- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:632.4-634.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了即便作为外延的处所自身毫无差别,自然运动的方向性依然能够成立;他借助动物身体和房屋的比喻说明,物体占据特定处所并非由于处所自身的力量,而是基于全体的协调秩序以及各物体之间的相互关系。
Ἀλλὰ πρὸς ταῦτα εἴποιμι ἂν ὅτι τὸ μὲν εἶναι διάστημα ἕτερον τῶν φυσικῶν σωμάτων χωριστὸν αὐτῶν κατ’ οὐσίαν τὸ δεξάμενον αὐτά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δέδεικται,1 πρὸς δὲ τὰ νῦν εἰρημένα φημί, ὅτι μάλιστα μὲν οὐκ ἀνάγκη τὸν δεξάμενον ἕκαστον τῶν σωμάτων τόπον δύναμίν τινα ἔχειν καὶ ποιότητα. οὐδὲ γὰρ ἐπειδὴ ἀγαθὸν ἑκάστῳ τὸ ὧδε ἢ ὧδε εἶναι, δύναμιν δεῖ τινα τούτῳ ἐν ᾧ καὶ πέφυκεν εἶναι ἐναποτίθεσθαι· οὐδὲ γὰρ ἐπειδὴ τὸ σῶμα τοῦ οὐρανοῦ κύκλῳ συνέστηκε καὶ τοῦτο ἀγαθὸν αὐτῷ, ἔχειν τινὰ φήσειε δύναμιν αὐτὸς γοῦν ὁ Ἀριστοτέλης τὸν κύκλῳ, ἧς ἐφιέμενον τὸ οὐράνιον σῶμα κύκλῳ ἐστίν, ὁπότε γε οὐδὲ τόπον εἶναι τὸν κύκλῳ φησίν. λέγω οὖν ὅτι οὐχ ὡς δύναμίν τινα ἔχοντος τοῦδε τοῦ μορίου τοῦ κενοῦ ἤτοι γοῦν διαστήματος, οὕτω κατείληφε τὸ οὐράνιον σῶμα τόδε αὐτοῦ τὸ μέρος, οἷον τὸ κύκλῳ καὶ ἔσχατον, ἀλλ’ ὅτι φύσις τῷ οὐρανῷ τὸ κύκλῳ πάντα περιειληφέναι καὶ πάντα ἐντὸς ἔχειν· ἐπεὶ οὖν τοῦτο αὐτῷ φύσις, εἰκότως καὶ τῆς χώρας τὸ οὕτως ἔχον καταλαμβάνει. συμβαίνει οὖν οὐ διὰ τὴν οἰκείαν τοῦ διαστήματος δύναμιν, ἀλλὰ διὰ τὸ οὕτως πεφυκέναι τὸν οὐρανόν, λέγω δὴ πάντων εἶναι περιεκτικόν, τὴν ἐξωτάτω τοῦ διαστήματος καταλαμβάνειν μοῖραν. ὥσπερ οὖν ἐπὶ τῆς τῶν ζῴων γενέσεως ἄλλο μόριον ἄλλου τινὸς τοπικοῦ μορίου ἐφάπτεται, εἴτε τοῦ πέρατος τοῦ περιέχοντος κατὰ Ἀριστοτέλην, εἴτε τοῦ διαστήματος ὡς ἐμοὶ δοκεῖ καὶ ὁ λόγος ἀπέδειξεν, οἷον ἡ μὲν κεφαλὴ τοῦδε τοῦ μορίου τῆς ἐπιφανείας τοῦ ἀέρος ἐφάπτεται, κἂν μὴ κατ’ ἐνέργειαν διῄρηται, αἱ δὲ χεῖρες ἄλλου καὶ οἱ πόδες καὶ τὰ λοιπά, καὶ οὐ δήπου φησί τις ὅτι διὰ τὸ δύναμίν τινα ἔχειν τὸ πέρας τοῦ ἀέρος τὸ ἐφαπτόμενον τῆς κεφαλῆς παρὰ τὸ ἐφαπτόμενον τῶν ποδῶν ἢ τῶν χειρῶν, οὕτως ὡς ἐφέσει αὐτοῦ ἡ κεφαλὴ μὲν τόδε κατείληφεν ἄλλο δὲ μόριον ἄλλο τι πέρας τοῦ ἀέρος, ἀλλ’ ὅτι πέφυκεν ἡ κεφαλὴ ὑπερανέχειν τοῦ λοιποῦ σώματος καὶ ἄλλο ἄλλως τῶν μορίων τετάχθαι διὰ τὸ τοῦτο εἶναι τῷ ζῴῳ ἀγαθόν, διὰ τοῦτο συνέβη τοῦδε μὲν τὴν κεφαλὴν ἐφάπτεσθαι, ἄλλου δὲ ἄλλο, τοῦ ἀέρος ἀδιαφόρου ὄντος πρὸς ἑαυτόν· τοῦτο καὶ ἐπὶ τοῦ παντός φημι (καὶ γὰρ μέγα τι ζῷόν ἐστιν ὁ κόσμος), ἐπειδὴ ἀγαθὸν ἦν πρὸς τὴν τοῦ ὅλου κόσμου σύστασιν τοιάνδε σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ τὸν κόσμον συμπληροῦντα σώματα, εἰκότως ἕκαστον τῶν σωμάτων ὁρμήν τινα φυσικὴν ἔχον τὸ ἐφίεσθαι τῆς τοιᾶσδε πρὸς τὰ λοιπὰ σχέσεως, ἐπειδὴ τοῦτο συμβαίνει αὐτῷ τόδε τὸ μόριον τοῦ διαστήματος καταλαβόντι, εἰκότως ἐφίεται τούτου,2 οὐ διὰ τὸ ἐκεῖνο ἔχειν τινὰ δύναμιν, ἀλλ’ ὅτι καὶ τῷ παντὶ ἀγαθὸν καὶ ἑκάστῳ τό τε εἶναι καὶ τὸ εὖ περίεστιν, ὅταν ὑπείκῃ μὲν τῷδε, ὑπερανέχῃ δὲ τοῦδε. ἐφίεται οὖν τοῦ τοπικοῦ διαστήματος οὐ δι’ αὐτό, ἀλλὰ διὰ τὴν πρὸς τὰ λοιπὰ σχέσιν. ὥσπερ οὖν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης φησίν, εἰ φυσικόν τι πρᾶγμα ἦν ἡ οἰκία, οὐκ ἂν ἄλλως ἐγένετο ἢ ὡς νῦν ὑπὸ τῆς τέχνης, γίνεται δὲ τῆς μὲν ὀροφῆς ὑπερανεχούσης ὑποκειμένων δὲ τῶν θεμελίων καὶ τῶν τοίχων τὴν μέσην εἰληχότων τάξιν, δῆλον ὅτι καὶ εἰ φυσικὸν ἦν, αὐτοφυῶς ἐχώρησεν ἂν ἡ μὲν ὀροφὴ ἐπὶ τόδε τὸ μέρος τοῦ ἀέρος, καὶ τὰ λοιπὰ ὡς νῦν ἔχει. ὥσπερ οὖν νῦν οὐ διὰ τὸ διαφοράν τινα ἔχειν πρὸς ἑαυτὸν τὸν ἀέρα ἄλλο μέρος τῆς οἰκίας ἄλλο μόριον τοῦ ἀέρος κατείληφεν, ἀλλ’ ὅτι τὸ ἀγαθὸν τότε