- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:634.3-635.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解亚里士多德的论证,阐明虚空既不能是自然位移的动力因,也不能是目的因,并指出同样的批判亦适用于将处所视为与物体相分离之外延的主张。
" Εἰ γάρ ἐστι φορά τις τῶν ἁπλῶν σωμάτων φύσει." Ὅτι οὐκ ἔστι ποιητικὸν αἴτιον κινήσεως τὸ κενόν. εἰ ἕκαστον, φησίν, οἰκείαν τινὰ φορὰν ἔχει κατὰ φύσιν διαφέρουσαν τῶν λοιπῶν, οὐκ ἂν εἴη τὸ κενὸν ποιητικὸν αἴτιον τῆς κινήσεως· τῶν γὰρ διαφόρων κινήσεων διάφορα δεῖ εἶναι1 καὶ τὰ αἴτια, τὸ δὲ κενὸν ἀδιάφορον, οὐκ ἄρα αἴτιον τῶν φυσικῶν κινήσεων τὸ κενόν. τίνος οὖν, φησίν, αἴτιον ἂν εἴη κινήσεως; εἰ γὰρ ἧς μάλιστα δοκεῖ εἶναι, λέγω δὴ τῆς κατὰ τόπον, ταύτης δέδεικται μὴ εἶναι, σχολῇ δήπου γε ἄλλης εἶναι κινήσεως αἴτιον. ὥστε οὐδεμιᾶς κινήσεως αἴτιον τὸ κενόν.
“因为如果单纯物体依照自然具有某种位移。” 关于虚空不是运动的动力因。他说,如果各个事物依照自然具有某种与其余事物不同的固有位移,虚空就不可能是运动的动力因;因为对于不同的运动,原因也必须是不同的,而虚空是无差别的,所以虚空不是自然运动的原因。那么,他说,它究竟会是何种运动的原因呢?因为如果它已经被证明不是它最被认为是〔其原因〕的那个运动的原因,我的意思是处所位移,那么它绝不可能成为其他运动的原因。因此,虚空不是任何运动的原因。
"Ἔτι εἰ ἔστι τι οἷον τόπος ἐστερημένος σώματος, ὅταν ᾖ κενόν, ποῦ οἰσθήσεται τὸ ἐντεθὲν εἰς αὐτὸ σῶμα; οὐ γὰρ δὴ εἰς ἅπαν." Τοῦτο τὸ ἐπιχείρημα τοῦ πρὸ αὐτοῦ [διακρίνειν] οὐκ ἂν ἄλλως διακριθείη, ἢ τοῦ μὲν προτέρου πρὸς τὴν ὑπόθεσιν τὴν λέγουσαν ποιητικὸν εἶναι τὸ κενὸν αἴτιον λεγομένου, τούτου δὲ πρὸς τὴν τελικὸν αὐτὸ αἴτιον ὑποτιθεμένην.2 καὶ ἔχει γε τὸ εὔλογον ἡ τοιαύτη διάκρισις· ἄνω μὲν γὰρ ἔλεγεν ὅτι ἑκάστῳ φορᾶς οὔσης κατὰ φύσιν ἰδίας τὸ κενὸν ἀδιάφορον ὂν οὐκ ἂν εἴη τῶν διαφόρων κινήσεων αἴτιον, νῦν δέ φησιν ἀποίου ὄντος τοῦ κενοῦ ποῦ οἰσθήσεται τὸ ἐντεθέν; τὸ δὲ φερόμενον ἐπί τι ὡρισμένως, ὡς ἐπὶ τέλος τι καὶ ὀρεκτόν, φέρεται. καὶ εὔλογόν γε προθέμενον δεῖξαι ὅτι οὐκ ἔστι κινήσεως αἴτιον τὸ κενόν, δεῖξαι ὅτι κατ’ οὐδένα τῶν τρόπων τῶν αἰτίων αἴτιόν ἐστιν.
