← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§642.27-644.14

虚空中本性运动与强迫运动的可能性

本段评注亚里士多德《物理学》215a2–215a14,考察了关于虚空中不可能存在本性运动与强迫运动的论证。菲洛波庞指出虚空作为缺乏态的涵义,并通过投射体运动中投掷者的直接推力才是原初的这一事实,反驳亚里士多德并主张在虚空中运动依然可能发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.155

" Ἀνάγκη δὲ ἄνπερ ᾖ βίαιος, 〈εἶναι καὶ τὴν κατὰ φύσιν· ἡ μὲν γὰρ βίαιος〉 παρὰ φύσιν." Ἐπειδὴ διεῖλε τὴν κίνησιν εἰς τὴν βίαιον καὶ τὴν κατὰ φύσιν, συμβάλλεται δὲ αὐτῷ πρὸς τὴν δεῖξιν ἡ παρὰ φύσιν, διὰ τοῦτό φησιν ὅτι ἐὰν ἡ βίαιος κίνησις, ἔστι καὶ ἡ παρὰ φύσιν·1 οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ βίᾳ ἢ παρὰ φύσιν. εἰ τοίνυν ἔστι παρὰ φύσιν κίνησις κενοῦ ὄντος, δεῖ προηγεῖσθαι τὴν κατὰ φύσιν· ἀλλὰ μὴν ἡ κατὰ φύσιν οὐκ ἔστιν, οὐδὲ ἡ παρὰ φύσιν ἄρα. δείκνυσι δὲ ἐφεξῆς πῶς οὐκ ἔστιν ἡ κατὰ φύσιν, ἀλλ’ ἐπειδὴ τὸ μὴ εἶναι τὴν κατὰ φύσιν κίνησιν ἐπὶ τοῦ κενοῦ οὐδεὶς λόγος ἀναγκαῖος ἀπέδειξεν, οὐκ ἂν ταύτῃ ἀναιροῖτο ἡ παρὰ φύσιν. καὶ οὐ δήπου λέγω ὅτι κενόν ἐστιν ἐνεργείᾳ τὸ δι’ οὗ κινοῦνται τὰ κινούμενα, ἀλλ’ ὅτι κἂν κενὸν ἦν, οὐδὲν ἐκώλυεν εἶναι κίνησιν.

“而如果存在强迫的[运动],就必然[也存在合乎本性的运动;因为强迫的运动是]反乎本性的。” 既然他将运动区分为强迫的运动与合乎本性的运动,而反乎本性的运动有助于他的证明,因此他说,如果存在强迫的运动,也就存在反乎本性的运动;因为受强力之物无非就是反乎本性之物。因此,如果当虚空存在时有反乎本性的运动,合乎本性的运动就必须先行;然而合乎本性的运动并不存在,所以反乎本性的运动也就不存在。他接下来展示了合乎本性的运动如何不存在;但既然没有任何必然的论据证明了在虚空中不存在合乎本性的运动,反乎本性的运动也就不会通过这种方式被取消。而我当然不是说运动之物穿行于其中的[媒介]在现实上是虚空,而是说即便它是虚空,也没有任何事物妨碍运动的存在。

§4.156

"Τὸ δὲ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι." Οὐχ ὅτι μηδαμῇ μηδαμῶς ὄν ἐστιν, ἀλλ’ ὥσπερ ἡ ὕλη καὶ στέρησις λέγεται καὶ τὸ μὴ ὂν τῷ μηδὲν εἶναι τῶν φυσικῶν σωμάτων ἐνεργείᾳ,2 οὕτω δὴ καὶ τὸ κενὸν τῷ μηδὲν εἶναι τῶν πεφυκότων ἐγγίνεσθαι ἐν αὐτῷ σωμάτων καὶ στέρησις λέγοιτ’ ἂν καὶ τὸ μὴ ὄν.

“而虚空似乎是某种非有和缺乏。” 这并不是说它在任何方面、任何意义上都是非有,而是正如质料由于在现实上绝非任何自然物体而被称为缺乏和非有,虚空也同样由于绝非自然生成于其中的任何物体,而可以被称为缺乏和非有。

§4.157

"Ἡ δὲ φύσει φορὰ διάφορος." Τὰ μὲν γὰρ ἄνω κατὰ φύσιν κινεῖται, τὰ δὲ κάτω· ὥστε διάφοροι αἱ φυσικαὶ κινήσεις.

