- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:623.19-625.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏亚里士多德在214a26处反驳虚空是运动所必需这一论据的段落。他阐明质变完全不需要处所或虚空,而在位置运动中,通过涡流与流体中的相互换位,运动同样无须虚空即可发生,并进而指出这一反驳并未否定他自己所主张的“始终被充满的、不相分离的间隔”这一虚空概念。
" Οὐδεμία δὲ ἀνάγκη, εἰ κίνησις ἔστιν, εἶναι κενόν." Ἐλέγξας τὸ κενὸν τοῖς αὐτοῖς λόγοις οἷς καὶ τὸν τόπον τὸν ὡς διάστημα, ὁρμᾷ μὲν ἐντεῦθεν εἰς τὸ αὐτὸ καθ’ αὑτὸ τὸ κενὸν δεῖξαι ὅτι οὐδαμῇ οὐδαμῶς ἐστι, πρότερον δὲ τοὺς λόγους, δι’ ὧν ἐπεχείρουν δεῖξαι ὅτι ἔστι τὸ κενόν, βούλεται ἐλέγξαι καὶ δεῖξαι ὅτι οὐδὲν ἔχουσιν ἀναγκαῖον. ἦσαν δὲ τέσσαρες, ὁ ἀπὸ τῆς κινήσεως, ὁ ἀπὸ τῆς αὐξήσεως, ὁ ἀπὸ τοῦ γλεύκους, καὶ ὁ ἀπὸ τῆς τέφρας. καὶ τέως τὸν ἀπὸ τῆς κατὰ τόπον κινήσεως λόγον δείκνυσι μηδὲν ἔχοντα ἀναγκαῖον. ἦν δὲ ὁ λόγος οὗτος· εἰ κίνησις ἔστι καὶ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἔστι κενόν, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. πρῶτον μὲν γάρ, φησίν, εἰ καί τις κίνησις ἐδεῖτο κενοῦ, οἷον ἡ κατὰ τόπον, οὐ δήπου καὶ πᾶσα κίνησις κενοῦ δεῖται εἰς τὸ γενέσθαι. ἡ γοῦν ἀλλοίωσις τόπου παντελῶς οὐ προσδεῖται· τὸ γὰρ ἀλλοιούμενον, ὅσον ἐπὶ τῇ ἀλλοιώσει,1 οὐδενὸς προσδεῖται τόπου· καὶ γὰρ ἀκίνητον ὂν κατὰ τόπον ἀλλοιωθείη ἄν. ἀλλ’ οὐδὲ εἰ ἡ κατὰ τόπον εἴη κίνησις, εὐθὺς ἀνάγκη καὶ κενὸν εἶναι· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα ἀμείβοντα τοὺς ἀλλήλων τόπους, καὶ οὐ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου αὐτῶν. καὶ τοῦτο μὲν καὶ ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως ἔστιν ἰδεῖν, μάλιστα δέ ἐστι προφανὲς ἐν ταῖς τῶν συνεχῶν δίναις, ὡς ἔχει ἐπὶ τῆς Ἀρατείας σφαίρας καὶ ἐπὶ τοῦ ἐν τῇ λεκάνῃ κινουμένου ὕδατος· ταῦτα γὰρ οὐ διὰ κενοῦ κινοῦνται (τὸν γὰρ αὐτὸν κατέχουσι τόπον κατὰ τὰς οἰκείας ὁλότητας), ἀλλὰ κινοῦνται τῶν μερῶν ἀντιπαραχωρούντων ἀλλήλοις τοὺς οἰκείους