- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:644.15-645.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯针对Bekker 215a19的引文反驳道,虚空中的投射体也会一直运动,直到最初投掷者直接赋予它的动力衰竭为止。随后在215a22的引文中,他解释了针对德谟克利特派散布虚空说的反驳——即若全体皆为虚空则处处退让一致,导致物体将向一切方向运动或无时间地运动——并阐明了该论证在上下文中的定位。
" Ἔτι οὐδεὶς ἂν εἰπεῖν ἔχοι [ὅτι] διὰ τί κινηθὲν στήσεται." Ἕτερον τοῦτό ἐστιν ἐπιχείρημα, ὅτι οὐδὲν κινεῖται ἐν τῷ κενῷ παρὰ φύσιν. φημὶ δὲ ἐγὼ ὅτι ὥσπερ σὺ ὁ τὴν ὤθησιν τοῦ ἀέρος αἰτιώμενος τῆς παρὰ φύσιν κινήσεως μέχρι τοσούτου λέγεις κινεῖσθαι αὐτό, μέχρις ἄν ἐκλυθῇ ἡ ἐνδοθεῖσα τῷ ἀέρι κινητικὴ δύναμις ἐκ τοῦ τὴν ἀρχὴν ὤσαντος, οὕτω δηλονότι κἂν εἰ ἐπὶ κενοῦ παρὰ φύσιν κινηθείη τι, μέχρι τοσούτου ἐκινεῖτο, μέχρις ἂν ἐξασθενήσῃ1 ἡ ἐνδοθεῖσα αὐτῷ κινητικὴ δύναμις ὑπὸ τοῦ τὴν ἀρχὴν ὤσαντος.
“再者,没有人能说出[这被移动之物]在被运动之后为何会停止。” 这是另一个论证,证明没有任何事物在虚空中反乎本性地运动。但我说,正如你这位将反乎本性运动的原因归咎于空气之推挤的人主张,它会一直运动,直到最初推挤者赋予空气的动力消尽为止,显而易见,哪怕有某种事物在虚空中反乎本性地被运动,它也会一直运动,直到最初推挤者赋予它自身的动力衰竭为止。
"Ἔτι νῦν μὲν εἰς τὸ κενὸν διὰ τὸ ὑπείκειν φέρεσθαι δοκεῖ, ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως 〈τὸ〉 τοιοῦτον." Ἕτερον τοῦτο ἐπιχείρημα ἐξ αὐτῶν ὧν λέγουσιν οἱ τὸ κατεσπαρμένον κενὸν ὑποτιθέμενοι ἐν τοῖς σώμασιν, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. νῦν μὲν γάρ, φησί, τὴν αἰτίαν ἀποδίδοτε τοῦ μᾶλλον μὲν κινεῖσθαι ἐν ἀέρι ἧττον δὲ ἐν ὕδατι ἐν δὲ τῇ γῇ μηδαμῶς, ἐπειδὴ πάντα μὲν ἐκ τῆς τοῦ κενοῦ συμπλοκῆς καὶ τῶν ἀτόμων συνέστηκεν, οὐχ ὁμοία δὲ ἐν πᾶσιν ἡ συμπλοκή, ἀλλ’ εἰσὶ τὰ κενὰ ἢ μείζονα ἢ ἐλάττονα ἐν τοῖς σώμασι. διὰ τοῦτο ἐν μὲν τῷ ἀέρι θᾶττον κινεῖται, διότι μεγαλομερῆ ἐστι τὰ τοῦ ἀέρος κενά· ὠθούμεναι οὖν αἱ τοῦ ἀέρος ἄτομοι ὑπὸ τοῦ κινουμένου ῥᾳδίως εἰς τὰ κενὰ χωροῦσι καὶ διδόασι τὴν πάροδον τῷ κινουμένῳ. ἐν δὲ τῷ ὕδατι βραδυτέρα ἡ κίνησις· μικρότερα γὰρ τὰ κενά, καὶ ἡ πίλησις οὖν ἡ εἰς αὐτὰ χρονιωτέρα. ἐν δὲ τῇ γῇ διὰ τὸ πάνυ μικρομερῆ εἶναι τὰ κενὰ κίνησις οὐ γίνεται· οὐ γὰρ δύνανται εἰς αὐτὰ πιληθῆναι αἱ ἄτομοι. εἰ τοίνυν, φησίν, ἐπὶ τούτων οὕτως ἡ κίνησις γίνεται, ἐὰν ὅλον ᾖ κενόν, ποῦ οἰσθήσεται, φησίν; οὐ γὰρ ἄλλο ἄλλου μέρος τοῦ κενοῦ μᾶλλον ὑπεικτικόν, ἀλλὰ πάντῃ οὐδὲν ἐμποδίσει· ὥστε πανταχοῦ ὁμοίως οἰσθήσεται. νῦν μὲν γὰρ ὅπῃ τῷ ὠθοῦντι παρείκουσιν αἱ ἄτομοι, κινεῖται