“再者,如果当存在虚空时,存在某种诸如剥夺了物体的处所之类的东西,那么被置入其中的物体将被带向何处呢?因为绝不会是被带向所有[方向]。” 这一论证与在它之前的论证无法作别的区分,除非前者是针对主张虚空是动力因的假说而言的,而后者是针对假定虚空是目的因的假说而言的。这样的区分确实是合理的;因为在上面他说的是,既然各个事物具有依自然的固有位移,无差别的虚空就不可能是不同运动的原因,而现在他则说,既然虚空是无性质的,被置入其中的物体将被带向何处?而确定地被带向某物的事物,乃是作为朝向某种目的和欲求的对象而被带向它的。而且,企图证明虚空不是运动原因的人,证明它在任何一种原因方式上都不是原因,确实是合乎情理的。
"Ὁ δὲ αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναί τι κεχωρισμένον, εἰς ὃ φέρεται." Ὥσπερ τοὺς περὶ τοῦ τόπου λόγους ἐφήρμοσε τῷ κενῷ, οὕτως καὶ τοὺς περὶ τοῦ κενοῦ ἐφαρμόζει τῷ τόπῳ εὐλόγως. εἶπε γὰρ ἤδη ὅτι ὁ τόπος καὶ τὸ κενὸν ταὐτόν ἐστι τῷ ὑποκειμένῳ· τὸ γὰρ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος κατὰ τοὺς τὸ διάστημα τόπον οἰομένους. καὶ ἐπὶ τοῦ τόπου οὖν, φησίν, εἰ διάστημα εἴη ὁ τόπος, ζητήσωμεν, ἐπειδὴ ἕκαστον ὁρῶμεν τοῦ οἰκείου τόπου ἐφιέμενον, τὰ μὲν κοῦφα τοῦ ἄνω τὰ δὲ βαρέα τοῦ κάτω, πῶς ἀδιαφόρου ὄντος τοῦ διαστήματος ὡς ἐπὶ διαφόρους τόπους ἄλλα ἀλλαχοῦ φέρεται. διὰ τί γὰρ τὸ πῦρ τοῦ ἄνω ἐφίεται μᾶλλον ἢ τοῦ κάτω καὶ δεξιὰ καὶ ἀριστερά; ἔδει γάρ, εἴπερ τὸ διάστημα τόπος· ἀδιάφορον δὲ τοῦτο.3 πῶς δὲ ὅλως ἕξει τὸ διάστημα τὸ ἄνω καὶ τὸ κάτω ἀδιάφορον ὄν; διάφορα γάρ, μᾶλλον δὲ ἐναντία, τὸ ἄνω καὶ τὸ κάτω.
“而同样的论据也适用于那些认为处所是某种分离之物、物体被带入其中的人。” 正如他把关于处所的论据应用于虚空一样,他自然也把关于虚空的论据应用于处所。因为他已经说过,处所与虚空在底层基质上是同一个东西;因为依照那些认为外延即处所的人,虚空就是剥夺了物体的处所。因此他说,在处所的情形下,如果处所是外延,让我们探究:既然我们看到各个事物都在希求其固有的处所,轻物希求上,重物希求下,那么在外延无差别的情况下,不同的事物怎能如朝向不同的处所那样被带往各处呢?因为火究竟为何希求上,而非下、右、左呢?因为如果外延确实就是处所,理当如此;而外延是无差别的。而且,无差别的外延,究竟又怎能具有上与下呢?因为上与下是不同的,或者毋宁说是相反的。
- 4.148εἰ γὰρ ἧς μάλιστα δοκεῖ εἶναι, λέγω δὴ τῆς κατὰ τόπον, ταύτης δέδεικται μὴ εἶναι
关系代词 ἧς 在其分句中与省略的谓词 αἴτιον 搭配而采用客观属格,并由后文的指示代词 ταύτης[αἴτιον]加以复指。随后主句中的 σχολῇ δήπου γε... 是表示由强及弱(a fortiori)推论的惯用句式,意为“绝不可能 / 哪里还会是……的原因”。
- 4.149ἢ τοῦ μὲν προτέρου πρὸς τὴν ὑπόθεσιν τὴν λέγουσαν ποιητικὸν εἶναι τὸ κενὸν αἴτιον λεγομένου, τούτου δὲ πρὸς τὴν τελικὸν αὐτὸ αἴτιον ὑποτιθεμένην
在连词 ἢ 之后,由两个相对比的属格独立结构构成了句子的骨架:τοῦ μὲν προτέρου... λεγομένου 与 τούτου δὲ [λεγομένου] πρὸς τὴν [ὑπόθεσιν]...。在后一肢中,分词 λεγομένου 以及名词 ὑπόθεσιν 依平行结构被省略。
- 4.150ἔδει γάρ, εἴπερ τὸ διάστημα τόπος· ἀδιάφορον δὲ τοῦτο.
ἔδει 在此处作为非现实条件句的归结从句,表示某种未实现的应当性(“因为倘若外延确实是处所,理当如此”)。其承接前句关于火为何只向上运动的质问,意味理应无差别地朝向任何方向,并以 ἀδιάφορον δὲ τοῦτο(“而这[外延]是无差别的”)补充前提加以说明。
