- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:63.4-64.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充说明驳斥巴门尼德大前提(可感觉事物虽为非存在但绝非乌有)之后,注疏者将存在者为一的含义区分为名称或实在、属、种或数、连续体或定义,并论驳了存在者作为连续体或仅作为偶性之假说的逻辑破绽。
τὰ γὰρ αἰσθητὰ πάντα οὐκ ὄντα μέν, διότι μόνως ὄντα τὰ νοητά, οὐ μέντοι οὐδέν· εἰσὶ γάρ τι καὶ τὰ αἰσθητά. ὥστε κἂν τὴν ἐλάττονα πρότασιν ὑποθώμεθα ἀληθεύειν, ἡ μείζων ψευδὴς ἔσται· ἐκ μιᾶς δὲ προτάσεως οὐδὲν συνάγεται. ἄλλως τε πῶς λέγει ἓν τὸ ὂν εἶναι; ἢ γὰρ ὀνόματι ἓν ἔσται ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ· καὶ εἰ τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἢ ὡς τῷ λόγῳ ἕν· τὸ γὰρ ὡς ἀδιαίρετον νῦν παραλιμπάνει,1 διότι οὐδὲ χώραν ἔχει ἐπὶ τῶν ἀνδρῶν τούτων ἡ ὑπόθεσις αὕτη, εἴ γε ὁ μὲν ἄπειρον ἔλεγε τὸ ὄν, ὁ δὲ πεπερασμένον, τὸ δὲ ἄπειρον καὶ τὸ πεπερασμένον τοῦ μεγέθους εἰσίν, τὸ δὲ ἀδιαίρετον οὔτε ἄπειρον οὔτε πεπερασμένον. εἰ μὲν οὖν ὀνόματι μόνῳ ἕν ἐστι τὸ ὂν πραγμάτων ὄντων διαφόρων, αὐτόθεν πολλὰ τὰ ὄντα. εἰ δὲ πράγματι, εἴτε γένει εἴτε εἴδει, πάλιν πολλὰ τὰ ὄντα· πολλὰ γὰρ περιέχει τὸ γένος διαφέροντα τοῖς εἴδεσι καὶ τὸ εἶδος διαφέροντα τοῖς ἀτόμοις. εἰ δὲ τῷ ἀριθμῷ ἓν εἴη τὸ ὄν, εἰ μὲν τῷ λόγῳ ταὐτόν (λέγω δὲ ὡς πολυώνυμον), τὸν Ἡρακλείτου ἐροῦσιν λόγον, ὅνπερ ἤδη εἶπεν (ὥστε τὰ ἐναντία τὰ αὐτὰ ἔσται καὶ ἡ ἀντίφασις, καὶ οὐ μᾶλλον ἔσται τὸ ὂν ἢ οὐκ ἔσται), εἰ δὲ ὡς συνεχὲς ἓν τὸ ὄν, ἀνάγκη τοῦτο, φησίν, οὐσίαν εἶναι μόνον ἢ συμβεβηκὸς μόνον ἢ σύνθετόν τι ἐξ οὐσίας καὶ συμβεβηκότος. εἰ μὲν οὖν σύνθετον ἐξ οὐσίας καὶ συμβεβηκότος, ἐναργῶς πολλὰ τὰ ὄντα. οὐδὲ γάρ, ἐπειδὴ συνυπάρχουσιν ἀλλήλοις ἡ οὐσία καὶ τὰ συμβεβηκότα, ἤδη που ἕν τι καὶ ταὐτόν εἰσι πρᾶγμα· τοῦτο γάρ, φησίν, ἐστὶ καὶ τὸ τῆς πλάνης αἴτιον τῷ Παρμενίδῃ. οὐ συνεῖδε γὰρ ὅτι ἄλλο μέν ἐστι τὸ δεκτικὸν τῶν συμβεβηκότων, ἄλλο δὲ αὐτὰ τὰ συμβεβηκότα, οὐ μόνον πρὸς τὸ ὑποκείμενον, ἀλλὰ καὶ πρὸς ἄλληλα· ταῦτα γὰρ πάντα, εἰ καὶ ἕν τι ἀποτελοῦσιν, ἀλλ’ οὖν ὁ τοῦ εἶναι λόγος ἑκάστου ἕτερός ἐστιν· ἄλλως γὰρ ἀποδώσεις τοῦ ὑποκειμένου, λέγω δὴ τῆς οὐσίας, τὸν ὁρισμόν, καὶ ἄλλως τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν λοιπῶν. ὥστε εἰ οὕτως ὑπόθοιντο τὸ συνεχὲς ἓν εἶναι ὡς σύνθετον ἐξ οὐσίας καὶ συμβεβηκότων, ἐναργῶς πάλιν πολλὰ καὶ οὐχ ἓν τὸ ὄν, εἰ δὲ τὸ ὂν οὐσίαν μόνην ὑπόθοιντο, ὅπερ καὶ εὔλογον ὑπονοεῖν (οὐ γὰρ δήπου τὸ ὂν τοῦτο συμβεβηκὸς ἔλεγον εἶναι) * * * εἶτα μνησθεὶς τῆς οὐσίας, καὶ εἰπὼν ὅτι οὐκ εὔλογον τὸ ὑποτίθεσθαι αὐτοὺς συμβεβηκὸς λέγειν τὸ ὄν, πρότερον αὐτὸ τοῦτο διελέγχει τὸ τμῆμα τῆς διαιρέσεως, εἶτα ἀνατρέχει ἐπὶ τὴν ὑπόθεσιν τὴν τῆς οὐσίας. εἰ γάρ, φησίν, εἴποιμεν τὸ ὂν συμβεβηκὸς εἶναι, ἐπειδὴ τὸ συμβεβηκὸς τινὶ συμβέβηκε, λέγω δὴ τῇ οὐσίᾳ, ἀνάγκη εἶναί τι τοῦτο ᾧ συμβέβηκεν· ἔστιν ἄρα ἡ οὐσία. ἀλλ’ ἐπειδὴ μόνον τὸ συμβεβηκὸς ὄν ἐστι, δῆλον ὅτι ἡ οὐσία οὐκ ὂν ἔσται, καὶ οὐ τὶ μὲν ὄν, τὶ δὲ οὐκ ὄν (οὕτω γὰρ ἂν πολλὰ ἦν τὰ ὄντα), ἀλλ’ ὅλως μὴ ὄν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι, ἵνα καὶ συμβῇ αὐτῇ τὸ ὄν, τουτέστι τὸ συμβεβηκός, τὶ ἄρα οὐκ ὂν ἔσται, ὅπερ ἄτοπον.2 οὐκ ὂν μὲν γάρ, διότι τὸ συμβεβηκὸς μόνον ἐστὶν ὄν, εἶναι δὲ ἀνάγκη πάλιν τὴν οὐσίαν, ᾗ τινι καὶ συμβεβηκέναι λέγεται τὸ ὄν· ἔσται τι ἄρα, ἡ οὐσία λέγω, καὶ ὂν καὶ οὐκ ὄν.
