- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:641.13-642.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐罗庞努斯论证了抛射体的运动原因并非周围的空气,而是由投掷者直接赋予抛射体的非物体动力(冲力),由此表明即便在虚空中抛射运动也完全可能成立。
ἐρωτητέον τοὺς ταῦτα λέγοντας· ἆρα ὅταν τις ῥιπτῇ βίᾳ λίθον, τῷ ὠθεῖν τὸν κατόπιν τοῦ λίθου ἀέρα, οὕτως βιάζεται τὸν λίθον ἐπὶ τὴν παρὰ φύσιν κίνησιν; ἢ ἐνδίδωσί τινα καὶ τῷ λίθῳ δύναμιν κινητικὴν ὁ ὠθῶν; εἰ μὲν οὖν μηδεμίαν ἐνδίδωσι τῷ λίθῳ δύναμιν, ἀλλὰ μόνον τῷ ὠθεῖν τὸν ἀέρα οὕτω κινεῖ τὸν λίθον ἢ τὸ βέλος ἡ νευρά, τίς ἦν χρεία ἢ ἅπτεσθαι τῆς χειρὸς τὸν λίθον ἢ τῆς γλυφίδος τοῦ βέλους τὴν νευράν; δυνατὸν γὰρ ἦν καὶ μὴ ἁψάμενον τούτων, ἀλλ’ οἷον στήσαντα τὸ βέλος ἐπ’ ἄκρου ξύλου, οἷον ἐπί τινος λεπτῆς γραμμῆς, ὁμοίως δὲ καὶ τὸν λίθον, μυρίαις μηχαναῖς πολύν τινα κινεῖν ὄπισθεν ἀέρα. καὶ δῆλον ὅτι ὅσῳ πλείων καὶ πλείονι βίᾳ ὁ ἀὴρ ἐκινεῖτο, μᾶλλον ὠθεῖν ὤφειλε καὶ ἐπὶ πλεῖον ἐξακοντίζειν. νῦν δὲ οὐδ’ ἂν ὡς ἐπὶ ἀπλατοῦς τῷ ὄντι γραμμῆς ἢ σημείου στήσῃς τὸ βέλος ἢ τὸν λίθον, καὶ τὸν πάντα πάσῃ ῥύμῃ κινήσῃς ὄπισθεν ἀέρα, οὐδ’ ἂν πηχυαῖον διάστημα κινηθείη τὸ βέλος. εἰ τοίνυν πλείονι ῥύμῃ κινηθεὶς ὁ ἀὴρ οὐκ ἐκίνησεν, εὔδηλον ὅτι οὐδὲ ἐπὶ τῶν ῥιπτούντων ἢ τοξευόντων ὁ ὠθούμενος ὑπὸ τῆς χειρὸς ἢ τῆς νευρᾶς ἀὴρ οὗτός ἐστιν ὁ κινῶν· τί γὰρ μᾶλλον ἁπτομένου τοῦ ῥιπτοῦντος τοῦ ῥιπτουμένου ἢ μή, τοῦτο συμβαίνειν ὤφειλε;1 καὶ ἄλλως εἰ συνεχές ἐστι τὸ ἁπτόμενον τὸ βέλος τῆς νευρᾶς καὶ ἡ χεὶρ τοῦ λίθου, καὶ οὐδέν ἐστι τὸ μεταξύ, ποῖος ἄν εἴη ὁ ἐξόπισθεν κινούμενος ἀήρ; εἰ δὲ ὁ ἐκ πλαγίων κινεῖται, τί πρὸς τὸ ῥιπτούμενον; ἐκπίπτει γὰρ αὐτοῦ ἐκεῖνος. Ἐκ τούτων δὴ καὶ πολλῶν ἄλλων συνιδεῖν ἔστιν ὡς ἀδύνατον τούτῳ κινεῖσθαι τῷ τρόπῳ τὰ βίᾳ κινούμενα, ἀλλ’ ἀνάγκη κινητικήν τινα δύναμιν ἀσώματον ἐνδίδοσθαι ὑπὸ τοῦ ῥιπτοῦντος τῷ ῥιπτουμένῳ, καὶ ἢ μηδ’ ὅλως τὸν ὠσθέντα ἀέρα πρὸς ταύτην τὴν κίνησιν συμβάλλεσθαι, ἢ βραχύ τι. εἰ δὲ ταύτῃ κινεῖται τὰ βίᾳ κινούμενα, δῆλον δήπου ὅτι κἂν ἐπὶ κενοῦ ῥιπτῇ τις βέλος ἢ λίθον βίᾳ καὶ παρὰ φύσιν, τὸ αὐτὸ πολλῷ μᾶλλον συμβήσεται, καὶ οὐ δεήσεταί τινος ἔξωθεν τοῦ ὠθοῦντος. καὶ οὐ δήπου ἀπορώτερος ἔσται οὗτος ὁ λόγος ὑπὸ τῆς ἐναργείας μαρτυρούμενος (λέγω δὴ ὅτι ἐνέργειά τις ἀσώματος κινητικὴ ἐνδίδοται ὑπὸ τοῦ ῥιπτοῦντος τῷ ῥιπτουμένῳ, ὅθεν δεῖ τὸν ῥιπτοῦντα ἅπτεσθαι τοῦ ῥιπτουμένου) τοῦ ἐνεργείας τινὰς ἀφικνεῖσθαι τῶν ὁρατῶν πρὸς τὰς ὄψεις,2 ὡς Ἀριστοτέλει δοκεῖ. ὁρῶμεν γὰρ καὶ ἐκ τῶν χρωμάτων ἐνεργείας τινὰς ἀσωμάτως ἀφικνουμένας καὶ χρωννυούσας τὰ προκείμενα στερεὰ σώματα, ὅταν ἀκτὶς ἡλίου διὰ τῶν χρωμάτων προσβάλῃ, ὥσπερ ἔστιν ἐναργῶς ἰδεῖν, ὅταν διὰ τῶν κεχρωματισμένων σπέκλων προσβάλῃ ἀκτὶς ἡλιακή· ᾧ γὰρ ἂν στερεῷ σώματι προσπέσῃ ἡ διὰ τοῦ σπέκλου προσπίπτουσα ἀκτίς, τοῦτο χρώννυσιν ὁμοίως τῷ δι’ οὗ προσέπεσε χρώματι. δῆλον οὖν ὅτι ἐπιγίνονται ἐνέργειαί τινες ἀσωμάτως ἐξ ἄλλων εἰς ἄλλα. ἔπειτα εἰ τὸ μὲν ῥιπτούμενόν ἐστιν ὁ λίθος ἢ τὸ βέλος, τὸ δὲ κινοῦν καὶ ἀποβιαζόμενον ὁ ἄνθρωπος, τί ἐκώλυε καὶ κενοῦ ὄντος τοῦ μεταξὺ ῥῖψαί τι; εἰ γὰρ νῦν σώματος ὄντος τοῦ μεταξὺ καὶ τοῦ ἐμποδίζοντος ταῖς κινήσεσι τῶν σωμάτων καὶ δεομένων τῶν κινουμένων διελεῖν τὸ μεταξὺ ὅμως κινοῦνται, τί ἐκώλυε κενοῦ ὄντος τοῦ μεταξὺ ῥῖψαι βέλος ἢ λίθον ἤ τι τοιοῦτον ὄντος καὶ τοῦ ῥιπτοῦντος καὶ τοῦ ῥιπτουμένου καὶ τῆς χώρας;
