- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:619.23-621.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在评注《物理学》213b31–214a11关于虚空的定义(缺乏可触知物体的间隔,或缺乏任何物体事实体的间隔)时,菲洛波庞疏解了其三段论推导过程,并阐释了点将成为虚空的荒谬后果以及具有颜色或声音的假想间隔所带来的诘难。
" Τούτου δὲ αἴτιον ὅτι τὸ ὂν σῶμα οἴονται εἶναι." Διὰ τοῦτο, φησί, κενὸν λέγουσι τὸν τόπον ἐν ᾧ μηδέν ἐστιν, ἐπειδὴ πᾶν τὸ ὂν σῶμα λέγουσιν εἶναι. ἐπεὶ οὖν κενόν ἐστιν, ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ τὸ ὄν ἐστι σῶμα, 〈κενόν ἐστιν〉 ἐν ᾧ μηδέν ἐστι. συμβαίνει οὖν ἐκ συλλογισμοῦ1 τὸ εἶναι κενόν, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον· εἰ γὰρ κενόν ἐστι τόπος ἐν ᾧ μηδέν ἐστι, πᾶν δὲ τὸ ὂν σῶμά ἐστι, πᾶν δὲ σῶμα ἁπτόν, ἁπτὸν δὲ πᾶν ὃ ἔχει βάρος ἢ κουφότητα, συνάγεται ὅτι κενόν ἐστι τόπος ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. καλῶς δὲ εἶπεν ἐκ συλλογισμοῦ· οὐ γὰρ αὐτόθεν ἐκεῖνοι τοῦτο λέγουσιν, ἀλλὰ λέγουσι κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι σῶμα, ἐπειδὴ δὲ σῶμα πᾶν ἁπτόν ἐστιν, ἁπτὸν δέ φασι τὸ ἔχον βάρος ἢ κουφότητα, ἐκ τῶν παρ’ αὐτῶν λεγομένων συνήγαγεν, ὅτι συμβαίνει αὐτοῖς, ἐξ ὧν λέγουσι, κενὸν εἶναι τὸ μὴ ἔχον βαρύ τι [σῶμα] ἢ κοῦφον.
“而其原因在于,他们认为凡存在者皆是物体。” 他说,正因如此,他们把其中没有任何东西的处所称为虚空,因为他们主张一切存在者皆是物体。既然在其中没有任何物体的是虚空,而一切存在者皆是物体,那么其中没有任何东西的〈就是虚空〉。因此,通过推论得出的结论是,在其中没有任何重物或轻物的就是虚空。因为,如果虚空是其中没有任何东西的处所,而一切存在者皆是物体,一切物体皆是可触知的,凡具有重或轻的皆是可触知的,那么便推导出:虚空是其中没有任何重物或轻物的处所。而他说“通过推论”是十分切当的;因为他们并不是直接这样说的,而是说其中没有任何物体的是虚空,而既然一切物体都是可触知的,且他们主张具有重或轻的是可触知的,所以他从他们自己的说法中推导出来,根据他们所说的,其结论必然是:不具有任何重[物体]或轻物体的就是虚空。
"Ἄτοπον δὲ εἰ στιγμὴ κενόν." Εἰπὼν ὅτι λέγουσι κενὸν εἶναι τόπον ἐν ᾧ βαρὺ μηδέν ἐστι μηδὲ κοῦφον, ἐλέγχει τὸν ὅρον λέγων ὅτι οὕτως ἂν καὶ ἡ στιγμὴ κενὸν εἴη· ἐφαρμόζει γὰρ καὶ ἐπ’ αὐτῆς ὁ ὅρος· οὐδὲν γάρ ἐστιν ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κοῦφον.
“而如果点是虚空,则是荒谬的。” 在说明了他们主张虚空是其中既无重物又无轻物的处所之后,他反驳了这个定义,说照这样看来点也将是虚空;因为这个定义同样适用于点;因为在点中确实既无重物也无轻物。
"Δεῖ γὰρ τόπον εἶναι, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ." Ἀντὶ τοῦ ‘ἔδει γὰρ οὕτως ὁρίσασθαι,2 ὅτι τόπος ἐστὶ διάστημα σώματος ἁπτοῦ.’ ἁπτὸν δὲ τὸ ἔχον βάρος ἢ κουφότητα· ὥστε τόπος ἂν εἴη διάστημα δεκτικὸν βαρέος καὶ κούφου, ἢ διάστημα βαρέος καὶ κούφου.
“因为必定存在着一个处所,在其中有着可触知物体的间隔。” 这是用来代替:“因为原本应当这样定义:处所是可触知物体的间隔。”而可触知的是具有重或轻的东西;因此处所将是能够接纳重与轻的间隔,或者是重与轻的间隔。
"Ἀλλ’ οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕνα μὲν τρόπον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν." Τινὰ τὸ πλῆρες ἔχει. καὶ εἰ πλῆρες, πῶς κενόν; πλῆρες οὖν ἀντὶ τοῦ πληροῦται καὶ δεκτικόν ἐστι3 σώματος αἰσθητοῦ κατὰ τὴν ἁφήν.
