- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:636.23-638.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了亚里士多德在214b28中的论证,即证明与论敌的主张恰恰相反——如果存在虚空,运动就是不可能的——并论证了在虚空中既不可能有依本性的运动,也不可能有反本性的运动。
" Συμβαίνει δὲ τοῖς λέγουσιν εἶναι ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ." Δείξας ὅτι οὐκ ἔστιν αἴτιον κινήσεως τὸ κενὸν οὔτε ὡς ποιητικὸν οὔτε ὡς τελικόν, βούλεται λοιπὸν δεῖξαι ὅτι οὔτε ὡς τὸ δι’ οὗ αἴτιον κινήσεως τὸ κενὸν ἐνδέχεται εἶναι, οἷον ὀργανικόν,1 πρότερον δὲ ἀναλαμβάνει τὰ εἰρημένα καὶ δείκνυσι τὸ ἐκ τούτων ταῖς ἐκείνων ὑποθέσεσιν ἑπόμενον. τοῖς γὰρ λέγουσι, φησί, τὸ κενὸν κινήσεως εἶναι αἴτιον τοὐναντίον συμβαίνει ἢ λέγουσιν· ἐκεῖνοι μὲν γάρ φασιν ‘εἰ ἔστι κίνησις, ἀνάγκη κενὸν εἶναι’, ἐκ δὲ τῶν εἰρημένων αὐτὸ τὸ ἐναντίον δείκνυται, ὅτι εἰ ἦν κενόν, οὐκ ἂν ἦν κίνησις. ὥσπερ γάρ, φησί, λέγουσί τινες τὴν γῆν ἠρεμεῖν διὰ τὸ πανταχόθεν ὑπὸ τοῦ ὁμοίου περιέχεσθαι (οὐ γὰρ δύνασθαι κινηθῆναί που τοῦ πέριξ παντὸς ὁμοίου ὄντος· τί γὰρ μᾶλλον ὧδε ἢ ὧδε; ὑπὸ γὰρ τῆς ἰσότητός τε καὶ ὁμοιότητος πανταχόθεν ὡσαύτως εἴργεται), τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις εὐλογώτερόν γε δήπου πολύ· οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται2 ὁμοίου πανταχόθεν ὄντος τοῦ κενοῦ. δείξας οὖν ὅτι κενοῦ γε ὄντος ἀδύνατον κίνησιν εἶναι τὴν κατὰ φύσιν, δείκνυσιν ὅτι οὐδὲ τὴν παρὰ φύσιν ἐνδέχεται, καὶ πρῶτον μὲν ὡς ἑπόμενον τοῖς εἰρημένοις αὐτὸ κατασκευάζει, εἶτα καὶ αὐτὸ καθ’ αὑτὸ κατασκευάζει ὅτι οὐκ ἐνδέχεται τι παρὰ φύσιν ἐπὶ κενοῦ κινηθῆναι. πᾶσα γὰρ παρὰ φύσιν κίνησις, φησίν, ὑστέρα ἐστὶ τῆς κατὰ φύσιν, καὶ ἐκτροπὴ τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν· οὐδὲ γὰρ ἂν εἴη παρὰ φύσιν καὶ βίαιος κίνησις μὴ ἀντικειμένη τῇ κατὰ φύσιν. ἐπεὶ οὖν κατὰ φύσιν κίνησιν κενοῦ ὄντος γενέσθαι ἀδύνατον, εὔδηλον ὡς οὐδὲ παρὰ φύσιν δυνατόν· ἐν οἷς γὰρ τὸ παρὰ φύσιν, ἐν τούτοις πολὺ πρότερον προϋπῆρξε τὸ κατὰ φύσιν. ὅτι δὲ κατὰ φύσιν κίνησιν ἐν τῷ κενῷ γενέσθαι ἀδύνατον, καὶ ἤδη ἔδειξε καὶ πάλιν ἀναλαμβάνει τὸν λόγον. εἰ γὰρ μὴ ἔστι, φησί, διαφορὰ μηδεμία ἐν τῷ ἀπείρῳ κενῷ, οὐκ ἂν οὐδὲ διάφορος εἴη κίνησις ἐν αὐτῷ· καθὸ μὲν γὰρ ἄπειρον λέγουσι τὸ κενόν, ἀναιροῦσι τὸ ἄνω καὶ τὸ κάτω καὶ ὅλως τὸ μέσον καὶ τὸ πέριξ, ἐφ’ ἃ κατὰ φύσιν τοῖς σώμασιν ἡ κίνησις τοῖς φυσικοῖς,3 καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν. ὥσπερ γάρ, φησί, τοῦ μηδενὸς οὐκ ἂν εἴη διαφορά τις πρὸς ἑαυτό, οὕτως οὐδὲ τοῦ κενοῦ, μὴ ὂν δέ τι καὶ στέρησις τὸ κενόν. εἰ τοίνυν διαφορὰ μὴ ἔστιν ἐν αὐτῷ, οὐδὲ διάφορος ἂν εἴη κίνησις κενοῦ ὄντος· ἀλλὰ μὴν αἱ κινήσεις αἱ φυσικαὶ διάφοροι· ἀνάγκη ἄρα τῶν δύο θάτερον, ἢ κενὸν μὴ εἶναι, ἢ εἰ ἔστι κενόν, μὴ εἶναι κίνησιν κατὰ φύσιν. εἰ δὲ μὴ ἔστιν ἡ κατὰ φύσιν κίνησις κενοῦ ὄντος, οὐδ’ ἂν ἡ παρὰ φύσιν εἴη. εἰ τοίνυν μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν κίνησιν ἐν τῷ κενῷ δυνατὸν γενέσθαι, ἔοικεν ἄρα κενοῦ ὄντος μηδὲ ὅλως εἶναι κίνησιν. οὕτως οὖν δείξας ἑπόμενον τοῖς εἰρημένοις τὸ μηδὲ τὴν παρὰ φύσιν κίνησιν ἐν τῷ κενῷ ἂν γενέσθαι, δείκνυσι καὶ αὐτὸ καθ’ αὑτὸ ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον ἐν τῷ κενῷ κίνησιν εἶναι, οὕτως· πᾶσα παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος γίνεται, ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδιδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων.
