου, θᾶττον φέρεται δι’ ἑστῶτος· ἀνακρουόμενον γὰρ ὑπ’ αὐτοῦ ἐμποδίζεται τοῦ πρόσω·1 δυσχερεστέρα γὰρ ἡ διαίρεσις γίνεται διὰ τὸ ἐξολισθαίνειν κινούμενον τὸν ἀέρα καὶ διὰ τὴν ἀντώθησιν. οὕτω μὲν οὖν ἄνισος ἡ κίνησις γίνεται τοῦ μὲν κινουμένου τοῦ αὐτοῦ ὄντος τοῦ δὲ δι’ οὗ κινεῖται οὐ τοῦ αὐτοῦ, κἂν τὸ αὐτὸ δὲ τὸ δι’ οὗ ᾖ τὸ κινούμενον δὲ μὴ τὸ αὐτό, καὶ οὕτως ἄνισος γίνεται ἡ κίνησις. τὸ γὰρ λιτριαῖον βάρος ἐπὶ τοῦ αὐτοῦ ἀέρος θᾶττον καταφέρεται τοῦ ἡμιλιτριαίου· ἡ γὰρ μείζων ῥοπὴ θᾶττον διαιρεῖ. κἂν ἡ αὐτὴ δὲ ῥοπὴ ᾖ, οἷον διλιτριαία, τοῖς σχήμασι δὲ διαφέρῃ, καὶ τὸ μὲν σφαιρικὸν ᾖ τὸ δὲ πλατύ, θᾶττον τὸ σφαιρικὸν τοῦ πλατέος κατενεχθήσεται διὰ τοῦ αὐτοῦ ἀέρος· ὅσον γὰρ ἂν ᾖ πολυγωνιώτερον, τοσοῦτον θᾶττον ποιεῖται τὴν διαίρεσιν, τὸ δὲ πολυγώνιον προκόπτον ἥξει εἰς τὸ ἀγώνιον, λέγω δὴ τὸ σφαιρικόν. πάντων οὖν ταχύτερον τὸ σφαιρικὸν σχῆμα καταφέρεται (κατὰ σημεῖον γὰρ ποιεῖται τὴν τομήν), τὸ δὲ πλατὺ ἅτε ὑπὸ πλείονος ἀέρος ἀνεχόμενον βραδυτέραν ποιεῖται τὴν τομήν, ὥσπερ τῶν μαχαιρίων τὰ ἀμβλέα. διὸ ὅσῳ σφαιροειδές τι ᾖ, εὐκύλιστον μᾶλλόν ἐστιν, οἷον ὁ κύλινδρος καὶ τὰ πολυγώνια τῶν σχημάτων. διὸ σφαῖρα πάντων μᾶλλον εὐκύλιστος (κατὰ σημεῖον γὰρ ἅπτεται τοῦ ἐπιπέδου), ὁ δὲ κύβος πάντων μᾶλλον δυσκύλιστος· πολλὴν γὰρ τοῦ ἐπιπέδου κατέχει μοῖραν. οὕτως οὖν καὶ ἐπὶ τῶν καταφερομένων τὰ σφαιρικὰ θάττονα ποιεῖ τὴν κίνησιν διὰ τὸ ὑπὸ ὀλίγου ἀνέχεσθαι ἀέρος, τὸ δὲ ὀλίγον τοῦ πλείονος εὐδιαιρετώτερον τὸ αὐτὸ ὄν.2 Αἱ μὲν οὖν αἰτίαι τῆς ἀνίσου κινήσεως αὗται, ἀδύνατον δέ, φησίν, εἰ διὰ κενοῦ γίνοιτο ἡ κίνησις, τὴν αἰτίαν δι’ ἣν ἄνισοι γίνονται αἱ κινήσεις ἀποδοῦναι· ἀνάγκη γὰρ ἰσοταχῶς ἐπὶ κενοῦ πάντα κινεῖσθαι, μᾶλλον δὲ μηδὲ ὅλως δυνατὸν εἶναι κίνησιν ἐπὶ κενοῦ γενέσθαι. δείκνυσι δὲ τοῦτο οὕτως· λαμβάνει δύο τινὰ διαστήματα ἴσα τῷ μήκει, οἷον σταδιαῖα, ἀέρα καὶ ὕδωρ, καὶ ἕν τι καὶ τὸ αὐτὸ δι’ ἀμφοτέρων κινούμενον, ἢ δύο ἰσόρροπα καὶ ἰσοσχήμονα (οὐδὲν γὰρ διαφέρει), οἷον δύο σφαίρας χρυσοῦ λιτριαίας τῷ βάρει· ἐὰν οὖν ἡ μὲν διὰ τοῦ ἀέρος κινηθείη ἡ δὲ διὰ τοῦ ὕδατος, ἐπειδὴ λεπτομερέστερος ὁ ἀὴρ τοῦ ὕδατος, θᾶττον δηλονότι διελεύσεται ἡ ἑτέρα τὸν σταδιαῖον ἀέρα ἢ ἡ ἑτέρα τὸ ὕδωρ. ἕξουσι δή, φησί, τοῦτον τὸν λόγον πρὸς ἀλλήλους οἱ χρόνοι τῶν κινήσεων, ὃν λόγον ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ παχύτητι καὶ λεπτότητι. εἰ γὰρ διπλασίονι λόγῳ λεπτομερέστερος εἴη ὁ ἀὴρ τοῦ ὕδατος, ἀνάγκη καὶ τοὺς χρόνους τῶν κινήσεων τὸν αὐτὸν λόγον ἔχειν ἀντεστραμμένως πρὸς ἀλλήλους· διπλασίων γὰρ ἔσται ὁ χρόνος ἐν ᾧ κινεῖται διὰ τοῦ ὕδατος τοῦ χρόνου ἐν ᾧ κινεῖται διὰ τοῦ ἀέρος, καὶ ὅσῳ λεπτομερέστερόν ἐστι τὸ δι’ οὗ ἡ κίνησις, τοσούτῳ ὁ χρόνος τῆς κινήσεως μειοῦται.
