← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§61.22-63.4

巴门尼德的论证及其结论中的逻辑谬误

随着亚里士多德转向对巴门尼德的批判,菲洛波庞剖析了巴门尼德的论证(存在者之外者无,故存在者为一),从逻辑上揭示了其在结论换位上所犯的对偶谬误,并指出了其大小前提中关于存在者的多义性与非存在者之虚妄的缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#1

" Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων." Ἐνστὰς καθόλου πρὸς τὸ πρόβλημα ὅτι ἀδύνατον ἓν εἶναι τὸ ὄν, εἶτα προχειρισάμενος τὸν Μελίσσου λόγον, δι’ οὗ ἐκεῖνος ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, καὶ διελέγξας αὐτόν, ἀκολούθως καὶ τοὺς Παρμενίδου νῦν προχειρίζεται λόγους καὶ διελέγχει. ὥσπερ 〈δὲ〉 αἱ δόξαι ἥ τε Μελίσσου καὶ ἡ Παρμενίδου τὰ μέν τινα ἔχουσι κοινά, τὸ λέγειν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον, τὰ δὲ ἑκάστη ἰδίᾳ, τὸ τὸν μὲν ἄπειρον εἶναι λέγειν τὸ ὄν, τὸν δὲ πεπερασμένον, οὕτω καὶ οἱ πρὸς τούτους ἔλεγχοι οἱ μέν εἰσι κοινοί, οἱ δὲ ἴδιοι πρὸς ἕκαστον· κοινοὶ μὲν γάρ εἰσι δι’ ὧν ἐλέγχεται τὸ μὴ εἶναι ἓν καὶ ἀκίνητον τὸ ὄν, ἴδιοι δὲ δι’ ὧν ὁ μὲν ἐλέγχεται ὅτι οὐκ ἄπειρον, ὁ δὲ ὅτι οὐδὲ πεπερασμένον. δείξει γὰρ ὅτι τὸ ὂν τοῦτο, ὅπερ καὶ ἓν εἶναι ὑποτίθενται, ὅτι οὔτε ἄπειρον αὐτὸ ἐνδέχεται εἶναι, οὔτε πεπερασμένον.1 εἰσὶ δὲ οἱ τοῦ Παρμενίδου λόγοι δύο, ὧν τὸν ἕτερον ἐν τούτοις ἐκτίθεται (οὗπερ καὶ ὁ Θεόφραστος μέμνηται καὶ Πλάτων), τὸν δὲ ἕτερον ἐν τοῖς ἔμπροσθεν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· τὸ παρὰ τὸ ὄν, φησίν, οὐκ ὄν ἐστι, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, ἤτοι τὸ ὂν ἄρα ἕν. ὁ μὲν οὖν λόγος τοιοῦτος, ἡμάρτηται δὲ καὶ κατὰ τὰς προτάσεις καὶ κατὰ τὴν ἀντιστροφήν· τὸ γὰρ συμπέρασμα ἀπὸ τοῦ ἡγουμένου κακῶς ἀντιστρέφει. ἔστι δὲ τὸ συμπέρασμα τοῦτο· τὸ παρὰ τὸ ὂν ἄρα οὐδέν. τῆς οὖν σὺν ἀντιθέσει ἀντιστροφῆς καθόλου ἀληθευούσης, ὅταν λάβωμεν τὸ τῷ ἑπομένῳ ἀντικείμενον καὶ συναγάγωμεν τὸ τῷ ἡγουμένῳ ἀντικείμενον, αὐτὸς κακῶς ἐκ τοῦ ἡγουμένου ἐποιήσατο τὴν ἀντιστροφὴν2 λαβὼν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ καὶ συναγαγὼν τὸ ἀντικείμενον τῷ ἑπομένῳ. ἔστι δὲ ἡγούμενον μὲν ἐν τῷ συμπεράσματι ‘τὸ παρὰ τὸ ὄν’, ἑπόμενον δὲ τὸ ‘οὐδέν’, ἀντίκειται δὲ τῷ μὲν παρὰ τὸ ὂν τὸ ὄν, τῷ δὲ οὐδὲν τὸ ἕν. εἰ τοίνυν ὑγιῶς ἐποιήσατο τὴν ἀντιστροφήν, ἐκ τοῦ ἑπομένου συνῆγε ‘τὸ ἓν ἄρα ὄν’, καὶ ἀληθὲς ἂν ἦν τοῦτο. ἡ μὲν οὖν κατὰ τὴν ἀντιστροφὴν τοῦ συμπεράσματος ἁμαρτία τοιαύτη, ἐγκαλεῖ δὲ ὁ Ἀριστοτέλης καὶ ταῖς προτάσεσι, καὶ πρῶτόν γε τῇ ἐλάττονι τῇ λεγούσῃ ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν’. τῶν γὰρ ὄντων, φησίν, ἐναργῶς πολλῶν ὄντων (τοῦτο γὰρ ἐκ τῆς ἐναργείας εἰλήφθω), οὐκ ἔδει ἑνικῶς προαγαγέσθαι τὸν λόγον, οὐδὲ φωνὴν ὁμώνυμον λαβεῖν ἐν προτάσει τὴν τοῦ ὄντος, ἀλλ’ εἰπεῖν ‘τὰ παρὰ τὰ ὄντα οὐκ ὄντα’· εἰ δὲ τοῦτο εἶπεν, αὐτόθεν πολλὰ εἰσῆγε τὰ ὄντα. ἀλλὰ δὴ κἂν συγχωρήσωμεν αὐτῷ ἕν τι σημαίνειν τὸ ὂν καὶ ἀληθῆ εἶναι τὴν ἐλάττονα πρότασιν, ἡ μείζων ψευδὴς ἔσται. ἔστω γὰρ ἀληθὲς τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι, ἕν τι σημαίνοντος τοῦ ὄντος, οἷον τὴν οὐσίαν, οὐκέτι μέντοι ἀληθὲς τὸ οὐκ ὂν οὐδὲν εἶναι· καὶ γὰρ τὰ συμβεβηκότα οὐκ ὄντα μὲν διότι οὐκ οὐσίαι, οὐ μὴν οὐδέν. ταύτης τῆς προτάσεως καὶ ὁ Πλάτων ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ ἐπιλαμβάνεται. πολλὰ γὰρ ἐγκώμια πρότερον κατατείνας τοῦ Παρμενίδου καὶ πατέρα αὐτὸν καλέσας, φησὶν ὅτι εἰ καὶ ἀληθὲς εἴη τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι (ἴσμεν γὰρ ὅτι ὂν ἐκάλει τὸ νοητόν· εἴ τι οὖν ἐστι τὸ παρὰ τὸ νοητὸν ὅπερ ὄντως ὄν ἐστι, τοῦτο οὐκ ὂν ἔσται), οὐκέτι μέντοι ἀληθὲς τὸ οὐκ ὂν οὐδὲν εἶναι.

