- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:618.7-619.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯指出了将质料等同于虚空或处所的荒谬性,并阐释了亚里士多德依据先前关于处所不是相分离的间隔的论驳,来证明虚空亦不可能作为间隔而存在。此外,他还提及自己先前对“处所是间隔”所作的辩护,并说明亚里士多德接下来转向反驳将虚空视为运动原因的学说。
οἱ αὐτοὶ δὲ οὗτοι, φησί, καὶ τὴν ὕλην τὸ κενὸν λέγουσιν (αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα), οἱ αὐτοὶ δὲ οὗτοι καὶ τόπον τὴν ὕλην φασί. τὸ μὲν οὖν τὴν ὕλην κενὸν λέγειν ἢ τόπον πάνυ γελοῖον· ἡ μὲν γὰρ ὕλη, φησί, οὐκ ἔστι χωριστὴ τῶν πραγμάτων, τὸ δὲ κενόν, φησίν, ὡς χωριστὸν ὂν τῶν πραγμάτων, οὕτω λέγουσιν εἶναι οἱ λέγοντες καὶ κατ’ ἐνέργειαν καθ’ αὑτὸ πεφυκὸς ὑφίστασθαι. τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ τόπου εἴπομεν, καὶ ὅτι ὁ τόπος μὲν καὶ τὸ κενὸν οὐδέν ἐστι τοῦ πράγματος τοῦ ἐν αὐτῷ, ἡ ὕλη δὲ στοιχεῖόν ἐστι τοῦ πράγματος, καὶ ὅσα ἄλλα εἴρηται ἐν τοῖς ἔμπροσθεν. ὅτι δὲ οὐκ ἔστι τὸ κενὸν διάστημά τι ἐν ᾧ μηδέν ἐστιν ὅλως σῶμα, ὥσπερ ἀρτίως εἴρηται, δείκνυσιν ἐντεῦθεν, κέχρηται δὲ εἰς ἀναίρεσιν τοῦ κενοῦ τοῖς προαποδεδειγμένοις περὶ τοῦ τόπου. ἐπειδὴ γάρ, φησίν, οἱ λέγοντες εἶναι τὸ κενὸν οὐδὲν ἕτερον αὐτὸ λέγουσιν εἶναι ἢ τόπον διαστηματικὸν ἐστερημένον σώματος, ἐδείχθη δὲ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις ὅτι τοιοῦτον εἶναι τὸν τόπον διάστημα ὄντα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἀδύνατον, οὐδὲ τὸ κενὸν ἄρα ἔστι. τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλήλων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, καθὸ τὸν μὲν τόπον, ὅταν ἤδη δέξηται σῶμα, νοοῦμεν (τινὸς γὰρ ὁ τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, ἐπεὶ τό γε εἶναι διαστήμασιν ἑτέροις παρὰ τὰ σώματα ἀμφοτέροις ὑπάρχει.1 καὶ γὰρ ἐκ τῶν αὐτῶν ἐξ ὧν εἰς ὑπόνοιαν τοῦ εἶναι διάστημα τὸν τόπον ἦλθον, ἐκ τούτων καὶ εἰς τὴν τοῦ κενοῦ ὑπόνοιαν ἦλθον· ἡ γὰρ κατὰ τόπον κίνησις εἴς τε τὴν τοῦ τόπου ὑπόνοιαν ἤγαγε (τῷ γὰρ ὁρᾶν τὰ κινούμενα ἄλλοτε ἄλλον κατέχοντα τόπον, καὶ ἐν τῷ αὐτῷ ἄλλοτε ἄλλα γενόμενα σώματα, εἰς ὑπόνοιαν ἦλθον τοῦ εἶναι διάστημά τι καθ’ αὑτὸ ἄλλοτε ἄλλα δεχόμενον σώματα), ἐκ τῆς αὐτῆς δὲ πάλιν