← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§628.25-630.5

通过质变与圆周运动反驳虚空的必要性

评注亚里士多德《物理学》214a27–214b8,指出虚空并非一般运动的必要条件(以质变、圆周运动和相互置换为例),并论证葡萄酒的浓缩和增长疑难都不能证明虚空的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142

" Ὅλως μὲν οὖν πάσης κινήσεως οὐδαμῶς." Τέως τὸ καθόλου καὶ ἀπροσδιόριστον τῆς ἀποφάνσεως ἐλέγχει· ἔλεγον γὰρ ἁπλῶς οὕτως, ὅτι εἰ ἔστι κίνησις, ἔστι κενόν. τὸ οὖν οἴεσθαι, φησίν, ἢ λέγειν πάσης κινήσεως αἴτιον εἶναι τὸ κενόν, γελοῖον· οὐ γὰρ δήπου καὶ ἡ ἀλλοίωσις κίνησις οὖσα τόπου ἢ κενοῦ προσδεήσεται. διὸ καὶ Μέλισσον ἔλαθε·1 κἀκεῖνος γὰρ ἄπειρον εἶναι τὸ πᾶν ὑποτιθέμενος ἀπεφαίνετο καὶ ἀκίνητον εἶναι (οὐ γὰρ ἔχειν ποῦ κινηθῆναι)· ἔλαθεν οὖν κἀκεῖνον ὅτι ἀλλοιοῦσθαι ἠδύνατο τόπου μὴ προσδεόμενον, καὶ οὕτως οὐκ ἂν ἦν ἀκίνητον. οὐ μόνον δέ, φησίν, ἀλλοιοῦσθαι δυνατὸν ἑτέρου τόπου μὴ προσδεόμενον παρὰ τὸν ἐν ᾧ ἐστιν, ἀλλὰ καὶ κατὰ τόπον κινεῖσθαι, ἐπειδὴ καὶ περὶ τῆς κατὰ τόπον κινήσεως ἐκεῖνοι ἐδόκουν λέγειν. καὶ τοῦτο σαφὲς ἐπὶ τῶν κατὰ κύκλον κινουμένων (ἐν τῷ αὐτῷ γὰρ στρέφεται τόπῳ), ἀλλὰ καὶ κατ’ εὐθεῖαν κινεῖσθαι δυνατὸν κενοῦ μὴ ὄντος, ἀντιπερισταμένων ἀλλήλοις τοῦ τε κινουμένου καὶ τοῦ ἐν ᾧ ἡ κίνησις γίνεται.2

“总之,对于一切运动绝非如此。” 目前他反驳其断言的普遍性与未加限定性;因为他们就是这样简单地说:如果有运动,就有虚空。因此他说,认为或宣称虚空是一切运动的原因是可笑的;因为质变虽也是运动,却决不会还需要处所或虚空。这也是麦里梭所忽略的;因为他也假定万有是无限的,进而宣称它也是不动的(因为它没有地方可以运动);因此他也忽略了万有无需处所即可进行质变,从而原本不会是不动的。他说,不仅在不需要除了其所在处所之外的另一处所的情况下可以发生质变,而且进行处所运动也是可能的,因为他们似乎也正是就处所运动而言的。而这在作圆周运动的事物上是显而易见的(因为它在同一处所中旋转);然而即使没有虚空存在,当运动之物与运动在其中发生之物彼此相互替换(互换位置)时,作直线运动也是可能的。

§4.143

"Ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενόν, ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκπυρηνίζειν.3" Ὅτι οὐδὲ ἡ δευτέρα ἀπορία ἔχει τι ἀναγκαῖον, ἡ ἀπὸ τοῦ οἴνου καὶ τῶν πίθων· ἐνδέχεται γὰρ πιλεῖσθαι τὸν οἶνον οὐκ εἰς προϋπάρχοντα ἐν αὐτῷ κενά, ἀλλ’ εἰς τοὺς τόπους τῶν ἐκπυρηνισθέντων ἐξ αὐτοῦ λεπτομερεστέρων σωμάτων. τὸ δὲ ἐκπυρηνίζειν ἐκ μεταφορᾶς τῶν πυρήνων εἴρηται, τῶν ὑπὸ τῆς θλίψεως τῶν δακτύλων ἐξακοντιζομένων. πυρῆνες δὲ λέγονται κυρίως τὰ τῶν ἐλαιῶν γίγαρτα, ἐκ τούτων δὲ καὶ πολλὰ ἄλλα.