“而对于那些主张若要有运动[虚空]便作为必然之物而存在的人来说,如果有人予以考察,发生的情况倒不如说是恰恰相反。” 在表明了虚空既非作为动力因亦非作为目的因而成为运动的原因之后,他接下来打算表明,虚空也不可能作为“借以之物”而成为运动的原因,例如作为工具性的原因;但他首先重新拾起已说过的论据,并表明根据这些论据,从他们的假说中会得出怎样的后果。因为他说,对于那些声称虚空是运动原因的人来说,所发生的情况与他们所主张的恰好相反:因为那些人固然声称“如果有运动,必然存在虚空”,但从已说过的论据中却表明了完全相反的情况,即如果存在虚空,就不会有运动。因为他说,正如有人说大地之所以静止是因为四面八方都被相似者所包围(因为周围的一切既然都是相似的,它就无法向任何地方移动;因为为何向这里移动胜于向那里移动呢?因为它由于均等与相似而在四面八方受到同样阻止),这对于那些设定虚空的人来说也同样伴随而来,而且无疑要合理得多:因为在虚空四面八方都是相似的情况下,不存在它将更甚或更不甚地向那里移动的处所。因此,在表明了如果存在虚空就绝不可能有依本性的运动之后,他又表明反本性的运动也是不可能的;他首先将此确立为从已说过的论据中所推导出的结论,接着又依其自身确立在虚空的情况下任何东西都不可能反本性地被移动。因为他说,一切反本性的运动都在依本性的运动之后,并且反本性之物是依本性之物的偏离;因为若不与依本性的运动相对立,甚至根本就不会存在反本性且强迫的运动。因此,既然在存在虚空时依本性的运动是不可能发生的,显然反本性的运动也是不可能的;因为在存在反本性之物的事物中,依本性之物早已在先存在了。至于依本性的运动在虚空中不可能发生,他既已经表明过,又再次重拾这一论据。因为他说,如果在无限的虚空中不存在任何差异,在其中也就不会有不同的运动;因为只要他们声称虚空是无限的,他们就取消了上与下以及一般的中心与周边——自然物体的本性运动所朝向的地方——而只要他们声称它是虚空,他们就剥夺了它的一切差异。因为他说,正如“无”相对于自身不会有任何差异一样,虚空也不会有;而虚空是一种非存在和缺乏。因此,如果其中不存在差异,那么在存在虚空时也就不会有不同的运动;然而本性的诸运动确实是不同的;因此二者必居其一:要么虚空不存在,要么如果存在虚空,就没有依本性的运动。而如果在存在虚空时不存在依本性的运动,反本性的运动也就不会存在。因此,如果依本性的运动与反本性的运动都不可能在虚空中发生,那么看来在存在虚空时就根本没有任何运动了。亚里士多德在通过这种方式表明了反本性的运动也不可能在虚空中发生是跟随已说过的论据而来的结论之后,又依其自身表明在虚空中不可能存在运动,论证如下:一切反本性的运动要么是由于推动者在场并施加强力而发生,要么是由于赋予最初推动力的人已经离开且不再接触而发生,就像在投掷者和射箭者的情况下那样。
- 4.154οὔτε ὡς τὸ δι’ οὗ αἴτιον κινήσεως τὸ κενὸν ἐνδέχεται εἶναι, οἷον ὀργανικόν
短语“τὸ δι’ οὗ”(借以之物)是由介词διά加属格构成的实体化短语,与后文的“οἷον ὀργανικόν”(例如作为工具性的原因)构成同位说明,用以指代工具性或中介性的原因方式。
- 4.154οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται
“οὗ”是表处所的关系副词,由存在动词“ἔστιν”引导,构成“不存在它将向那里移动的处所”之存在句结构。“μᾶλλον ἢ ἧττον”(更甚或更不甚)作为副词短语修饰动词“κινηθήσεται”。
- 4.154ἐφ’ ἃ κατὰ φύσιν τοῖς σώμασιν ἡ κίνησις τοῖς φυσικοῖς
关系代词“ἃ”的先行词为前文的“τὸ ἄνω καὶ τὸ κάτω καὶ ὅλως τὸ μέσον καὶ τὸ πέριξ”。句末省略了系动词ἐστί,整句理解为“自然物体的依本性运动所朝向的地方”。