“再者,由下列各点所说之事是显而易见的:因为我们看到,同一重量与物体由于两个原因而运动得更快。” 在表明了虚空既非运动的动力因亦非目的因之后,他接下来意欲表明,虚空作为穿越之媒介亦非运动的原因,也就是说,并非在诸物体穿越虚空而运送这种意义上虚空是原因,正如当下诸物体的运动通过空气或通过水发生那样。因为若能表明它在这一方面亦非运动的原因,那么即便虚空存在,依乎本性的运动亦不可能穿越它而发生。而已经表明的是,反乎本性的运动亦不可能发生;因此看来,若虚空存在,运动就不可能存在。然而运动确实存在;因此虚空并不存在,这正是从一开始就意欲表明的。他由不相等的运动论证了穿越虚空的运动是不可能的;因为运动有较快者与较慢者。他说,因此我们从事实本身看到,不相等的运动是由于两个原因发生的:或是由于穿越之媒介不同(因为同一重量若穿过水运动则运动得较慢,而若穿过空气则较快),而即便它所穿越之媒介再度相同,若状态不相同,亦会发生不相等的运动。因为正如穿过水运动较慢,是由于水因其稠密而比空气更难分割,且时间被耗费在分割之中,同样,即使其运动所穿过的媒介相同,例如空气,但若有时穿过静止的空气被运送,有时穿过逆向运动的空气被运送,穿过静止者被运送得更快;因为由于被它推回,它向前[前进]受到了妨碍;因为由于运动的空气滑开以及反向的推挤,分割变得更为困难。因此,当被运动之物相同而运动所穿过的媒介不相同时,运动就这样成为不相等的;而即便所穿过的媒介相同而被运动之物不相同,运动同样会成为不相等的。因为一磅的重量在同一空气中下落得比半磅的重量更快;因为较大的倾向分割得更快。而即便倾向相同,例如两磅,但若形状相异,且一者为球形另一者为扁平,球形物穿过同一空气下落得将比扁平物更快;因为越是多角形,分割进行得越快,而多角形渐进发展,就会到达无角之物,我指的正是球形。因此球形下落得比一切都快(因为它是依点进行切削的),而扁平物因其受到较多空气的托持,切削进行得较慢,犹如刀具中的钝刀。因此某物越接近球形,就越容易滚动,例如圆柱体和诸形状中的多角形。因此球体比一切都更容易滚动(因为它是依点接触平面的),而立方体比一切都更难滚动;因为它占据了平面的很大一部分。因此在下落之物中,球形物亦由于受到少许空气的托持而使运动更快,而在性质相同的情况下,少许比多数更容易被分割。 不相等运动的原因就是这些;但他说,若运动是通过虚空发生的,要给出运动之所以变得不相等的原因乃是不可能的;因为在虚空中一切事物必然等速运动,更确切地说,在虚空中根本不可能发生运动。他如下表明这一点:他取两个在长度上相等的间隔,例如各有一斯塔德长,一为空气一为水,并取一个且同一的事物穿过二者运动,或者具有相等倾向和相等形状的两个事物(因为这毫无分别),例如重量各为一磅的两个金球。那么,若一者穿过空气被运动,另一者穿过水被运动,由于空气比水更为稀薄,显而易见,一者穿过一斯塔德的空气将快于另一者穿过水。因此他说,运动的诸时间相互之间将具有这样的比例,即空气在稠密与稀薄上对水所具有的比例。因为若空气以两倍的比例比水更为稀薄,那么运动的诸时间相互之间亦必然反向地具有相同的比例;因为穿过水运动的时间将是穿过空气运动的时间的两倍,而运动所穿过的媒介越稀薄,运动的时间就相应地减少得越多。
- 4.162ἐμποδίζεται τοῦ πρόσω
表示妨碍的动词 ἐμποδίζεται 与带有属格冠词 τοῦ 的副词 πρόσω(向前)相结合。这是表示分离或阻碍的属格结构,意为“从向前[行进]中受到妨碍”。
- 4.162τὸ αὐτὸ ὄν
分词短语 τὸ αὐτὸ ὄν 带有一层让步意味(“尽管在性质/种类上是相同的”),修饰前文的 τὸ ὀλίγον。它指明在介质质地相同的条件下,少量空气比多数空气更容易被分割。
