- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:639.22-641.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯驳斥了以空气互换解释抛体强迫运动的假说(包括前方空气折返至后方说及侧面空气互换说)的种种荒谬之处,随后转向考察被推挤空气随伴并推动抛体的理论。
εἰ μὲν οὖν κατὰ τὸν πρότερον τρόπον εἴπωμεν γίνεσθαι τὴν ἀντιπερίστασιν, λέγω δὴ τὸν ὠσθέντα ἔμπροσθεν ὑπὸ τοῦ βέλους ἀέρα ἀντιπεριστῆναι αὐτῷ εἰς τοὐπίσω καὶ ὠθῆσαι αὐτόν, ἀπορήσοι ἄν τις, τί τὸ βιασάμενον τὸν ἀέρα ἅπαξ εἰς τὸ ἔμπροσθεν ὠσθέντα μηδενὸς ἀντιπαίοντος παλινδρομῆσαι εἰς τοὐπίσω,1 δηλονότι κατὰ πλάγια τοῦ βέλους, καὶ ἐλθόντα ὄπισθεν ἀνακάμψαι πάλιν καὶ ὦσαι τὸ βέλος. τρεῖς γὰρ ἀνάγκη κινήσεις κινηθῆναι·2 ὠσθῆναι γὰρ δεῖ ὑπὸ τοῦ βέλους εἰς τὸ ἔμπροσθεν, εἶτα παλινδρομῆσαι καὶ τὴν αὐτὴν ἀνακάμψαι πάλιν. καίτοι εὐκίνητος ὢν ὁ ἀὴρ καὶ λαβὼν ἀρχὴν κινήσεως ἵεται ἐπὶ πλεῖστον. πῶς οὖν ὁ ὠσθεὶς ὑπὸ τοῦ βέλους ἀὴρ οὐ κινεῖται κατὰ τὴν ἐνδοθεῖσαν ἀρχήν, ἀλλὰ παλινδρομήσας ὥσπερ ἐξ ἐπιτάγματος τὴν αὐτὴν ἀνακάμπτει πάλιν, καὶ παλινδρομήσας οὐ διασκεδάννυται εἰς τὸ ἀχανές, ἀλλ’ ἀκριβῶς τῆς γλυφίδος τοῦ βέλους καταστοχασάμενος αὖθις παλινδρομεῖ πρὸς αὐτὴν καὶ αὐτῆς ἔχεται; ταῦτα μὲν οὖν παντελῶς ἀπίθανα καὶ πλάσμασιν ἐοικότα μᾶλλον. ἔπειτα ὠσθεὶς ὑπὸ τοῦ βέλους ὁ ἔμπροσθεν ἀὴρ δῆλον ὅτι κινεῖταί τινα κίνησιν, κινεῖται δὲ συνεχῶς καὶ τὸ βέλος· πῶς οὖν οἷόν τε τὸν ὠσθέντα ὑπὸ τοῦ βέλους ἀέρα ἀντιπεριστῆναι τῷ βέλει καὶ γενέσθαι εἰς τὸν τόπον, ὃν κατέλειψε τὸ βέλος; πρὶν γὰρ παλινδρομῆσαι τοῦτον, ὅ τε ἐκ πλαγίων τοῦ βέλους ἀὴρ καὶ 〈ὁ〉 ὄπισθεν συμπεσοῦνται καὶ ἀναπληρώσουσι τὸν καταλειφθέντα ὑπὸ τοῦ βέλους τόπον ἀχρόνως διὰ τὴν τοῦ κενοῦ βίαν, καὶ μάλιστά γε ὁ ὄπισθεν συγκινούμενος τῷ βέλει. εἰ δέ τις εἴποι ὅτι ὁ ὠσθεὶς ὑπὸ τοῦ βέλους ἀὴρ παλινδρομήσας ὠθεῖ τὸν ἀντιπεριστάντα τῷ βέλει ἀέρα, καὶ οὕτως ὄπισθεν τοῦ βέλους