ἔχει ἡ οἰκία, ὅταν τοιάνδε σχέσιν πρὸς ἄλληλα τὰ μόρια ἔχωσιν, οὕτω δὲ καὶ ἐπὶ τῶν κατὰ μέρος ζῴων καὶ ἐπὶ τοῦ μεγίστου ζῴου τοῦ κόσμου ἔχει, τὸ μὲν κοσμικὸν διάστημα, ὅπερ καὶ χώρα ἐστὶ τοῦ παντὸς καὶ τόπος, αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν οὐδεμίαν ἔχει, τῷ δὲ τὰ κοσμικὰ σώματα τοιάνδε σχέσιν ἀναλαβεῖν πρὸς ἄλληλα ἡ διαφορὰ γέγονε τοῦ ἄνω καὶ τοῦ κάτω,3 καὶ τὸ μὲν τὴν μεσαιτάτην ἀναλαβὸν σχέσιν κάτω φαμέν, τὸ δὲ τὴν ἐξωτάτω καὶ περιέχουσαν ἄνω. ἐκ τούτων δὲ καὶ τοὺς τόπους κεκλήκαμεν, τὸ μὲν μέρος τοῦ διαστήματος ὃ κατείληφε τὸ μέσον κάτω, ὃ δὲ κατείληφε τὸ πέριξ ἄνω. ἐφίεται οὖν ἕκαστον τοῦ συγγενοῦς, ὡς καὶ αὐτὸς εἶπεν, ὅταν ἀποσπασθῇ τούτου. φέρεται οὖν ἐπὶ τοῦτο προηγουμένως, φερόμενον δὲ ἐπὶ τοῦτο φέρεται καὶ ἐπὶ τὸ διάστημα ὃ κατείληφεν, ἡ δὲ συγγενὴς ὁλότης κατείληφε τόδε τὸ διάστημα, ὡς εἴρηται, διὰ τὴν πρὸς τὸ πᾶν σχέσιν.
但针对这些论点,我想说的是:存在着一个不同于自然物体、在实体上与它们分离且接纳它们的外延,这一点在前面已经得到了充分的证明;而针对方才所说的那些,我说,首先,接纳各个物体的处所没有必要具有某种力量和性质。因为,并不能因为各个事物处在这里或那里是善的,就必须在它依自然所处的事物中设定某种力量;因为,也并非由于天体呈圆环状构成且这对它而言是善的,亚里士多德自己就会说圆环具有某种力量,而天体正是渴望着这种力量才呈圆环状的,尤其是他甚至主张圆环连处所都不是。因此我说,天体之所以占据了虚空或外延的这一个部分,即圆环状的和最外部的部分,并非由于虚空或外延的这一个部分具有某种力量,而是由于天的自然本性就是以圆环状包容万物并将万物含纳在内;因此,既然这构成了它的自然本性,它自然也就占据了空间中具有这种状态的部分。因此,天体占据外延的最外部份额,并非由于外延自身固有的力量,而是由于天依其本性就是如此——我的意思是,作为万物的包容者。因此,正如在动物的生成中,不同的部分接触不同的处所性部分,无论依照亚里士多德那是包容者的界限,还是正如我认为且论证已经证明的那样是外延——例如,头部接触空气表面的这一个部分,即便这部分并未在现实中被划分开,而双手接触另一部分,双脚及各其余部分又接触另一部分,决不会有人说,这是由于接触头部的空气界限相比于接触双脚或双手的界限具有某种力量,头部才如出于对其希求那样占据了这一界限,而另一部分占据了空气的另一界限,而是由于头部依自然居于其余身体之上,且由于这对动物是善的,各部分才以不同方式排列,正因如此头部才接触这一部分,另一部分接触另一部分,而空气相对自身是毫无差别的。