因为所有可感觉的事物,虽然由于唯有理知之物是存在者而是非存在,但也决不是什么都不是;因为可感觉的事物也是某种东西。因此,即使我们假定小前提为真,大前提也将是假的;而从单个前提中推导不出任何东西。此外,他又是在何种意义上说存在者是一呢?因为它要么在名称上是一,要么在实在上是一;如果是在实在上,要么在属上,要么在种上,要么在数上;如果是在数上,要么作为连续体,要么在定义上是一。因为他[亚里士多德]现在略去了作为不可分者的一,因为这一假说在这些哲学家身上根本没有立足之地,既然前者主张存在者是无限的,后者主张它是有限的,而无限与有限属于量度,不可分者却既非无限也非有限。因此,如果在诸实在各不相同的情况下,存在者仅在名称上是一,诸存在者立刻就是多数的。而如果在实在上是一,无论是在属上还是在种上,诸存在者同样是多数的;因为属包含许多在种上不同的事物,种包含许多在个体上不同的事物。但如果存在者在数上是一,若一方面它在定义上是同一的(我指的是作为拥有多重名称者),他们就将述说赫拉克利特的学说,这正是他[亚里士多德]已经提到过的(从而对立面与矛盾命题将成为同一,且存在者存在并不比它不存在更为真实);若另一方面存在者作为连续体是一,他说,这必然或者仅是实体,或者仅是偶性,或者是由实体与偶性构成的某种复合体。因此,如果它是由实体与偶性构成的复合体,诸存在者显明是多数的。因为绝非由于实体与诸偶性相互共存,它们就已经是一个且同一的实在了;因为他说,这也是巴门尼德犯错的原因。因为他没有看出,接纳偶性者是一回事,诸偶性本身则是另一回事,不仅相对于底层载体如此,而且它们彼此之间亦然;因为所有这些事物即使构成某个单一之物,但各自存在的定义却是不同的;因为你给出底层载体(我正是指实体)的定义是一种方式,而给出数量、性质以及其余范畴的定义则是另一种方式。因此,如果他们假定连续体作为实体与偶性的复合体是一,诸存在者显明又是多数而非单一的;但如果他们假定存在者仅是实体,这固然是合理设想的(因为他们绝不可能说这存在者是偶性)……随后他[亚里士多德]提到了实体,并在指出假定他们声称存在者是偶性并不合理之后,首先驳斥了这一划分环节本身,随后再回转到关于实体的假说上。因为他说,如果我们说存在者是偶性,既然偶性偶存发生于某物(我正是指实体),那么它所偶存发生的这物就必然存在;实体因而存在。但是,既然唯独偶性是存在者,显然实体将是非存在,且并非在某一方面存在而在另一方面非存在(因为若是这样,诸存在者就将是多数),而是全然非存在。然而先前却也假定了它存在,以便使存在者(即偶性)能够偶存发生于它;因此某种非存在将存在,这是荒谬的。因为一方面,由于唯独偶性是存在者,它是非存在;但另一方面,作为存在者被说成偶存于其上的对象,实体又必然存在;因此某物(我指的是实体)将既是存在者又是非存在。
- 1.37τὸ γὰρ ὡς ἀδιαίρετον νῦν παραλιμπάνει
中性单数宾格定冠词 τὸ 将副词性短语 ὡς ἀδιαίρετον(“作为不可分者的一”)名词化,用作动词 παραλιμπάνει 的直接宾语。在关于数的单一性的划分中,注疏者解释了为何略去不可分者,仅保留连续体与定义上的一。
- 1.37τὶ ἄρα οὐκ ὂν ἔσται, ὅπερ ἄτοπον
τὶ 是中性主格单数的不定代词,与 οὐκ ὂν 结合表示“某种非存在”,作 ἔσται 的主语(“某种非存在将存在”)。紧接着的句子 ἔσται τι ἄρα, ἡ οὐσία λέγω, καὶ ὂν καὶ οὐκ ὄν(“某物,即实体,将既是存在者又是非存在”)正与此相呼应。