τὰ κινούμενα ἢ ἄνω ἢ κάτω ἢ ἀλλαχοῦ, ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως ὄντος ὑπεικτικοῦ, εἰ δεῖ ὑπεικτικὸν εἰπεῖν τὸ κενόν, μᾶλλον δὲ μηδαμῇ μηδαμῶς ἐμποδίζοντος, εὔλογον τὸ πανταχοῦ φέρεσθαι τὸ κινούμενον, καὶ μηδὲν μᾶλλον ὧδε ἢ ὧδε. τοῦτο δὲ ἄλογον καὶ ἀδύνατον. καὶ εἰ ὅσῳ μεγαλομερῆ εἰσι τὰ κενά, τοσούτῳ θᾶττον ἡ κίνησις, ἐὰν ἄρα ὅλον ᾖ κενόν, ἀχρόνως ἐν αὐτῷ κινηθήσεται. τοῦτο δὲ τὸ ἐπιχείρημα δυνατὸν μὲν καὶ ὡς συνεχὲς τοῖς ἀνωτέρω λαβεῖν, ὅτι νῦν μὲν ἴσως τοῦ τὰ παρὰ φύσιν κινούμενα μὴ ὁμοίως διὰ παντὸς φέρεσθαι ταύτην ἂν ἀποδοῖεν τὴν αἰτίαν, ἐὰν δὲ ὅλον ᾖ κενόν, τί ἂν εἴποιεν; ἢ γὰρ ἀχρόνως οἰσθήσεται ἢ πανταχοῦ. μᾶλλον 〈δὲ〉 διὰ τοῦτο τὸ ἐπιχείρημα εἴρηται ὅτι οὔτε ὡς τὸ δι’ οὗ δυνατὸν διὰ κενοῦ γενέσθαι τὴν κίνησιν.2 οὔτε γὰρ τὸ θᾶττον ἔσται ἐν αὐτῷ καὶ βραδύτερον, οὔτε τὸ ὧδε μᾶλλον ἢ ὧδε· πανταχοῦ γὰρ ὁμοίως. ὥστε τοῖς ἑξῆς μᾶλλον συντακτέον αὐτό, οὐ τοῖς ἔμπροσθεν.
“再者,在当下,它似乎是因为退让而被运入虚空,而在虚空中,这种情况到处都同样。” 这是从那些主张在物体中散布着虚空的人——即德谟克利特派——自身所说的话中得出的另一个论证。因为他说:在当下,你们把在空气中运动较多、在水中较少、而在土中则完全不运动的原因归结为:一切事物都由虚空与原子的交织构成,但这交织在一切事物中并不相同,物体中的虚空或大或小。因此在空气中运动得更快,因为空气的虚空是由大孔隙构成的;于是空气的原子被运动之物推挤,便轻易地进入虚空中,给运动之物让出通路。但在水中运动较慢;因为虚空较小,因而挤压进入其中的时间更长。而在土中,由于虚空是由极微小的孔隙构成的,因而没有运动发生;因为原子无法被挤压进入其中。他说,如果运动在这些情况下是这样发生的,那么如果全体都是虚空,它将被运向何处呢?因为虚空的这一部分并不比另一部分更容易退让,而是在任何地方都没有任何妨碍;所以它在任何地方都将同样被运送。因为在当下,原子向何处顺从推挤者,运动之物就向何处——或上或下或至别处——运动,但在虚空中,既然到处都同样退让——如果应当称虚空为退让的话——或者更确切地说,既然它在任何方面、任何意义上都不妨碍,那么运动之物被运向所有地方,且并不朝向这里多于朝向那里,就是合乎情理的。但这既不合逻辑也是不可能的。而且,如果虚空的孔隙越大,运动就越快,那么如果全体都是虚空,它在其中就将无时间地运动。这一个论证也可以被理解为与上文相承接:即在当下,反乎本性而运动之物并非始终一致地被运送,他们或许会以此作为原因,但如果全体都是虚空,他们会说什么呢?因为它要么无时间地、要么向所有地方被运送。但更确切地说,提出这个论证是因为:运动通过作为穿越之媒介的虚空而发生,也是不可能的。因为在其中既不会有更快和更慢,也不会向这里多于向那里;因为到处都同样。因此,应当将它更多地与后文联系起来,而不是与前文联系起来。
- 4.160κἂν εἰ ἐπὶ κενοῦ παρὰ φύσιν κινηθείη τι, μέχρι τοσούτου ἐκινεῖτο, μέχρις ἂν ἐξασθενήσῃ
主句的 ἐκινεῖτο(未完成过去时直陈式)与条件从句 κἂν εἰ ... κινηθείη(ἄν 被提前包含在 κἄν 中)构成潜在/非现实归结句。与之对应的以 μέχρις ἄν ἐξασθενήσῃ(接虚拟式)引导的时间从句表示极限(“直到衰竭为止”),与前半句的结构(μέχρι τοσούτου λέγεις κινεῖσθαι ... μέχρις ἄν ἐκλυθῇ)形成严格的对应平衡。
- 4.161οὔτε ὡς τὸ δι’ οὗ δυνατὸν διὰ κενοῦ γενέσθαι τὴν κίνησιν
短语 ὡς τὸ δι' οὗ 作名词性表达,指代运动发生于其中的媒介(“作为穿行之媒介”)。它与介词短语 διὰ κενοῦ(穿过虚空)并置,表达即使作为物体所穿行的媒介,通过虚空的运动也是不可能发生的。