γενόμενος εἰς τὸν τοῦ ὠσθέντος τόπον ὠθεῖ τὸ βέλος, μάλιστα μὲν οὖν ἀνάγκη ἦν μὴ συνεχῶς κινεῖσθαι τὸ βέλος· πρὶν γὰρ ὠσθῇ ὁ ἐκ πλαγίων ἀντιπεριστὰς ἀήρ, δῆλον ὅτι οὐκ ἐκινεῖτο τὸ βέλος· οὐ γὰρ ἐκίνει οὗτος ὁ ἀήρ. εἰ δὲ καὶ οὗτος ἐκίνει, τίς χρεία τὸν ἔμπροσθεν παλινδρομῆσαι; πῶς δὲ ὅλως ἢ ὑπὸ τίνος ὁ ὠσθεὶς ἔμπροσθεν ἀὴρ ἀρχὴν ἔλαβε τῆς εἰς τὸ ἔμπαλιν κινήσεως; εἰ γὰρ ὅλως ὠθεῖν δύναται τὸν προσπίπτοντα ἀέρα, ὥσπερ νῦν τὸν ἐκ πλαγίων ὤθησε, διὰ τί μὴ πρὸς τὴν ἀρχὴν τῆς κινήσεως, ἣν ἐκ τοῦ βέλους ἔλαβεν, ἐπὶ πλεῖστον τοῦτο ποιεῖ καὶ ὠθεῖ τὸν ἔμπροσθεν προσπίπτοντα ἀεὶ ἀέρα, ἀλλὰ διαύλους καὶ τριαύλους ἐκτὸς τῆς κινούσης αἰτίας ποιεῖ; πολλὰ μὲν οὖν ἐνῆν λέγειν καὶ ἐλέγχειν τὸ πλασματῶδες τῆς ὑποθέσεως, ἱκανὰ δὲ καὶ ταῦτα ὡς πρὸς τὸ προκείμενον. Πρὸς δὲ τὴν ἑτέραν ὑπόθεσιν, τὴν ἀντιπεριίστασθαι λέγουσαν τὸν ἐκ πλαγίων ἀέρα, καὶ τοῦτον ὠσθέντα ὑπὸ τοῦ ἐξ ἀρχῆς ὠσθέντος ἀέρος τοῦ καὶ τὸ βέλος ὤσαντος, οὕτω καὶ αὐτὸν τὸ βέλος ὠθεῖν, φημὶ ὅτι εἰ καὶ ὁ ἐκ πλαγίων ἀὴρ ἀκίνητος ὢν ἀντιπεριίσταται τῷ βέλει καὶ γίνεται εἰς τὸν αὐτοῦ τόπον, πολὺ δήπου εὐλογώτερον τὸν ὠθοῦντα ἀέρα τὸ βέλος ὄπισθεν καὶ οὕτως ὀξέως κινούμενον ὥστε καὶ ἄλλον τὸν ἐκ πλαγίων ἀντιπεριστάμενον κινεῖν, αὐτὸν ἀεὶ τῷ βέλει ἀντιπεριίστασθαι καὶ ὠθεῖν, μέχρις ἂν ἡ ἐξ ἀρχῆς ἐνδοθεῖσα αὐτῷ τῆς κινήσεως ἀρχὴ ἐκλυθῇ. Ταῦτα μὲν πρὸς τὸν λόγον, τὸν τῇ ἀντιπεριστάσει τοῦ ἀέρος λέγοντα κινεῖσθαι τὰ βίᾳ κινούμενα, πρὸς δὲ τὸν ἕτερον λόγον, τὸν λέγοντα ὅτι ὁ ὠσθεὶς ἐξ ἀρχῆς ἀὴρ ἀρχὴν λαβὼν κινήσεως καὶ ὀξύτερον κινούμενος τῆς τοῦ ῥιφέντος κατὰ φύσιν φορᾶς, οὕτως αὐτὸν ὠθεῖ συμπαρομαρτῶν, μέχρις ἂν ἐκλυθῇ ἡ ἐνδοθεῖσα αὐτῷ κινητικὴ δύναμις, ἔχοντα μᾶλλον τὸ πιθανόν,3 ταῦτα ἔστιν εἰπεῖν, ὁ δὲ λεχθησόμενος λόγος ἁρμόσει καὶ πρὸς τὸν ἐκ τῆς ἀντιπεριστάσεως.