我们必须向主张这些说法的人发问:当有人用强力投掷石块时,他是通过推挤石块后方的空气,从而以这种方式强迫石块进行反乎本性的运动呢?还是推挤者也赋予了石块某种动力?因此,如果他未赋予石块任何力量,而仅仅是通过推挤空气以此运动石块,抑或弓弦以此运动箭矢,那么石块触碰手或弓弦触碰箭尾凹槽又何需之有呢?因为即便不触碰这些,而比如将箭矢立在木片顶端,如同立在某条细线上,同样也将石块如此安置,借由无数机关在后方运动大量空气,本来也是可能的。并且显然,空气被运动得越多且力量越大,它就理应推挤得越强并射出得越远。然而实际上,即便你将箭矢或石块立在真正无宽度的线或点上,并以全部势头运动后方的所有空气,箭矢甚至连一肘的距离都不会被运动。因此,如果以更大势头运动的空气并未使之运动,那么十分显然的是,在投掷者或射箭者的情况下,被手或弓弦推挤的空气绝非推动之物;因为投掷者触碰被投掷之物,何以比不触碰时更理应发生此事呢?再者,如果触碰之物——即箭矢触碰弓弦以及手触碰石块——是连续的且其间一无所有,那么在后方被运动的空气又可能是什么呢?而如果是侧面的空气被运动,这同被投掷之物又有何相干?因为那一空气已偏离了它。 由这些以及许多其他论据确实可以看出,受强力运动之物不可能以这种方式运动,而是必然由投掷者向被投掷之物赋予某种非物体的动力,而被推挤的空气要么对这一运动完全毫无作用,要么仅起微小的作用。而如果受强力运动之物是以这种方式运动,那么显而易见,即便有人在虚空中以强力且反乎本性地投掷箭矢或石块,同样的事情将更加发生,并且它根本无需任何外在之物来推挤。而这一由明瞭的事实所见证的论述(我指的是某种非物体的动能现实被投掷者赋予被投掷之物,因而投掷者必须触碰被投掷之物),绝不可能比可见之物的某些现实达到视线这一论述(正如亚里士多德所认为的那样)更为疑难。因为我们也看到,当阳光穿透颜色照射时,某些现实亦从颜色中非物体地达到并染附前方的固体物体,正如在阳光穿透彩色玻璃薄片照射时可以清晰看到的那样;因为穿过玻璃薄片照射的阳光无论落在何种固体物体上,都会将其染上与阳光所穿透之颜色相似的色彩。因此显然,某些现实非物体地从某些事物生发进入另一些事物。此外,如果被投掷之物是石块或箭矢,而运动并强行施力之物是人,那么其中介物即便为虚空,又有何妨碍投掷某物呢?因为如果在当下,中介物作为物体且阻碍着物体的运动,且运动之物需要分割中介物,它们尚且仍在运动,那么在投掷者、被投掷之物以及处所皆存在的情况下,中介物即便为虚空,又有何妨碍投掷箭矢、石块或任何此类之物呢?
- 4.154τί γὰρ μᾶλλον ἁπτομένου τοῦ ῥιπτοῦντος τοῦ ῥιπτουμένου ἢ μή, τοῦτο συμβαίνειν ὤφειλε;
独立属格结构 ἁπτομένου τοῦ ῥιπτοῦντος τοῦ ῥιπτουμένου 表示条件,ἢ μή 则与 μᾶλλον 呼应表示比较(“比不触碰时”)。句首的疑问短语 τί μᾶλλον 与 ὤφειλε 搭配构成反问句:“投掷者触碰被投掷之物,何以比不触碰时更理应发生此事呢?”
- 4.154τοῦ ἐνεργείας τινὰς ἀφικνεῖσθαι τῶν ὁρατῶν πρὸς τὰς ὄψεις
由属格冠词 τοῦ 引导的带不定式的宾格结构(τοῦ ... ἀφικνεῖσθαι)用作前方比较级形容词 ἀπορώτερος 的比较属格,句式骨架为:“这一论述(οὗτος ὁ λόγος)绝不可能比可见之物的某些现实达到视线这一论述更为疑难”。
