← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§622.1-623.18

从处所理论推导虚空的不存在

斐洛庞努斯注释了亚里士多德立足于处所理论推导虚空不存在(既非相分离亦非不相分离)的论证(214a16–24),阐明处所与虚空仅在概念上有所区别而底层相同,且位置运动是人们设想两者的共同根源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.136

" Ἐπεὶ δὲ περὶ τοῦ τόπου διώρισται, καὶ τὸ κενὸν τόπον ἀνάγκη εἶναι, εἰ ἔστιν ἐστερημένον σώματος." Ἐντεῦθεν λοιπὸν δείκνυσιν ὅτι οὐκ ἔστι τὸ κενὸν “οὔτε κεχωρισμένον οὔτε ἀχώριστον”. πρῶτον δέ φησιν, ὅτι οἷς ἀπεδείξαμεν μὴ εἶναι τὸν τόπον διάστημα, τούτοις δείκνυμεν ὅτι οὐδὲ τὸ κενόν·1 οὐδὲ γὰρ διαφέρει οὗτος ὁ τόπος τοῦ κενοῦ, εἰ μὴ ἐπινοίᾳ μόνον καὶ σχέσει, ἐπεὶ τῷ γε ὑποκειμένῳ τὰ αὐτά εἰσιν. ἐδείξαμεν δέ, φησίν, ὅτι ὁ τόπος, ὡς μὲν πέρας, ἔστιν, ὡς δὲ διάστημά τι αὐτὸ καθ’ αὑτὸ ἕτερον τῶν ἐγγινομένων σωμάτων, οὐκ ἔστιν. ὥστε οὐδὲ τὸ κενὸν ἂν εἴη.

“既然关于处所已经作了界定,而如果虚空是被剥夺了物体的,那么它也必然是处所。” 接下来他进而证明,虚空是不存在的,“既非相分离的,也非不相分离的”。他首先说,我们通过证明处所不是间隔的那些论据,也就通过这些论据证明虚空也不是;因为这个处所与虚空除了仅在概念和思虑关系上有所不同外,并无区别,既然在底层上它们是相同的。他说,我们已经证明,处所作为界限确实存在,但作为自身独立存在、不同于产生于其中的物体的某种间隔,则不存在。因此,虚空也将不存在。

§4.137

"Φανερὸν ὅτι οὕτω μὲν κενὸν οὐκ ἔστιν, οὔτε κεχωρισμένον οὔτε ἀχώριστον." Κεχωρισμένον μέν, οἷον αὐτὸ καθ’ αὑτὸ πάντῃ σώματος ἐστερημένον, οἷον τὸ ἔξω τοῦ οὐρανοῦ τινες ἔλεγον, ἀχώριστον δέ, ἤτοι τὸ κατακεκερματισμένον ἐν τοῖς σώμασιν, οἷον οἱ τὰς ἀτόμους ὑποτιθέμενοι εἶναι ἔλεγον, οὗ τῇ παρεμπλοκῇ πρὸς τὰς ἀτόμους συνίστασθαι τὰ σώματα, ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι οὐδὲ τοιοῦτον κενόν ἐστιν,2 ὅπερ ἰδίαν μὲν ἔχει φύσιν διάστημα ὂν τριχῇ διαστατὸν ἕτερον παρὰ τὰ σώματα, ἀεὶ δὲ πλῆρές ἐστιν. ἀλλ’ εἰ ἐδείξαμεν ἡμεῖς ὅτι ὁ τόπος ἐστὶ τοιοῦτος τριχῇ ὢν διαστατὸς καθ’ αὑτόν, ἔστι δὲ τὸ κενὸν ταὐτὸν τῷ τόπῳ κατὰ τὸ ὑποκείμενον, δῆλον ὅτι ἐστὶ τὸ οὕτως ἀχώριστον κενόν, ὃ καθ’ αὑτὸ μὲν οὐδέποτέ ἐστι κεχωρισμένον σώματος, ἀλλ’ ἀεὶ πλῆρές ἐστιν, ἑτέραν μέντοι τὴν ὕπαρξιν ἔχει παρὰ τὰ ἐγγινόμενα ἐν αὐτῷ σώματα.

“显而易见,以这种方式虚空是不存在的,既非相分离的,也非不相分离的。” “相分离的”,是指自身独立存在且完全被剥夺了物体的虚空,正如某些人所说的天空之外的虚空;而“不相分离的”,要么是指细碎分布在物体之中的虚空,正如假设原子存在的人所说的那样(由于它与原子的交错穿插,物体得以构成),要么――这更为可取――是指并不存在这样一种虚空:它拥有自己固有的本性,是三维展开的、有别于物体的间隔,却总是被充满的。但是,如果我们已经证明了处所就是这样的、自身具有三维展开的东西,且虚空在底层上与处所是相同的,那么很显然,以这种方式不相分离的虚空确实存在:它自身固然绝不脱离物体,而是始终被充满,然而它却拥有不同于产生于其中的物体的存在。

§4.138

"Τὸ γὰρ κενὸν οὐ σῶμα, ἀλλὰ σώματος διάστημα βούλεται εἶναι." Ἐπειδὴ τὸ κενόν, φησί, διάστημά ἐστι σώματος, τουτέστι δεκτικὸν σώματος, τοιοῦτον δέ ἐστι καὶ ὁ τόπος κατὰ τοὺς τὸ διάστημα τόπον ἡγουμένους εἶναι, δέδεικται δὲ ὅτι τὸ διάστημα τὸ τοπικὸν οὔτε χωριστὸν οὔτε ἀχώριστον δύναται εἶναι, δῆλον ὡς οὐδὲ τὸ κενὸν ἂν εἴη οὔτε ὡς χωριστὸν οὔτε ὡς ἀχώριστον.