因此,如果我们说互换是按照前一种方式发生,我指的是在前方被箭推挤的空气互换到它的后方并推挤它,那么人们定会发问:究竟是什么力量迫使这一旦被向前推挤的空气,在没有任何东西迎面撞击的情况下向后倒流——显然是沿着箭的侧方——并且在来到后方之后再次折返并推挤箭呢?因为空气必然进行三种运动:即它必须被箭向前推挤,随后向后倒流,然后沿着同一道路再次折返。然而空气易于运动,一旦获得运动的发端,便会向前冲出极远。那么,被箭推挤的空气何以不按照被赋予的发端运动,反而像听从命令似地向后倒流并沿着同一道路再次折返,并且向后倒流之后并未消散在旷远空间中,而是精确地瞄准箭的箭尾凹槽,再次向其倒流并附着其上?因此,这些说法完全不可信,反而更近于虚构之辞。此外,在前方被箭推挤的空气显然进行着某种运动,而箭也在连续运动;那么,被箭推挤的空气何以能够同箭互换位置,并进入箭所留下的场所呢?因为在这个空气倒流之前,箭侧面的空气与后方的空气都会汇拢,并由于避免虚空的迫力而在无时间间隔内填补箭所留下的场所,尤其是同箭一同运动的后方空气更是如此。如果有人说,被箭推挤的空气向后倒流之后,推挤了同箭互换位置的空气,并以这种方式来到箭的后方,进入被推挤之物的场所并推挤箭,那么首要之点在于,箭必然无法连续运动;因为在从侧面互换位置的空气被推挤之前,显然箭是不运动的,因为这一空气那时并未推动它。但如果这一空气当时也在推动它,又何需前方空气倒流呢?再者,前方被推挤的空气究竟如何或由何物获得了反方向运动的发端?因为如果它根本能够推挤相遇的空气,正如它刚才推挤侧面空气那样,它为何不按照从箭那里获得的运动发端将这一作用持续极远,并不断推挤前方迎面而来的空气,反而在没有任何推动原因的情况下跑起双重往返与三重往返呢?因此,关于驳斥这一假说的虚构性质,本有许多话可说,但就眼前的议题而言,这些已然足够。而针对另一种假说——即声称侧面的空气发生互换,且该空气被从一开始就被推挤的空气(即同时也推挤了箭的空气)推挤,从而它自身也以这种方式推挤箭——我说:如果侧面的空气在处于静止状态下尚且同箭发生互换并进入其场所,那么在后方推挤箭、且运动得如此迅速以致能推动另一个从侧面互换位置之空气的那个空气,其自身始终同箭发生互换并推挤它,直到一开始被赋予的运动发端衰退为止,这岂不是显然合理得多吗?以上是针对声称受强力运动之物通过空气互换而运动的论述;而针对另一个论述——即声称从一开始被推挤的空气获得了运动发端,并以快于被投掷之物的依本性位移的速度运动,从而在随伴它的同时以这种方式推挤它,直到被赋予它的动力衰退为止,而这一论述具有更大的可信度——可以陈述如下内容;并且即将陈述的论述也将同样适用于基于互换的论述。
- 4.154τί τὸ βιασάμενον τὸν ἀέρα ἅπαξ εἰς τὸ ἔμπροσθεν ὠσθέντα μηδενὸς ἀντιπαίοντος παλινδρομῆσαι εἰς τοὐπίσω
此为疑问句结构,疑问代词 τί 作主语,带冠词分词 τὸ βιασάμενον 作谓语表语,支配宾格 τὸν ἀέρα 及其补足成分不定式 παλινδρομῆσαι(“是什么迫使空气……向后倒流”)。
- 4.154τρεῖς γὰρ ἀνάγκη κινήσεις κινηθῆναι
名词 κινήσεις 与被动不定式 κινηθῆναι 构成同源宾格(同内涵宾格),由非人称结构 ἀνάγκη [ἐστί] 统领,意为“必然进行三种运动”。
- 4.154πρὸς δὲ τὸν ἕτερον λόγον... ἔχοντα μᾶλλον τὸ πιθανόν
宾格分词 ἔχοντα 一致修饰介词短语中的 τὸν ἕτερον λόγον,整句依存于谓语 ταῦτα ἔστιν εἰπεῖν(“针对……另一个论述,可以陈述以下内容”),中间插入了从属短语形成置换离析(hyperbaton)。