“而对于巴门尼德,论证的方式也是相同的。” 在普遍地针对这一问题提出反对、〔指出〕存在者不可能是一,随后检视了梅利梭斯赖以确立存在者是一的论证并驳斥了它之后,他[亚里士多德]接着现在也检视巴门尼德的诸论证并予以驳斥。正如梅利梭斯与巴门尼德的见解在某些方面具有共通之处——即主张存在者是一且不动的——而在某些方面则各自特有——即前者主张存在者是无限的,而后者主张它是有限的——同样,针对他们的驳斥也是有些是共通的,有些则是针对各自特有的。因为那些借以证明存在者不是一且不动的论据是共通的,而那些借以根据〔存在者〕并非无限而驳斥前者、根据〔存在者〕甚至并非有限而驳斥后者的论据则是特有的。因为他将证明,他们假定为一的这一存在者,既不可能无限,也不可能有限。巴门尼德的论证有两个,其中一个他[亚里士多德]在这些段落中陈述出来(泰奥弗拉斯托斯和柏拉图也提到了这一论证),另一个则在后面的段落中。该论证如下:他说:“在存在者之外的东西是非存在,非存在是什么都不是,所以存在者是一,或者说存在者因此是一。”论证本身固然是这样的,但在前提和换位两方面都犯了错误;因为他错误地从前件对结论进行了换位。结论是这样的:“所以在存在者之外的东西什么都不是”。因此,在通过矛盾对立进行的换位[换质换位法]中,当我们取后件的对立面并推导得出前件的对立面时,它普遍为真;但他自己却错误地从前件出发进行换位,取了前件的对立面并推导得出后件的对立面。在结论中,前件是“在存在者之外的东西”,后件是“什么都不是”;而与“在存在者之外的东西”相对立的是“存在者”,与“什么都不是”相对立的是“一”。因此,如果他合理地进行换位,他本应当从后件推导得出“所以一即存在者”,而这本该是真的。结论在换位上的错误就是如此;但亚里士多德对前提也提出了指责,并且首先是对声称“在存在者之外的东西是非存在”的小前提。他说,因为存在者显明是多数的(因为这一点当取自显然的事实),所以他不应当以单数提出这个论证,也不应当在前提中采用“存在者”这一同名异义的语词,而应当说“在诸存在者之外的诸事物是非存在者”;但如果他说了这话,他就立刻引入了存在者是多数这一事实。然而,即使我们向他让步,承认“存在者”表示单一的事物且小前提为真,大前提也将是假的。因为就算当“存在者”表示单一事物(例如实体)时,“在存在者之外的东西是非存在”是真的,然而“非存在是什么都不是”却不再是真的了。因为偶性虽然因不是实体而是非存在,但也决不是什么都不是。柏拉图在对话录《智者篇》中也对这个前提提出了异议。因为他在预先对巴门尼德极尽赞颂并称他为父亲之后,说:即使“在存在者之外的东西是非存在”是真的(因为我们知道他把理知之物称为存在者;因此,如果在作为真正存在的理知之物之外还有某种东西,这东西将是非存在),然而“非存在是什么都不是”却不再是真的了。

