- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:630.6-632.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯阐述道,在反驳了推导虚空存在的各项论证后,亚里士多德进而取消虚空的本性本身,论证均质且无差别的虚空或外延既不能充当处所运动的作用因,也不能充当其目的因。
" Ὅτι δὲ οὐκ ἔστι κενὸν οὕτω κεχωρισμένον, ὡς ἔνιοί φασι, λέγωμεν πάλιν." Δείξας ὅτι οἱ τὸ κενὸν συνάγοντες λόγοι οὐδὲν ἔχουσιν ἀναγκαῖον, βούλεται λοιπὸν ἐντεῦθεν αὐτὴν ἀνελεῖν τὴν τοῦ κενοῦ φύσιν. καὶ ἐπειδὴ τὸ κενὸν ἤτοι κεχωρισμένον ἔλεγον εἶναι οἱ λέγοντες ἢ ἀχώριστον, ἀχώριστον δὲ ἤτοι τὸ δυνάμει καὶ κατὰ τὸν ἑαυτοῦ λόγον κενὸν ἀεὶ δὲ πλῆρες σώματος, ὡς ἂν οἱ τὸ διάστημα λέγοντες εἶναι τόπον εἴποιεν ἂν εἶναι κενόν, ἢ τὸ κατεσπαρμένον ἐν τοῖς σώμασιν,1 ὡς οἱ περὶ Δημόκριτον ἔλεγον, πρότερον δεικνύει ὅτι οὐκ ἔστι κενὸν κεχωρισμένον καὶ μηδὲν ἔχον σῶμα. καὶ ἐπειδὴ οἱ τὸ κενὸν λέγοντες εἶναι αἴτιον αὐτὸ κινήσεως ἔλεγον εἶναι (οὐ γὰρ ἂν εἶναι κίνησιν μὴ ὄντος κενοῦ), δείκνυσι πρότερον ὅτι οὐδαμῇ οὐδαμῶς αἴτιον κινήσεως δύναται εἶναι τὸ κενόν, οὔτε ὡς ποιητικὸν οὔτε ὡς τελικὸν οὔτε ὡς τὸ ἐν ᾧ, ἤτοι τὸ δι’ οὗ, λέγω δὴ ὅτι ὥσπερ φαμὲν νῦν τὴν κίνησιν ἐν μεγέθει γίνεσθαι, οὐχ οὕτως καὶ διὰ κενοῦ δυνατὸν ἂν γενέσθαι.2 καὶ πρότερόν γε δείκνυσιν, ὅτι οὐκ ἐνδέχεται εἶναι τὸ κενὸν ποιητικὸν αἴτιον κινήσεως. ἐπεὶ γὰρ τὸ κενὸν πάντῃ ὅμοιον αὐτὸ ἑαυτῷ ἐστι καὶ διαφορὰν οὐδεμίαν ἔχει πρὸς ἑαυτό, ὁρῶμεν δὲ τὰ κατὰ φύσιν κινούμενα διαφόρους κινήσεις κινούμενα (τὸ μὲν γὰρ πῦρ κατὰ φύσιν ἄνω κινεῖται, ἡ δὲ γῆ κάτω), δῆλον ὅτι οὐκ ἂν τῶν διαφόρων, μᾶλλον δὲ ἐναντίων, τὸ αὐτὸ ποιητικὸν εἴη αἴτιον· τῶν γὰρ ἐναντίων τὰ ἐναντία ἐστὶ ποιητικὰ αἴτια. νῦν μὲν γὰρ ἡμεῖς τὰς φυσικὰς ῥοπὰς ποιητικὰ αἴτια τῶν κινήσεων λέγοντες τὰς ἐναντίας τῶν ἐναντίων αἰτίας ἀποδιδόαμεν (τὸ μὲν γὰρ κοῦφον τῆς ἄνω κινήσεως αἴτιον, τὸ δὲ βαρὺ τῆς κάτω), εἰ δὲ τὸ κενὸν ποιητικὸν ἦν αἴτιον τῆς κινήσεως, οὐκ ἂν ἦν διάφορος κίνησις, μᾶλλον δὲ οὐδ’ ἂν ἦν ὅλως κίνησις. ποῦ γὰρ κινήσει τὸ ἐντεθὲν ἐν αὐτῷ σῶμα; εὔλογον πανταχοῦ· πάντῃ γὰρ ὅμοιον τὸ κενόν. ὥστε ἅμα καὶ ἄνω καὶ κάτω τὸ πῦρ κινήσει