“而依本性的位移是各异的。” 因为有些物体合乎本性地向上运动,而另一些则向下运动;所以自然运动是各异的。

§4.158

"Ὥστε ἔσται τὰ φύσει διάφορα." Τουτέστι τὰ φύσει κινούμενα. εἰ δὲ τὰ κινούμενα κατὰ φύσιν διάφορα, ἐν δὲ τῷ κενῷ οὐδεμία ἐστὶ διαφορὰ ἐφ’ ὃ κινοῦνται, δυοῖν ἀνάγκη θάτερον, ἢ μὴ γίνεσθαι ἐπὶ κενοῦ κίνησιν, ἢ μηδὲν κατὰ φύσιν κινεῖσθαι.

“因而依本性之物将是各异的。” 也就是说,依本性而运动之物。而如果合乎本性而运动之物是各异的,但在虚空中它们所朝向运动之处却没有任何差异,那么二者必居其一:要么在虚空中不发生运动,要么没有任何物体合乎本性地运动。

§4.159

"Ἔτι νῦν μὲν κινεῖται τοῦ ὤσαντος οὐχ ἁπτομένου." Ἔνθεν αὐτὸ καθ’ αὑτὸ κατασκευάζει τὸ μὴ ἂν γενέσθαι ἐν τῷ κενῷ παρὰ φύσιν κίνησιν. τὸ δὲ οὐχ ἁπτομένου τοῦ ὤσαντος ἀντὶ τοῦ οὐ μέχρις ἂν κινῆται ἁπτομένου,3 ἐπείτοι γε ἐν τῷ ὠθεῖν δηλονότι ἥπτετο τοῦ βέλους ἢ τοῦ λίθου. ἐπειδὴ δὲ οὐκ ἐναπολαβοῦσα ἡ χεὶρ μεταξὺ ἑαυτῆς καὶ τοῦ λίθου ἀέρα τινά, οὕτως τῷ ὠθεῖν τὸν ἀέρα ὠθεῖ τὸν λίθον, ὁμοίως δὲ οὐδὲ ἡ νευρὰ μεταξὺ ἑαυτῆς καὶ τοῦ βέλους, ἀλλ’ ἐφαρμόζουσιν αἱ ἐπιφάνειαι ἀλλήλαις, ἥ τε τοῦ ῥιπτοῦντος καὶ ἡ τοῦ ῥιπτουμένου, πότερον πρὶν ἅψασθαι τοῦ ῥιπτουμένου ὄπισθεν τὸν ἀέρα, καὶ οὕτως ὠθῆσαι αὐτό, γίνεται τις κίνησις τῷ λίθῳ ὑπ’ αὐτῆς τῆς χειρὸς ἀμέσως ἢ τῷ βέλει ὑπὸ τῆς νευρᾶς, ἢ οὔ;4 εἰ μὲν οὖν μηδεμία ὦσις γίνεται ὑπὸ τῆς χειρὸς ἢ τῆς νευρᾶς, οὐκ ἔδει ἐν τῷ ὠθεῖσθαι τὸν λίθον ἐπὶ τὸν παρὰ φύσιν τόπον διίστασθαί ποτε τῆς χειρός· οὔτε γὰρ ὑπὸ τῆς ἐμφύτου ὁρμῆς ἐπὶ τὸ παρὰ φύσιν φέρεται, οὔτε ἡ χεὶρ ἀμέσως ὠθῆσαι αὐτὸν δύναται. νῦν δὲ ὠθεῖται μηδενὸς μεταξὺ ἐναπειλημμένου ἀέρος· ὥστε εἰ μὴ ἔστι μεταξύ τις ἀήρ, τὸ πρώτως ὠθῆσαν ἡ χείρ ἐστιν ἢ ἡ νευρά, εἰ καὶ ὁ ἀὴρ λοιπόν, ὥς φασι, τὴν ὤθησιν διαδέχεται. εἰ δὲ ἐνδέχεται ὅλως ὑπὸ τῆς χειρὸς ἀμέσως γενέσθαι ὤθησιν, τί κωλύει καὶ ἐπὶ κενοῦ τὸ αὐτὸ τοῦτο γενέσθαι; οὐδὲν γάρ μοι διαφέρει τὸ ἐπὶ πλέον ἢ ἔλαττον διὰ κενοῦ ἢ διὰ σώματος γενέσθαι.