语法注2 条
  1. 1.37δείξει γὰρ ὅτι τὸ ὂν τοῦτο, ὅπερ καὶ ἓν εἶναι ὑποτίθενται, ὅτι οὔτε ἄπειρον αὐτὸ ἐνδέχεται εἶναι, οὔτε πεπερασμένον

    引导主动词 δείξει 的宾语从句的连词 ὅτι,在提前的主语短语 τὸ ὂν τοῦτο 和插入的关系从句 ὅπερ καὶ ἓν εἶναι ὑποτίθενται 之后,作为冗余再次重复出现。在句法上,第二个 ὅτι 起到实际的从属连词作用,支配带有复指主语代词 αὐτό 的谓语部分 οὔτε ἄπειρον ... οὔτε πεπερασμένον。

  2. 1.37τῆς οὖν σὺν ἀντιθέσει ἀντιστροφῆς καθόλου ἀληθευούσης, ὅταν λάβωμεν τὸ τῷ ἑπομένῳ ἀντικείμενον καὶ συναγάγωμεν τὸ τῷ ἡγουμένῳ ἀντικείμενον, αὐτὸς κακῶς ἐκ τοῦ ἡγουμένου ἐποιήσατο τὴν ἀντιστροφὴν

    短语 τῆς ... ἀντιστροφῆς ἀληθευούσης 是让步/情境性的属格绝对结构,意为“鉴于通过矛盾对立进行的换位[换质换位法/对偶律]普遍为真”。嵌套的 ὅταν 从句规定了其有效的条件(“当我们取后件的对立面并推导出前件的对立面时”),与主句中指出巴门尼德(αὐτός)错误地从前件进行了换位构成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:61.22-63.4