- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:625.9-626.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论了支持虚空存在的两个疑难:物体的凝缩(以未发酵葡萄酒和皮囊为例)与增长,指出凝缩是通过挤出更细致的微粒而非进入虚空来解释的,而体积增大也可以通过相互转化与体积补偿来解释,无需引入虚空。
Δευτέρα ἦν ἀπορία ἡ ἐκ τῆς πυκνώσεως καὶ μανώσεως τῶν σωμάτων, ἧς ἦν παράδειγμα τὸ ἐπὶ τοῦ γλεύκους συμβαῖνον καὶ τῶν ἀσκῶν· ἔλεγον γὰρ πυκνουμένου τοῦ σώματος χωρεῖν εἰς τὰ ὑπάρχοντα ἐν αὐτοῖς κενά. φησὶν οὖν ὅτι οὔτε ἀναγκαῖον οὔτε ἀληθὲς τὸ λέγειν οὕτω γίνεσθαι τὴν πύκνωσιν. ἐνδέχεται γάρ, φησί, πυκνοῦσθαι τὰ σώματα μὴ εἰς τὰ ἐνόντα κατ’ ἐνέργειαν κενά, ἀλλὰ τῷ ἐκθλίβειν καὶ ἐκπυρηνίζειν τὰ λεπτομερέστερα ἐν αὐτοῖς σώματα, εἶτα εἰς τὸν ἐκείνων τόπον χωρεῖν, ὅπερ καὶ ἐπὶ τοῦ οἴνου γίνεται· τῇ γὰρ ἐκ τῶν ἀσκῶν πιλήσει ἐξακοντίζεται ἡ ἐναπειλημμένη λεπτομερὴς οὐσία εἴτε ἀερώδης εἴτε καὶ ἄλλη τις, οἷον ἀτμιδώδης ἢ πνευματώδης, τοιοῦτον δὲ τὸ γλεῦκος· ταύτῃ οὖν πιλούμενος ὁ οἶνος καὶ εἰς ἐλάττονα ὄγκον συστελλόμενος χωρεῖται ὑπὸ τοῦ αὐτοῦ πίθου μετὰ τοῦ ἀσκοῦ, ὃν καὶ πρὸ τοῦ ἀσκοῦ ἐπλήρουν.1 καὶ ἄλλως πολὺ τὸ πνευματῶδες ἐν τῷ γλεύκει, ὡς δηλοῖ καὶ ὁ ἀφρὸς 〈ὃς〉 κινούμενος ὑπὸ τοῦ πνεύματος πολὺν μεταξὺ ἐναπολαμβάνει ἀέρα, ὡς δηλοῦσιν αἱ πομφόλυγες· κωλυομένης οὖν τῆς κινήσεως ὑπὸ τῆς ἐκ τοῦ ἀσκοῦ πιλήσεως ἐκδιαφορεῖται, ὡς εἴρηται, ὁ ἐναπολαμβανόμενος ἀήρ, καὶ οὕτως εἰς τὸν ἐκείνου τόπον χωρεῖ τὰ τοῦ οἴνου μόρια. καὶ ἄλλως δὲ ἀεὶ ἐγκέκραται λεπτότερόν τι σῶμα τῷ παχυμερεστέρῳ, διὸ ὕδωρ πιλοῦται ἀέρος ἐκθλιβομένου καὶ ἀὴρ πυρός, γῆ δὲ καὶ ὕδατος καὶ ἀέρος. “διὸ πυρὸς πίλησις οὐκ ἔστιν”, ὥς φησιν ὁ Θεμίστιος· οὐ γὰρ ἔχει τι λεπτομερέστερον ὃ ἐμπεριέξει. Τρίτον ἦν τῶν ἀπόρων ‘εἰ αὔξησις ἔστιν, ἔστι κενόν· σῶμα γὰρ οὐ χωρεῖ διὰ σώματος. αὔξεται δὲ τὸ αὐξόμενον τῆς τροφῆς χωρούσης εἰς αὐτὸ καὶ προσκρινομένης τῷ αὐξομένῳ· ἀνάγκη οὖν, εἰ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἐν τοῖς κενοῖς τοῦ αὐξομένου χωρεῖν τὸ αὖξον.’ ὁ οὖν Ἀριστοτέλης πρότερον αὔξησιν καταχρηστικῶς λαβὼν πᾶσαν ἁπλῶς τὴν ἐξ ἐλάττονος εἰς μείζονα μεταβολήν, οὕτως ἐλέγχει τὸν λόγον, ὕστερον δὲ οὐδὲ ἐπὶ τῆς κυρίως αὐξήσεως ἀναγκαίαν οὖσαν τὴν ἀπορίαν δείκνυσι. πρῶτον μὲν γάρ, φησίν, οὐκ ἀνάγκη πᾶσαν ἁπλῶς τὴν ἐξ ἐλάττονος εἰς μείζονα ἐπίδοσιν εἰσιόντος τινὸς ἐν τῷ αὐξομένῳ γίνεσθαι· ἐπὶ γὰρ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς μεῖζον μὲν ἐξ ἐλάττονος γέγονεν, οὐδενὸς δὲ ἐδεήθη τοῦ ἐπεισιόντος καὶ αὔξοντος. ὥστε οὐδὲ διὰ κενοῦ ἡ αὔξησις γέγονε· διὰ τοῦτο γὰρ ἐδόκει τῇ αὐξήσει ἀκολουθεῖν τὸ κενόν, διὰ τὸ εἰσιόντος τινὸς σώματος τὴν αὔξησιν γίνεσθαι. εἰ δέ τις εἴποι ‘ἀλλ’ ἔξωθεν μείζων ὁ ὄγκος γενόμενος κενάς τινας καταλαμβάνει χώρας’, οὐχ ἕξει τοῦτο ἐκ τοῦ λόγου δεικνύναι ἀναγκαῖον· ὥσπερ γὰρ τόδε τὸ ὕδωρ μεταβάλλον εἰς ἀέρα ἐξ ἐλάττονος εἰς μείζονα ὄγκον μετέβαλεν, οὕτως καὶ ἄλλος τις ἀὴρ εἰς ὕδωρ μεταβαλὼν εἰς ἐλάττονα ὄγκον συνεστάλη, καὶ οὕτως ἀνίσωσις καὶ ἀνταπόδοσις γίνεται. εἰκότως δὲ ὁ Ἀριστοτέλης οὐ μόνον ἐπὶ τῆς κυρίως αὐξήσεως ἐλέγχει τὸν λόγον, ὥσπερ ἐφεξῆς ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τῆς ἐξ ἐλάττονος εἰς μείζονα ὄγκον μεταβολῆς, ἥτις γίνεται κατὰ γένεσιν καὶ φθοράν· οὐδὲ γὰρ ἐκεῖνοι τὸν τρόπον τῆς αὐξήσεως ζητοῦντες, ὅπως γίνεται τοῦτο ἠπόρουν (οὐδεὶς γὰρ νῦν περὶ τούτου λόγος), ἀλλὰ δεῖξαι βουλόμενοι2 ὅτι ἔστι κενὸν ἐκέχρηντο τῷ ἐπὶ τῆς αὐξήσεως ἀπορουμένῳ, ὅτι εἰ γίνεται σῶμα ἐξ ἐλάττονος μεῖζον, ἀνάγκη δὲ τὴν εἰς τὸ μεῖζον τῶν σωμάτων ἐπίδοσιν σώματός τινος εἰσιόντος καὶ προσκρινομένου γίνεσθαι, ἀνάγκη κενὸν εἶναι. πρὸς οὖν τὸ δεῖξαι ὅτι ἔστι κενὸν οὐδὲν διαφέρει ὁ τῆς αὐξήσεως τρόπος, ἀλλ’ ὅτι ἁπλῶς ἔστι τις ἡ εἰς τὸ μεῖζον ἐπίδοσις, ταύτην δὲ ἀνάγκη διὰ κενοῦ γίνεσθαι. ὡς πρὸς ταύτην οὖν τὴν ἔννοιαν καὶ ταύτῃ ἐχρήσατο τῇ ἀπαντήσει. Καὶ ἄλλως εἰ μὲν αὔξησιν λέγοιεν πᾶσαν ἁπλῶς τὴν εἰς μείζονα ὄγκον ἐπίδοσιν, οὕτως ἐλεγχθήσονται, εἰ δὲ τὴν κυρίως λέγοιεν αὔξησιν, πρὸς ταύτην ταῦτά φησι.