“再者,在当下,[被投射之物]是在推挤者不触碰的情况下运动的。” 从这里开始,他独立地确立了在虚空中不可能发生反乎本性的运动。而“在推挤者不触碰的情况下”,是代替“在它运动期间并非一直触碰着”,因为在推挤时,他显然曾触碰过箭矢或石块。并且,既然手并不是在自身与石块之间截留了某种空气,从而以推挤空气的方式推挤石块,弓弦在自身与箭矢之间同样也不是如此,而是投掷者的表面与被投掷之物的表面彼此贴合,那么,在空气从后方触碰被投掷之物并以此推挤它之前,石块是否由手本身、箭矢是否由弓弦直接产生了某种运动,还是没有产生呢?因此,如果手或弓弦没有产生任何推力,那么石块在被推向反乎本性的处所时,就绝不应当与手分离;因为它既非借由天生的冲力被运向反乎本性之处,手也无法直接推挤它。然而实际上,它是在中间没有任何截留空气的情况下被推挤的;因此,如果中间没有任何空气,那么首先推挤之物就是手或弓弦,即便正如他们所说,空气随后接替了这一推挤。而如果由手直接产生推力总归是可能的,那么在虚空中发生这同一件事又有何妨碍呢?因为对我而言,通过虚空还是通过物体,发生得更多还是更少,并没有任何区别。

语法注4 条
  1. 4.155ἐὰν ἡ βίαιος κίνησις, ἔστι καὶ ἡ παρὰ φύσιν

    条件从句 ἐάν 中省略了动词 ᾖ。这是注释家对亚里士多德引文(ἄνπερ ᾖ βίαιος)的意译发挥,需在句意中补足系动词 ᾖ,即“如果存在强迫的运动”。

  2. 4.156τῷ μηδὲν εἶναι τῶν φυσικῶν σωμάτων ἐνεργείᾳ

    由与格定冠词与不定词构成的表达原因的句式(τῷ ... εἶναι,“由于在现实上绝非任何自然物体”)。不定词的主语为承前省略的“质料”(ἡ ὕλη),在后文平行的从句中,主语则为隐涵的“虚空”(τὸ κενόν)。

  3. 4.159τὸ δὲ οὐχ ἁπτομένου τοῦ ὤσαντος ἀντὶ τοῦ οὐ μέχρις ἂν κινῆται ἁπτομένου

    带名词化定冠词的 ἀντὶ τοῦ 是评注中表示语词替换或释义的标准公式。菲洛波诺斯在此阐明,亚里士多德原文中的独立属格结构 οὐχ ἁπτομένου τοῦ ὤσαντος 应当理解为时间上的持续否定,即“在它运动期间并非一直触碰着”,而非完全未曾触碰。

  4. 4.159πότερον πρὶν ἅψασθαι τοῦ ῥιπτουμένου ὄπισθεν τὸν ἀέρα, καὶ οὕτως ὠθῆσαι αὐτό, γίνεται τις κίνησις τῷ λίθῳ ὑπ’ αὐτῆς τῆς χειρὸς ἀμέσως ἢ τῷ βέλει ὑπὸ τῆς νευρᾶς, ἢ οὔ;

    由 πότερον ... ἢ οὔ 引出的双重直接疑问句(“是……还是不是?”)。句子的核心骨架是 γίνεται τις κίνησις ... ἢ οὔ(“是否产生了某种运动,抑或没有?”),其前插入了由 πρὶν 引导的时间从句 πρὶν ἅψασθαι ... καὶ οὕτως ὠθῆσαι αὐτό(“在空气从后方触碰被投掷之物并以此推挤它之前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:642.27-644.14