“因为虚空并不是要成为物体,而是要成为物体的间隔。” 他说,既然虚空是物体的间隔,即能够接纳物体者,而在那些认为处所就是间隔的人看来处所也是如此,并且既然已经证明处所的间隔既不可能相分离也不可能不相分离,那么很显然,虚空也将既不作为相分离的也不作为不相分离的而存在。

§4.139

"Διὸ καὶ τὸ κενὸν δοκεῖ τι εἶναι, ὅτι καὶ ὁ τόπος, καὶ διὰ τὰ αὐτά." Ὅτι, φησί, ταὐτόν ἐστιν ὁ τόπος καὶ τὸ κενόν, δῆλον ἐξ ὧν καὶ δι’ ἃς αἰτίας εἰς ἔννοιαν ἦλθον3 τοῦ εἶναι τὸν τόπον διάστημα, διὰ τὰς αὐτὰς καὶ εἰς τὴν περὶ τοῦ κενοῦ ἔννοιαν ἦλθον· ἡ γὰρ κατὰ τόπον κίνησις καὶ τούτοις κἀκείνοις αἰτία τῆς ὑπονοίας γέγονεν. οἵ τε γὰρ τὸν τόπον διάστημα εἶναι λέγοντες ἐκ τοῦ ὁρᾶν ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ ἐγγινόμενα σώματα, οἷον ἐν τῷ ἀμφορεῖ, εἰς τὴν ὑπόνοιαν ταύτην ἦλθον, καὶ οἱ τὸ κενὸν εἶναι λέγοντες διὰ τὸ μὴ ἄν εἶναι τὴν κατὰ τόπον κίνησιν, εἰ μὴ κενὸν ἦν· οὐ γὰρ χωρεῖν σῶμα διὰ σώματος.

“因此虚空也被看作是某种东西,是因为处所也是如此,并且是出于同样的原因。” 他说,处所与虚空是同一的,这从以下事实是显然的:正是由于他们借以形成处所是间隔这一观念的那些根据和原因,他们也出于同样的原因形成了关于虚空的观念;因为位置运动对这两派人而言都是产生该设想的原因。因为那些主张处所是间隔的人,是从看到不同物体在不同时间进入同一容纳者中(例如在双耳瓶中)而产生这一设想的;而那些主张虚空存在的人,则是由于如果不存在虚空位置运动便不可能存在这一缘故(因为物体不能穿过物体)而产生该设想的。

§4.140

"Αἴτιον δὲ τῆς κινήσεως οἴονται τὸ κενὸν οὕτως ὡς ἐν ᾧ κινεῖται." Ὅτι οἱ τὸ κενὸν οἰόμενοι εἶναι αἴτιον αὐτὸ οἴονται εἶναι τῆς κινήσεως οὕτως ὡς τὸ ἐν ᾧ κινεῖται, τουτέστιν ἐφ’ οὗ. καὶ ἐκ τούτου δὲ δῆλον ὅτι τὸ κενὸν τοιοῦτόν ἐστιν, οἷον καὶ τὸν τόπον φασὶν εἶναι.

“而他们认为虚空是运动的原因,是在事物于其中运动的意义上的。” 也就是说,那些认为虚空存在的人,认为虚空是运动的原因,是在运动于其中发生、即在其上运动的意义上的。而从这一点也很显然:虚空正是他们说处所也是的那样一种东西。

语法注3 条
  1. 4.136οἷς ἀπεδείξαμεν μὴ εἶναι τὸν τόπον διάστημα, τούτοις δείκνυμεν ὅτι οὐδὲ τὸ κενόν

    关系从句中的手段/论据与格 οἷς 与主句中的 τούτοις 相应。其先行词(如 λόγοις 或 τεκμηρίοις)被省略,构成“凭借我们证明处所不是间隔的那些[论据],凭借这些[论据]我们证明虚空也不存在”的框架。此外,在从属从句 οὐδὲ τὸ κενόν 中,动词 εἶναι(或 ἔστιν)承前省略。

  2. 4.137ἀχώριστον δέ, ἤτοι τὸ κατακεκερματισμένον... ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι οὐδὲ τοιοῦτον κενόν ἐστιν

    对 ἀχώριστον(不相分离的)的解释采用了 ἤτοι... ἤ...(要么……要么……)的并列选择结构。前者指原子论者所主张的细碎分布在物体之中的虚空(κατακεκερματισμένον);后者则由 ὅπερ καὶ μᾶλλον(“这更为可取”)引出,指自身具有三维展开且有别于物体却始终被充满的间隔。在后半句(ἀλλ’ εἰ ἐδείξαμεν ἡμεῖς...)中,斐洛庞努斯依据其自身所主张的立场(处所即三维间隔)做出了有限度的肯定。

  3. 4.139ἐξ ὧν καὶ δι’ ἃς αἰτίας εἰς ἔννοιαν ἦλθον τοῦ εἶναι τὸν τόπον διάστημα, διὰ τὰς αὐτὰς καὶ εἰς τὴν περὶ τοῦ κενοῦ ἔννοιαν ἦλθον

    从属句中复合的关系表达 ἐξ ὧν(“从那些根据起”)与 δι’ ἃς αἰτίας(“出于那些原因”)与主句中的 διὰ τὰς αὐτάς[αἰτίας]相呼应。定冠词不定式短语 τοῦ εἶναι τὸν τόπον διάστημα 作 ἔννοιαν 的宾格性属格,意为“处所是间隔这一观念”。动词 ἦλθον 的主语是泛指的“人们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:622.1-623.18