τόπους.2 καὶ τί λέγω ἐπὶ τῶν κύκλῳ κινουμένων; καὶ γὰρ τὰ κατ’ εὐθεῖαν κινούμενα, ὡς ἤδη εἶπον, τοῦτον κινεῖται τὸν τρόπον κενοῦ μὴ δεόμενα· ἐὰν γὰρ τὸν δάκτυλον καθεὶς ἐν ὕδατι κινήσω, καὶ ἁπλῶς πάντα τὰ ἐν ὕδατι κινούμενα κινεῖται μὲν κατὰ τόπον τὴν κατ’ εὐθεῖαν κίνησιν, οὐ διὰ κενοῦ δὲ κινεῖται οὐδέ ἐστι τηλικαῦτα κενὰ κεχωρισμένα ἐν τῷ ὕδατι, οἷά ἐστι τὰ τῶν ἰχθύων, τὰ τῶν κητῶν σώματα (τοῦτο γὰρ ἐναργές), ἀλλ’ ἀντιμεθίσταται ἀεὶ τὸ ὕδωρ τῷ κινουμένῳ, καὶ ἑκάτερον τὸν τοῦ ἑτέρου τόπον καταλαμβάνει. εἰ μὲν γὰρ διὰ στερρῶν καὶ ἀντιτύπων σωμάτων ἐγίνετο ἡ κίνησις, εἰκότως ἐνομίσθη ἂν διὰ κενοῦ κινεῖσθαι τὰ κινούμενα, διὰ τὸ μὴ ῥᾳδίαν εἶναι ἐπὶ τούτων τὴν ἀντιπερίστασιν, εἰ δὲ δι’ ὑγρῶν ἡ κίνησις γίνεται, ὕδατος λέγω καὶ ἀέρος, οὐκ ἀναγκαῖον εἰσάγειν τὸ κενὸν διὰ τὴν κίνησιν· τεμνομένου γὰρ τοῦ δι’ οὗ ἡ κίνησις καὶ ἀντιπαραχωροῦντος τὸν ἑαυτοῦ τόπον τῷ κινουμένῳ, οὕτως ἡ κίνησις γίνεται. ἐκ δὲ τούτων τῶν ἐπιχειρημάτων, ὅτι μὲν οὐκ ἀναγκαῖον κινήσεως οὔσης εἶναί τι χωριστὸν κενὸν πάντῃ σώματος ἐστερημένον, δείκνυται, ὅτι δὲ ἁπλῶς οὐκ ἔστιν, οὐδέπω ἐκ τούτων δείκνυται· τί γὰρ εἰ καὶ μὴ διὰ κενοῦ μὲν ἡ κίνησις γίνοιτο, εἴη δέ τι καὶ ἄλλως κενὸν καθ’ αὑτὸ κεχωρισμένον;3 ὅτι μὲν οὖν, ὡς εἶπον, κινήσεως οὔσης ἐνδέχεται μὴ εἶναι κενὸν χωριστόν, ἱκανῶς διὰ τούτων δείκνυται, ὅτι δὲ οὐδὲ ἀχώριστόν ἐστι κενὸν κατὰ τὸν τρόπον ὃν ἐγὼ εἶπον, ὅπερ τῷ μὲν ἰδίῳ λόγῳ διάστημά ἐστι κενὸν παντὸς σώματος, οὐδέποτε δὲ χωρὶς ἔστι σώματος, ἀλλ’ ἀεὶ πεπλήρωται σώματός τινος, οὐ δείκνυται διὰ τῶν λόγων τούτων, ἀλλὰ τοὐναντίον καὶ ἀναγκαῖον εἶναι ἐκ τῶν εἰρημένων· ὅταν γὰρ φῶμεν μὴ δεῖσθαι κενοῦ τὰ κινούμενα, ἀλλὰ ἀντιμεθίστασθαι καὶ ἀντιπαραχωρεῖν ἀλλήλοις τὰ μόρια τοὺς ἰδίους τόπους, τί ἄλλο φαμὲν ἀντιπαραχωρεῖν ἀλλήλοις ἢ τὰ διαστήματα ἐν οἷς εἰσίν; εἴρηται δὲ ἱκανῶς ἐν τοῖς περὶ τόπου λόγοις περὶ τούτου.