“但无论如何,虚空似乎在一个意义上被说成是没有充满触觉可感物体的东西。” 某些[抄本]作“充满”。但如果充满,又怎会是虚空?因此“充满”是用来代替:能够被充满,并且是触觉可感物体的接纳者。
"Διὸ κἂν ἀπορήσειεν ἄν τις, τί ἂν φαῖεν, εἰ ἔχοι τὸ διάστημα χρῶμα ἢ ψόφον." Ὅτι κἂν οὕτως ὁρίσωνται, οὐδὲ οὕτως τὸ ἄτοπον ἐκφεύγουσιν· εἰ γὰρ τὸ διάστημα τοῦτο, φησί, χρῶμα ἔχοι ἢ ψόφον δίχα βάρους καὶ κουφότητος, τί ἐροῦσι; κενὸν εἶναι τὸ τοιοῦτον διάστημα, ἢ οὔ; οὐκ ἀδύνατος δὲ ἡ ὑπόθεσις. τὸ γὰρ οὐράνιον σῶμα τοιοῦτον· κέχρωσται γὰρ καὶ ψόφον ἀποτελεῖ κατὰ τοὺς Πυθαγορείους κινούμενον, βάρους δὲ καὶ κουφότητος ἐστέρηται.
“因此人们也可以提出疑问:如果该间隔具有颜色或声音,他们会怎么说。” 也就是说,即使他们这样定义,即便如此也无法逃脱荒谬。因为他说,如果这个间隔在没有重与轻的情况下具有颜色或声音,他们将说什么?这样一种间隔究竟是虚空,还是不是?而这个假设并非不可能;因为天体就是如此:依照毕达哥拉斯派的说法,它既具有颜色,在运动时又产生声音,但却被剥夺了重与轻。
"Ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μή, οὔ." Ἐροῦσι, φησί, πρὸς τὸν λόγον τοῦτον, ὅτι εἰ μὲν κενὸν τοῦτο λέγεις, τὸ κεχωρισμένον ἁπτοῦ σώματος, ταὐτὸν δὲ εἰπεῖν βαρέος καὶ κούφου, κἂν ἄλλο τι σῶμα ἔχῃ, δῆλον ὅτι κενόν ἐστι (πλῆρες γὰρ τοῦτό φαμὲν τὸ ἔχον βάρος ἢ κουφότητα), εἰ δὲ κενὸν ἐρεῖς, ἐν ᾧ μηδέν ἐστιν ὅλως, οὐκ ἂν εἴη τὸ τοιοῦτον κενόν. τὸ δὲ συμβαῖνον ἑκατέρῳ εἴπομεν· ἢ γὰρ ὁ ὁρισμὸς τοῦ κενοῦ ἐλέγχεται, ἢ τὸ αὐτὸ πλῆρες ἔσται καὶ κενόν.
“或者很显然,如果它接纳可触知的物体,它就是虚空;如果不接纳,就不是。” 他说,针对这个论据他们会说:如果你把这称为虚空,即与可触知物体(也就是说,与重和轻)相分离的东西,那么即便它具有某种其他物体,它显然也是虚空(因为我们把具有重或轻的东西称为充满);但如果你把虚空说成是其中全然没有任何东西的东西,那么这样一种东西就不是虚空。而对于这两种情况所导致的后果,我们已经说过了:因为要么虚空的定义被反驳,要么同一种东西既是充满的又是虚空的。
"Ἄλλον δὲ τρόπον, ἐν ᾧ μηδέν ἐστι, μηδὲ οὐσία τις σωματική." Ὅτι κατ’ ἄλλον τρόπον ὁρίζονται τὸ κενόν, διάστημα ἐν ᾧ μηδέν ἐστι μήτε σῶμα μήτε σωματικόν τι, οἷον ποιότης ἢ δύναμις ἤ τι ἄλλο τῶν φυσικῶν. οὗτοι δέ, φησί, καὶ τὴν ὕλην κενὸν λέγουσι καὶ τόπον, ἐπειδὴ μηδέν ἐστιν ἐνεργείᾳ τῶν φυσικῶν σωμάτων, ὕλην δὲ δηλονότι οὐ τὴν πρώτην, ἀλλὰ τὴν πεποσωμένην. ὅτι δὲ οὐ ταὐτόν ἐστιν ἡ ὕλη τῷ τόπῳ ἢ τῷ κενῷ, πολλάκις δέδεικται.
“在另一种意义上,则是指其中没有任何东西,也没有任何物体性实体。” 也就是说,他们以另一种方式把虚空定义为:在其中既无物体也无任何物体性的东西(例如性质、潜能或自然事物中的任何其他东西)的间隔。他说,这些人也把质料称为虚空和处所,因为在现实中质料不是任何自然物体,而质料显然不是指第一质料,而是指已具有数量的质料。而质料并不等同于处所或虚空,这一点已经多次证明过了。
- 4.129ἐκ συλλογισμοῦ
意为“通过推论(三段论)”。注疏者强调,并非前人直接提出了“虚空是没有重物或轻物之处”这一说法,而是根据他们的前提(虚空是没有物体之处、存在者皆是物体、物体皆可触知、可触知者皆有重或轻)通过三段论所推导出的必然结论。
- 4.131Ἀντὶ τοῦ ‘ἔδει γὰρ οὕτως ὁρίσασθαι
这是一条句法训诂注,将经文引文中的现在时δεῖ(应当/必须)解释为表示虚拟或应然未完成过去时ἔδει(“本来应当如此定义……”)的代用。注疏者以此说明,亚里士多德是在指出对方有缺陷的定义本来应该如何修正方能避免荒谬。
- 4.132πλῆρες οὖν ἀντὶ τοῦ πληροῦται καὶ δεκτικόν ἐστι
注疏者针对部分抄本中作“充满”(τὸ πλῆρες,而非“未充满”τὸ μὴ πλῆρες)的异读提出辨析:既然是充满又何以是虚空?因此他将πλῆρες解释为具有被动与潜能含义,即“能够被充满”或“具有接纳能力”。
