- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:635.14-636.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《物理学》214b22–24,阐明基于处所与虚空在基质上的同一性而进行的论证互换,并论证如果假定处所或虚空是分离的外延,就会导致连续体的部分无需从整体中分割出来便能依其自身占据处所这一不可能的后果。
" Καὶ ἐπὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος." Εἰπὼν ὅτι ὁ αὐτὸς λόγος, ὃς ἐπὶ τοῦ κενοῦ εἴρηται, ἁρμόσει καὶ πρὸς τὸν τόπον, εἰ διάστημα λέγοιτο εἶναι, πάλιν ἀντιστρέφει τὰ ἐπὶ τοῦ τόπου εἰρημένα καὶ ἐπὶ τοῦ κενοῦ, ἵνα δείξῃ τὴν συγγένειαν. καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι ταὐτὸν ὁ τόπος καὶ τὸ κενόν. ὥστε ἅμα καὶ συνεισάγονται καὶ συναναιροῦνται.
“而同样的论证也将适用于虚空。” 在指出对于虚空所陈述的同一论证若处所被说成是外延也将适用于处所之后,为了显示两者的亲缘关系,他又把关于处所陈述的论据倒转到虚空之上。并且他补充了原因,即处所与虚空是同一个东西。因此它们同时被一同确立,也同时被一同否定。
"Καὶ πῶς δὴ ἐνέσται ἢ ἐν τόπῳ ἢ ἐν τῷ κενῷ; οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ, ἐν κεχωρισμένῳ καὶ ὑπομένοντι σώματι· τὸ γὰρ μέρος, ἐὰν μὴ χωρὶς τεθῇ, οὐκ ἔσται ἐν τόπῳ, ἀλλ’ ἐν τῷ ὅλῳ. "
“而且究竟怎样才能或者在处所中、或者在虚空中呢?因为当一个整体被放置时,这并不会在一个分离且留存的物体中发生;因为部分若非被单独放置,就不会在处所中,而是在整体中。”
Τὸ αὐτὸ ἤδη εἶπε καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ἀλλ’ ἐκεῖ μὲν πάνυ ἀμυδρῶς καὶ ἀσαφῶς, ἐνταῦθα δὲ σαφέστερον. ἔνθεν γὰρ κἀκεῖνο τὸ χωρίον νενόηται, ἔνθα ἔλεγεν οὕτως· “εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι· μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ.” ὅπερ οὖν εἶπον, τὴν τούτου τοῦ χωρίου ἐξήγησιν ἐκ τῶν ἐνταῦθα εἰρημένων νενοήκαμεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἀδύνατον, φησίν, ἐντεθῆναί τι ἢ ἐν τῷ κενῷ ἢ ἐν τῷ τόπῳ, εἰ διάστημα εἴη. νῦν μὲν γὰρ ἡ κοινὴ ἔχει ἔννοια, ὅτι τὰ μόρια τῶν συνεχῶν οὐκ εἰσὶ καθ’ αὑτὰ ἐν τόπῳ τοῦ ὅλου ἐν τόπῳ ὄντος· οὐ γὰρ γίνεται καθ’ αὑτὸ ἐν τόπῳ τὸ μόριον, εἰ μὴ διαιρεθείη τοῦ ὅλου, ἀλλ’ ἔστιν ὡς ἐν ὅλῳ, κατὰ συμβεβηκὸς δὲ διὰ τὸ ὅλον καὶ τὰ μόρια ἐν τόπῳ εἶναι λέγεται. ταύτης οὖν οὔσης τῆς τοῦ ἐν τόπῳ ἐννοίας, οὐ συμβαίνει τοῦτο, ὅταν σῶμά τι ἐν κεχωρισμένῳ καὶ διαστηματικῷ τόπῳ ἐντεθῇ, λέγω δὴ τὸ μὴ εἶναι τὰ μόρια αὐτοῦ καθ’ αὑτὸ ἐν τόπῳ·1 χωρούντων γὰρ δι’ ἑαυτῶν τῶν διαστημάτων,2 ὥσπερ τὸ ὅλον σῶμα τὸ ὅλον κατέσχε διάστημα, οὕτω καὶ ἕκαστον τῶν μορίων αὐτοῦ μόριόν τι τοῦ διαστήματος κατέσχε, καὶ περιέχεται καθ’ αὑτὸ ὑπ’ ἐκείνου, καί, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἐπ’ ἄπειρον ὄντων τῶν μεγεθῶν διαιρετῶν συμβήσεται καὶ τὸν τόπον καὶ τὸ ἐν τόπῳ ἐνεργείᾳ ἐπ’ ἄπειρον διῃρῆσθαι. τοῦτο δέ, φησίν, ἀδύνατον· οὐκ ἐνδέχεται γὰρ τὸ μόριον καθ’ αὑτὸ γενέσθαι ἐν τόπῳ, εἰ μὴ ἀποτμηθῇ τοῦ ὅλου καὶ οὕτω καθ’ αὑτὸ χωρὶς τεθῇ. οὕτω, εἰ τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα ἐντεθῆναι σῶμά τι ἐν τῷ τόπῳ ἢ ἐν τῷ κενῷ· ταὐτὸν γὰρ ἄμφω, ὡς εἴρηται.
他在关于处所的讨论中也已经说过同样的话,但在那里极晦涩而不清晰,而在这里则更为明晰。因为从这里,他在彼处这样说的那段文字也被理解了:“如果存在某种生来就有的且留在同一之中的外延,处所就会是无限的;因为当水和空气转移时,所有的部分在整体中所做的事情,将与所有的水在容器中所做的事情完全一样。”因此正如我所说,我们从这里所说的内容中理解了对彼处文字的解释。而他所说的正是这点:他说,如果处所是外延,任何东西都不可能被置于虚空中或处所中。因为如今共同的观念认为,当整体在处所中时,连续体的各部分依其自身并不在处所中;因为部分若不脱离整体而被分割开来,就不会依其自身进入处所中,而是作为在整体中而存在,且只是由于整体,各部分才被偶性地称为在处所中。因此,在对处于处所中的观念如此认定的情况下,当某个物体被置于一个分离且具有外延的处所中时,这种情况——我指的是它的各部分依其自身并不在处所中——就不会发生;因为当外延彼此贯通时,正如整个物体占据了整个外延一样,它的每一个部分也占据了外延的某个部分,并且依其自身被它所包容,而且正如他此前所说,在大小可以无限分割的情况下,就会导致处所与处所之中的东西在现实态中都被无限分割。然而他说,这是不可能的;因为部分依其自身进入处所中是不可能的,除非它从整体中被切下并因而依其自身单独被放置。因此,如果这是不可能的,那么任何物体被置于处所中或虚空中也就是不可能的;因为正如已经说过的,二者是同一个东西。
- 4.153λέγω δὴ τὸ μὴ εἶναι τὰ μόρια αὐτοῦ καθ’ αὑτὸ ἐν τόπῳ
由 λέγω δή 引导的带冠词不定词短语 τὸ μὴ εἶναι... 作为前面 οὐ συμβαίνει τοῦτο 中指示代词 τοῦτο 的同位语,具体解释了“所不发生的事情”——即前文提到的“部分依其自身不在处所中”这一常识观念。
- 4.153χωρούντων γὰρ δι’ ἑαυτῶν τῶν διαστημάτων
表原因或前提条件的独立属格结构。它提出了外延说关于物体的外延与处所的外延彼此贯通渗透的前提,由此推导出物体的各个部分必然分别占据外延的相应部分的结论。