καὶ τὰ λοιπά, τοῦτο δὲ ἀδύνατον. ὥστε στάσεως μᾶλλον ἂν ἦν αἴτιον τὸ κενόν, οὐ κινήσεως. ἀδύνατον ἄρα ποιητικὸν αἴτιον κινήσεως εἶναι τὸ κενόν. ἀλλ’ οὐδὲ ὡς τελικὸν ἂν εἴη κινήσεως αἴτιον, λέγω δὴ ὡς ἐφετόν· τὰ αὐτὰ γὰρ πάλιν ἐροῦμεν. αἱ μὲν γὰρ φυσικαὶ κινήσεις διάφοροι· διάφορα ἄρα καὶ τὰ τέλη· τὸ δὲ κενὸν πάντῃ ἐστὶν ἀδιάφορον· τί οὖν μᾶλλον τὸ πῦρ ἐπὶ τὸ ἄνω ἢ τὸ κάτω κινηθήσεται; πανταχοῦ γὰρ τὸ τέλος καὶ τὸ ὀρεκτόν. ἢ οὖν οὐδ’ ὅλως κινήσεται (ὅμοιον γὰρ τὸ κενὸν ἑαυτῷ, ὥστε ὅπου δἂν ἐντεθῇ, ἔχει τὸ τέλος καὶ τὸ ὀρεκτόν), ἢ εἰ κινήσεται, ἐντεῦθεν πανταχοῦ κινήσεται· τί γὰρ μᾶλλον ἄνω ἢ κάτω ἢ ἐπὶ τὰ λοιπά; τὸ γὰρ ὀρεκτόν, ὡς εἶπον, πανταχοῦ. ὥστε διασπασθήσεται. καὶ περὶ τῶν μερῶν ὁ αὐτὸς λόγος, καὶ τοῦτο ἐπ’ ἄπειρον. τὰ αὐτὰ δέ, φησίν, ἅπερ ἐπὶ τοῦ κενοῦ εἴπομεν, ταῦτα καὶ ἐπὶ τοῦ τόπου λέγειν ἔχομεν πρὸς τοὺς τὸν τόπον διάστημα εἶναι οἰομένους.3 εἰ γὰρ τὸ διάστημα τὸ τοπικὸν ταὐτόν ἐστι τῷ κενῷ, ἃ ἐπὶ θατέρου λέγεται, ταῦτα καὶ ἐπὶ τοῦ λοιποῦ λεχθείη ἄν· εἰ γὰρ ὁ τόπος διάστημά ἐστιν ἄποιον καὶ ἀσώματον, πῶς οἰσθήσεται ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ τόπον; ἡμεῖς μὲν γὰρ λέγοντες εἶναι τὸν τόπον πέρας τοῦ περιέχοντος, ἐπειδὴ φυσικοῦ σώματος λέγομεν εἶναι αὐτὸ πέρας, φυσικὰς δυνάμεις ἐναποτιθέμεθα εἶναι ἐν αὐτῷ καὶ ἰδιότητας, καὶ διὰ τοῦτο ὡς πρὸς συγγενὲς ἕκαστον ἐπὶ τὸν ἑαυτοῦ κινεῖται τόπον, εἰ δὲ διάστημα εἴη ὁ τόπος ἄποιον ὂν καθ’ αὑτό, τί μᾶλλον ὧδε ἢ ὧδε κινήσεται; οὐδὲ γὰρ ἔστι τις διαφορὰ καθ’ ἣν τὸ μὲν ὧδε κινηθήσεται, τὸ δὲ ὧδε. πῶς δὲ ἔσται τῶν τόπων ὁ μὲν ἄνω ὁ δὲ κάτω; ἀδιάφορον γὰρ τὸ διάστημα. νῦν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει ὧν τὰ πέρατα τόποι, καὶ τὰ πέρατα αὐτῶν διαφέρει οἷς περιέχει τὰ συγγενῆ (οὐ γὰρ καθ’ αὑτὰ τὰ πέρατα τόποι, ὥσπερ αἱ μαθηματικαὶ ἐπιφάνειαι, ἀλλ’ αἱ ἐν φυσικῷ σώματι ἐπιφάνειαι καὶ ἀχώριστοι), οἱ δὲ τὸ διάστημα λέγοντες εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων· οὐδὲν οὖν διοίσει τὸ δεξάμενον τὸ ὕδωρ διάστημα τοῦ δεξαμένου τὸ πῦρ.