我说这对于整个宇宙也是如此(因为宇宙就是一个巨大的动物):既然宇宙由之构成的各物体彼此之间具有如此这般的关系对于整个宇宙的构成而言是善的,那么合理地,各物体拥有一种自然的冲动,即希求对于其余事物的如此这般的关系,既然在占据了外延的这一部分时这一关系得以实现,它自然就会希求这一[外延部分],这并非由于那一[部分]具有某种力量,而是由于这对于全体而言是善的,并且对于各个事物而言,当它顺从于这一事物而居于那一事物之上时,存在与良好状态才得以保全。因此,它希求处所性的外延并非为了外延本身,而是为了它与其余事物的关系。因此,正如亚里士多德自己所说,如果房屋是一种自然物,它的生成方式绝不会与现在由技术生成的方式有异;而既然房屋是在屋顶居于其上、地基处于其下、墙壁居于中间秩序的状态下生成的,显而易见,即使它是自然物,屋顶也会依其自然趋向于空气的这一个部分,其余部分亦会如现在这般。正如现在并非由于空气相对自身具有某种差异,房屋的不同部分才占据了空气的不同部分,而是由于当各个部分彼此具有如此这般的关系时房屋才拥有其善;对于各个局部的动物以及对于作为最伟大动物的宇宙而言,情况亦复如是:宇宙的外延,即全宇宙的空间与处所,相对自身没有任何差别,而是由于宇宙各物体彼此采取了如此这般的关系,才产生了上与下的差别,并且我们把采取了最中间关系的称为下,把采取了最外层且包容关系的称为上。由此我们也命名了各处所,把占据了中间的外延部分称为下,把占据了周边的称为上。因此,正如他自己所说,各个事物在与其同类相脱离时,都会希求其同类。因此,它首先是被带向这[同类],而当被带向这[同类]时,它也被带向了它所占据的外延;而正如已经说明的那样,同类的整体是由于它与全体的关系才占据了这一外延。
- 4.147τὸ μὲν εἶναι διάστημα ἕτερον τῶν φυσικῶν σωμάτων χωριστὸν αὐτῶν κατ’ οὐσίαν τὸ δεξάμενον αὐτά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δέδεικται
由冠词 τὸ 引导的定语化不定式从句(τὸ ... εἶναι διάστημα...)充当主谓语 δέδεικται(完成体被动态第三人称单数)的主语。带冠词分词 τὸ δεξάμενον αὐτά 与 διάστημα 同格,指称容纳物体的外延。
- 4.147ἐπειδὴ ἀγαθὸν ἦν πρὸς τὴν τοῦ ὅλου κόσμου σύστασιν τοιάνδε σχέσιν ἔχειν πρὸς ἄλληλα τὰ τὸν κόσμον συμπληροῦντα σώματα, εἰκότως ἕκαστον τῶν σωμάτων ὁρμήν τινα φυσικὴν ἔχον τὸ ἐφίεσθαι τῆς τοιᾶσδε πρὸς τὰ λοιπὰ σχέσεως, ἐπειδὴ τοῦτο συμβαίνει αὐτῷ τόδε τὸ μόριον τοῦ διαστήματος καταλαβόντι, εἰκότως ἐφίεται τούτου
在原因从句(ἐπειδὴ ἀγαθὸν ἦν...)之后,主句主语 ἕκαστον τῶν σωμάτων 带有分词 ἔχον,随后插入了原因从句(ἐπειδὴ τοῦτο συμβαίνει...),最后引出主动词 ἐφίεται。副词 εἰκότως 在主句中重复出现以强调逻辑归结,冠词性不定式 τὸ ἐφίεσθαι 与 ὁρμήν τινα φυσικήν 同格,用以界定这种自然冲动的具体内容。
- 4.147τῷ δὲ τὰ κοσμικὰ σώματα τοιάνδε σχέσιν ἀναλαβεῖν πρὸς ἄλληλα ἡ διαφορὰ γέγονε τοῦ ἄνω καὶ τοῦ κάτω
带与格冠词 τῷ 的带宾格主语的不定式结构(τὰ κοσμικὰ σώματα ... ἀναλαβεῖν)在此表原因或凭借(“由于宇宙各物体……采取了如此这般的关系”),为后文主句 ἡ διαφορὰ γέγονε(“产生了差异”)提供了因果说明。