“并且凝缩也可能是由于所含之物被挤出,而非进入虚空。” 这表明第二个疑难,即来自酒和酒坛的疑难,也毫无必然性;因为酒被压实,完全可能不是进入其中预先存在的虚空,而是进入从其中被挤出的更微细部分的物体的处所之中。而“挤出”是借自手指挤压时射出的果核这一隐喻而言的。果核本义是指橄榄核,由此引申也指许多其他东西。

§4.144

"Καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίνοιτο ἀήρ." Τρίτον τὸν ἀπὸ τῆς αὐξήσεως ἐλέγχει λόγον, καὶ τέως, ὡς εἶπον, κοινότερον κέχρηται τῇ αὐξήσει, πᾶσαν ἁπλῶς τὴν εἰς μείζονα ὄγκον μεταβολὴν αὔξησιν λέγων.

“并且增长不仅是由于某种东西进入,而且也是由于质变,例如若由水生成空气。” 他第三个反驳来自增长的论证,并且目前正如我所说的,他是在更一般的意义上使用增长,简单地将向着更大体积的一切变化都称为增长。

§4.145

"Ἢ γὰρ οὐκ αὐξάνεται ὁτιοῦν, ἢ οὐ σώματι." Ἡ τῶν φυσικῶν ἀπορία, ἣν λύειν ἐπιχειροῦντες τὸ κενὸν ὑπετίθεντο. ταύτην οὖν, φησί, τὴν ἀπορίαν ἀξιοῦσι λύειν οἱ τὸ κενὸν ὑποτιθέμενοι, οὐ μέντοι δεικνύουσιν, ὅτι ἔστι κενόν. οὐ γὰρ ἐπειδὴ ἔστιν αὔξησις, ἀνάγκη κενὸν εἶναι, ἀλλ’ ἡ αἰτία τοῦ τρόπου τῆς αὐξήσεως ζητητέα· οὐδὲ γὰρ ὑποτιθέμενοι εἶναι τὸ κενὸν λύουσι τὴν περὶ τῆς αὐξήσεως ἀπορίαν.

“因为要么根本没有任何东西增长,要么不是通过物体[增长]。” 这是自然哲学家们的疑难,他们试图解决这一疑难因而设定了虚空。因此他说,设定虚空的人自称解决了这一疑难,然而他们并没有证明虚空存在。因为并不是既然有增长就必然有虚空,而是应当探求增长方式的原因;因为他们即使设定存在虚空,也没有解决关于增长的疑难。

§4.146

"Ἢ πᾶν εἶναι τὸ σῶμα ἀναγκαῖον κενόν, εἰ πάντῃ αὐξάνεται καὶ αὐξάνεται διὰ κενοῦ." Ὅτι οὐ λύεται ἡ ἀπορία ὑποτεθέντος τοῦ κενοῦ· εἰ γὰρ διὰ κενοῦ τινος γίνοιτο ἡ αὔξησις, ἀνάγκη τὸ ὅλον κενὸν εἶναι, εἴ γε παντὶ τῷ σώματι προσκρίνεται. τὰ αὐτὰ καὶ ἐπὶ τῆς τέφρας ἐροῦμεν.

“或者,如果处处都在增长且通过虚空增长,则整个物体必然是虚空。” 这表明在设定了虚空之后,疑难并未得到解决;因为如果增长是通过某种虚空产生的,那么倘若确实增补到物体的每一部分,整个物体就必然是虚空。关于灰烬我们也将说同样的话。

语法注3 条
  1. 4.142διὸ καὶ Μέλισσον ἔλαθε

    动词 ἔλαθε(λανθάνω 的不定过去时)以宾格 Μέλισσον 为宾语、前文内容为隐含主语(插入 γάρ 句后复述的 ἔλαθεν οὖν κἀκεῖνον 则以后接的 ὅτι 从句 ὅτι ἀλλοιοῦσθαι ἠδύνατο... 充当实质主语),意为“……这一事实为麦里梭所忽略/未曾注意”。

  2. 4.142ἀντιπερισταμένων ἀλλήλοις τοῦ τε κινουμένου καὶ τοῦ ἐν ᾧ ἡ κίνησις γίνεται

    独立属格结构。由 τε...καί 连接的逻辑主语包括“运动之物”(τοῦ κινουμένου)和“运动在其中发生之介质”(τοῦ ἐν ᾧ ἡ κίνησις γίνεται)两者;分词 ἀντιπερισταμένων 支配与格 ἀλλήλοις,表述二者在无虚空的情况下相互腾出/替换处所的过程。

  3. 4.143διὰ τὸ τὰ ἐνόντα ἐκπυρηνίζειν

    在带冠词不定式 διὰ τὸ ... ἐκπυρηνίζειν 结构中,中性复数宾格 τὰ ἐνόντα(包含于其中的事物)是不定式在语义上的主语,作不及物动词理解(“射出/被挤出”),正如菲洛波诺斯随后用被动分词 ἐκπυρηνισθέντων 及 ἐξακοντιζομένων 所作的转述。语法上虽然亦可将 ἐκπυρηνίζειν 作及物动词解为“[某物]挤出所含之物”,但此处依从注疏者的词义阐释作不及物/中动态理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:628.25-630.5