“即使存在运动,也绝无必然性存在虚空。” 在用反驳作为间隔的处所的相同论证反驳了虚空之后,他从这里出发进而证明虚空自身无论如何绝不存在,但在那之前,他想要反驳人们借以试图证明虚空存在的那些论证,并证明它们不具有任何必然性。而那些论证有四个:来自运动的论证、来自增长的论证、来自新酿葡萄酒的论证,以及来自灰烬的论证。眼下,他证明来自位置运动的论证没有任何必然性。该论证如下:“如果存在运动,且物体不能穿过物体,那么就存在虚空;然而前者确实如此,因此后者也必然如此。”因为他首先说,即使某种运动需要虚空,例如位置运动,也绝非所有运动在生成时都需要虚空。至少质变就完全不需要处所;因为就质变而言,受质变者不需要任何处所;因为即使在位置上静止不动,它也能发生质变。然而,即使有位置运动,也并非直接就有必然性也存在虚空;因为诸物体能够相互换位、彼此交替处所,而不需要与它们相分离的虚空间隔。这一点甚至在直线运动中也可以看到,但在连续物的涡流中最为明显,就像在阿拉托斯天球以及在盆中运动的水的情况那样;因为这些并不是穿过虚空而运动的(既然就其自身的整体性而言,它们保持着同一处所),而是通过各部分相互出让各自的处所而运动的。我又何必只谈作圆周运动的事物呢?因为正如我已经说过的,作直线运动的事物也是以这种方式运动而不需要虚空的。因为如果我把手指浸入水中移动,并且一般而言,所有在水中运动的事物虽然在位置上作直线运动,但并不是穿过虚空运动的,水中也没有鱼类和鲸类的身体那样巨大的分离虚空(因为这是显而易见的事实);相反,水总是为运动者退避换位,每一方都占据另一方的处所。因为如果运动是通过坚硬且抗拒的物体发生的,那么运动者被认为穿过虚空而运动或许还合情合理,因为在这些物体中相互换位并不容易;但如果运动是通过流体――我是指水和空气――发生的,那就没有必要因为运动而引入虚空;因为通过运动所穿过的介质被剖开并将其自身的处所出让给运动者,运动就是这样发生的。由此可见,通过这些论证固然证明了:既然有运动,就不必然存在某种完全被剥夺了物体的分离虚空;但虚空绝不存在这一点,从这些论证中尚未得到证明。因为,即使运动不是穿过虚空发生的,难道就不可能另外存在某种自身相分离的虚空吗?因此,正如我所说的,在存在运动的情况下可以不存在分离的虚空,这一点通过这些论证已经得到了充分证明;但是,甚至连按照我所说的方式的不相分离的虚空(按照其固有的定义,它是不含任何物体的间隔,但绝不脱离物体,而是始终被某种物体所充满)也不存在,这一点通过这些论证并未得到证明,反而从所说的话来看〔它〕存在甚至还是必然的。因为当我们说运动者不需要虚空,而是各部分相互换位并彼此出让各自的处所时,除了它们所处的间隔之外,我们还说〔它们〕彼此出让别的什么东西呢?关于这一点,在关于处所的论述中已经说得足够充分了。
- 4.141ὅσον ἐπὶ τῇ ἀλλοιώσει
短语 ὅσον ἐπί 支配与格,为表示“就……而言”的习语性限定表达,对主语 τὸ ἀλλοιούμενον 加以限定(“就质变而言,受质变者不需要任何处所”)。
- 4.141ἀντιπαραχωρούντων ἀλλήλοις τοὺς οἰκείους τόπους
动词 ἀντιπαραχωρέω 支配与格(对象:ἀλλήλοις)与宾格(让出的客体:τοὺς οἰκείους τόπους),在此构成属格绝对结构(τῶν μερῶν ἀντιπαραχωρούντων),表方式或手段:“通过各部分相互出让各自的处所”。
- 4.141τί γὰρ εἰ καὶ μὴ διὰ κενοῦ μὲν ἡ κίνησις γίνοιτο, εἴη δέ τι καὶ ἄλλως κενὸν καθ’ αὑτὸ κεχωρισμένον;
由 τί γὰρ εἰ...(“设若……又当如何”)引导的带有希求式(γίνοιτο, εἴη)的省略性条件反诘句。注释者借此修辞结构指出,亚里士多德仅证明了运动不需要虚空,并未直接证明独立的虚空绝不存在。