第二个疑难是来自物体的凝缩与稀疏的疑难,其例证就是发生在未发酵葡萄酒和皮囊上的现象;因为他们曾说,物体凝缩时进入其内部存在的虚空之中。因此他说,说凝缩是这样产生的,既不必然也不真实。因为他说,物体凝缩完全可能不是进入现实存在的虚空之中,而是通过压榨并挤出其中更为细致的物体,随后进入那些物体的处所,这恰恰就是在酒上发生的情形。因为通过来自皮囊的挤压,被封入其中的细致实体——无论是空气般的还是其他某种,如蒸汽状的或含气的,而未发酵葡萄酒就是这样的性质——被喷射出去;因此,酒以此方式受到压缩并收缩到较小的体积中,便与皮囊一起被同一个大瓮所容纳,而在加入皮囊之前,它们也曾充满该瓮。此外,未发酵葡萄酒中含有大量的气体,这正如受气体驱动的泡沫所表明的,它在其中间包裹了大量空气,气泡也证实了这一点;因此,当这种运动受到来自皮囊的挤压的阻碍时,正如所说的那样,被封入的空气便消散开来,这样酒的各部分就进入了空气的处所。此外,较轻细的物体总是掺合在较粗厚的物体之中,因此水因空气被挤出而压缩,空气因火被挤出而压缩,土则因水和空气两者都被挤出而压缩。“因此火没有压缩”,正如忒弥斯提乌斯所说;因为它并不包含任何能被其容纳于内的更为细致的东西。第三个疑难是:“如果存在增长,就存在虚空;因为物体不能穿过物体。但受增长者之增长,是因为养分进入其中并增补到受增长者之上;因此,如果物体不能穿过物体,那么造成增长者就必然进入受增长者的诸虚空之中。”因此,亚里士多德首先转义地将增长理解为全然从较小到较大的任何变化,以此来反驳该论证,随后他又证明,即使在严格意义上的增长中,该疑难也并非必然。因为他首先说,并非全然每一个从较小到较大的增进,都必然因某种东西进入受增长者内部而发生;因为在从水到空气的转变中,确实由较小变成了较大,但却完全不需要任何外来之物进入并使其增长。因此,增长也并非穿过虚空而发生;因为虚空之所以被认为随增长而产生,正是由于增长是通过某种物体的进入而发生的。如果有人说,“但是由于体积变得更大,它从外部占据了某些虚空的区域”,他将无法从该论证中证明这是必然的;因为正如这部分水转变为空气而从较小体积变为较大体积那样,同样另一部分空气转变为水而收缩为较小体积,如此便产生均等化与相互补偿。而亚里士多德不仅如随后所做的那样,在严格意义上的增长上反驳该论证,而且在如产生与消灭中所发生的那种由较小体积向较大体积的转变上反驳该论证,这是合情合理的。因为那些人也不是在探求增长的方式并对这如何发生产生疑问(因为现在根本不讨论这个问题),而是想要证明存在虚空,从而利用了关于增长所产生的疑难,即:如果物体由较小生成为较大,而物体向较大方向的增进必然是通过某种物体进入并增补而发生的,那么就必然存在虚空。因此,对于证明存在虚空而言,增长的方式毫无分别,关键仅在于全然存在某种向着较大者的增进,并且这种增进必然通过虚空发生。因此,正是针对这一观念,他也采用了这一回应。从另一角度而言,如果他们将增长全然称为向着较大体积的任何增进,他们将按这种方式被反驳;但如果他们指的是严格意义上的增长,他则是针对那种增长说出这些话的。
- 4.141χωρεῖται ὑπὸ τοῦ αὐτοῦ πίθου μετὰ τοῦ ἀσκοῦ, ὃν καὶ πρὸ τοῦ ἀσκοῦ ἐπλήρουν
χωρεῖται 是动词 χωρέω 作为容器动词(“容纳”)的被动语态,意为“被同一个大瓮所容纳”。关系代词 ὃν 的先行词是 πίθου。关系从句动词 ἐπλήρουν 为第三人称复数未完成过去时,可理解为以泛指的人为主语(“人们在放入皮囊之前就已经装满了该瓮”),或以酒的诸成分为主语;无论哪种理解,其意义都指此前单凭酒就已经装满的那个大瓮。
- 4.141οὐδὲ γὰρ ἐκεῖνοι τὸν τρόπον τῆς αὐξήσεως ζητοῦντες, ὅπως γίνεται τοῦτο ἠπόρουν (οὐδεῖς γὰρ νῦν περὶ τούτου λόγος), ἀλλὰ δεῖξαι βουλόμενοι
句子的核心骨架是关联结构:οὐδὲ γὰρ ἐκεῖνοι ... ἠπόρουν ..., ἀλλὰ ... ἐκέχρηντο ...(“因为那些人既非……质疑,而是……利用了……”)。分词 ζητοῦντες 与 βουλόμενοι 均与主语 ἐκεῖνοι 一致。ὅπως γίνεται 是依附于 ἠπόρουν 的间接疑问从句,说明“这如何发生”;括号中的 οὐδεὶς γὰρ νῦν περὶ τούτου λόγος 则是注解者插入的说明性短语。