“我们且重新说明,并不存在如某些人所说的那样分离的虚空。” 既然证明了推论出虚空的论证毫无必然性,他接下来便希望由此彻底取消虚空的本性本身。并且由于主张存在虚空的人,曾说虚空要么是分离的,要么是不可分离的——而不可分离的要么是潜能上且依其自身定义而言是虚空,却始终充满着物体的(正如那些主张处所是外延的人会说它是虚空那样),要么是在各物体中散布的(正如德谟克利特派所说的那样)——所以他首先证明,不存在既分离且不具有任何物体的虚空。而且由于主张存在虚空的人曾说它是运动的原因(因为若没有虚空,运动就不会存在),他首先证明,虚空决不能在任何意义上、以任何方式成为运动的原因,无论是作为作用因、目的因,还是作为运动在其中发生的因,即运动通过其发生的因;我的意思是,正如我们现在说运动在量度中发生那样,它绝不能同样通过虚空而发生。并且他首先证明,虚空不可能成为运动的作用因。因为虚空处处自身相似,相对自身没有任何差别,而我们看到依自然运动之物正以不同的运动运动(火依自然向上运动,土向下运动),显而易见,同一事物决不能成为不同运动乃至相反运动的作用因;因为相反者是相反者的作用因。因为现在我们把自然倾向称为运动的作用因,将相反的原因赋予相反的运动(轻是向上运动的原因,重是向下运动的原因);但如果虚空是运动的作用因,就不会有不同的运动,甚至根本不会有任何运动。因为虚空究竟会把置于其中的物体引向何处运动呢?合理地说,应是引向一切方向;因为虚空处处相似。因此它将使火同时向上和向下运动,其余物体亦然,而这是不可能的。因此虚空反倒会是静止的原因,而非运动的原因。所以虚空不可能是运动的作用因。但它也不能作为目的因而成为运动的原因,我的意思是作为希求的对象;因为我们又要说同样的话。自然运动既然各不相同,其目的也各不相同;然而虚空处处毫无差别;那么火何以向上运动而不向下运动呢?因为目的和希求的对象处处皆是。因此,要么它根本不会运动(因为虚空自身相似,以至于无论被置于何处,它都拥有其目的与希求的对象),要么如果运动,它将从该处向一切方向运动;因为何以向上而不向下或向其余方向运动呢?因为正如我所说,希求的对象处处皆是。因此[物体]将被撕裂。对于各个部分也是同样的论述,并且这将以此类推至无限。他说,凡是我们关于虚空所说的这些话,针对那些认为处所即外延的人,我们也完全可以关于处所来说。因为如果处所性的外延与虚空同一,那么关于其中一方所说的,也可以关于另一方来说;因为如果处所是无性质且非物体的外延,各个事物又如何会被带向其自身的处所呢?因为我们说处所是包容者的界限,既然说它是自然物体的界限,便假定了其中存在着自然的力量与特性,正因如此各个事物才如奔向同类一般向着自身的处所运动;但如果处所是就其自身而言无性质的外延,为何向这里运动而不向那里运动呢?因为根本不存在任何差异,能让一个事物向这里运动而另一事物向那里运动。又怎么会有处所一个在上而另一个在下呢?因为外延是毫无差别的。因为现在,既然其界限为处所的那些物体互不相同,它们用以包容同类之物的界限也互不相同(因为界限并非像数学上的面那样依其自身是处所,而是在自然物体之中的、不可分离的面),而主张外延的人却随即要求外延与自然及简单物体相分离;因此,接纳了水的外延与接纳了火的外延绝不会有任何区别。
- 4.147ἀχώριστον δὲ ἤτοι τὸ δυνάμει καὶ κατὰ τὸν ἑαυτοῦ λόγον κενὸν ἀεὶ δὲ πλῆρες σώματος, ὡς ἂν οἱ τὸ διάστημα λέγοντες εἶναι τόπον εἴποιεν ἂν εἶναι κενόν, ἢ τὸ κατεσπαρμένον ἐν τοῖς σώμασιν
该句由 ἤτοι... ἤ 引导,展开对“不可分离的虚空”的二分。前一项 τὸ δυνάμει καὶ κατὰ τὸν ἑαυτοῦ λόγον κενὸν ἀεὶ δὲ πλῆρες σώματος 中,δυνάμει 与 κατὰ τὸν ἑαυτοῦ λόγον 同后置的 ἀεὶ δὲ πλῆρες σώματος 相对照,意为“在潜能上且依其自身定义而言是虚空,却始终充满物体的”。随后的插入性从句 ὡς ἂν... εἴποιεν ἂν 举例说明此类虚空,再并列引出后一项 τὸ κατεσπαρμένον。
- 4.147λέγω δὴ ὅτι ὥσπερ φαμὲν νῦν τὴν κίνησιν ἐν μεγέθει γίνεσθαι, οὐχ οὕτως καὶ διὰ κενοῦ δυνατὸν ἂν γενέσθαι
动词 λέγω 带出由 ὅτι 引导的名词性宾语从句,从句内部构成 ὥσπερ... οὐχ οὕτως 的比照结构。它将 νῦν 所指的现实例子(运动在量度中发生)同借助虚空发生运动的不可能性相对比,后半句由带 ἄν 的否定不定式短语 οὐχ... δυνατὸν ἂν γενέσθαι 表达潜在不可能。
- 4.147τὰ αὐτὰ δέ, φησίν, ἅπερ ἐπὶ τοῦ κενοῦ εἴπομεν, ταῦτα καὶ ἐπὶ τοῦ τόπου λέγειν ἔχομεν πρὸς τοὺς τὸν τόπον διάστημα εἶναι οἰομένους
此句为关联句式,先行词 τὰ αὐτά 引出由 ἅπερ 引导的关系分句,并在主句中由指示代词 ταῦτα 呼应复指。动词词组 λέγειν ἔχομεν 表能力或可能(“能够说”),介词短语 πρὸς τοὺς ... οἰομένους(“针对那些认为……的人”)标明了论驳的对象。