ὑπονοίας καὶ τὸ κενὸν εἶναι τίθενται. ἐπεὶ γὰρ ἔστι κίνησις, φασί, καὶ σῶμα διὰ σώματος οὐ χωρεῖ, δεῖ κενὸν εἶναι δι’ οὗ χωρήσει τὸ κινούμενον, μήπω ἐπιστήσαντες τῇ ἀντιπεριστάσει τῶν σωμάτων. ἐπεὶ οὖν, φησί, καὶ τὸ κενὸν καὶ ὁ τόπος διαστηματικὸς τὸ αὐτό τέ ἐστι τῷ ὑποκειμένῳ καὶ ἡ αὐτὴ αἰτία εἰς τὴν ἔννοιαν αὐτῶν ἤγαγε, δι’ ὧν λόγων, φησίν, ἠλέγξαμεν ὅτι οὐκ ἔστιν ὁ τόπος διάστημα, διὰ τῶν αὐτῶν δείξομεν ὅτι οὐδὲ τὸ κενόν ἐστιν· εἰ γὰρ εἴη τοιοῦτό τι κενόν, ὅταν ἐγγένηται ἐν αὐτῷ σῶμα, χωρήσουσι δι’ ἀλλήλων τὰ διαστήματα, καὶ διαιρήσουσιν ἄλληλα εἰς ἄπειρα, καὶ ὅσα ἄλλα καὶ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ τόπου συνήγετο. οὐκοῦν καὶ ἡμεῖς δι’ ὧν ἠλέγξαμεν2 τοὺς λόγους τοὺς ἀναιροῦντας διάστημα εἶναι τὸν τόπον, διὰ τούτων καὶ τοὺς ἀναιροῦντας τὸ οὕτω κενόν, ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ, ἠλέγξαμεν. οὕτω μὲν οὖν καὶ διὰ τῶν ἤδη εἰρημένων ἐλέγχοιτ’ ἂν τὸ κενόν, ἐπειδὴ 〈δὲ〉 καὶ αἴτιον αὐτὸ κινήσεως εἶναι ὑπενόουν οἱ τιθέμενοι, αἴτιον δὲ ὡς χώραν τινὰ ἐν ᾗ κινεῖται, βούλεται λοιπὸν ἐντεῦθεν δεῖξαι, ὅτι οὐδαμῇ οὐδαμῶς αἴτιόν ἐστι κινήσεως τὸ κενὸν κατ’ οὐδένα τῶν αἰτίων τρόπον. Πρὸς δὲ τὸ ποτέρως ἔχει δεῖ λαβεῖν τί σημαίνει τοὔνομα. ἐπειδὴ τοὺς ἐφ’ ἑκάτερα λόγους ἔθηκε, τρέπεται λοιπὸν ἐπὶ τὴν τοῦ ἀληθοῦς ζήτησιν, καί φησιν ὅτι πρὸς τὸ μαθεῖν ποτέρως ἔχει, τουτέστιν εἴτε ἔστιν εἴτε μὴ ἔστι, δεῖ πρότερον μαθεῖν τί σημαίνει τὸ τοῦ κενοῦ ὄνομα, πότερον ἕν τι ἢ πλείονα, καὶ τίνα ταῦτα.
他说,这些相同的人也把质料称为虚空(因为质料在现实中并不是任何物体),而这些相同的人也声称质料就是处所。因此,把质料称为虚空或处所是全然可笑的;因为他说,质料是不能与事物相分离的,而主张虚空的人所说的虚空,则是作为与事物相分离的东西而存在的,并且依其本性是在现实中独立自存的。关于处所,我们也说过同样的话:即处所和虚空决不是处于其中的事物的任何部分,而质料则是事物的元素,以及在先前所说的一切其他事情。而正如刚才所说的那样,虚空并不是其中全然没有任何物体的某种间隔,这一点他是从下文来证明的,并且他利用了先前关于处所已被证明的论据来取消虚空。因为他说,主张虚空存在的人无非是说它是剥夺了物体的间隔性处所,而在关于处所的讨论中已经证明,处所绝不可能作为与物体有别且相分离的间隔而成为这样一种东西,因此虚空也就不存在。因为对于这样设定处所的人来说,正如我们所说过的,虚空与处所仅仅在思想上彼此有别:即当我们考虑到它已经接纳了物体时,我们就理解为处所(因为处所是某物的处所),而当它尚未接纳物体时,我们就理解为虚空,因为对于二者而言,作为物体之外的相异间隔这一本质规定是共同具有的。事实上,正是出于使他们产生“处所是间隔”这一猜测的相同依据,他们也产生出了关于虚空的猜测;因为位置移动导致了对处所的猜测(由于看到运动之物在不同时间占据不同的处所,并且在同一处所中不同时间产生出不同的物体,他们便产生了一种猜测,认为存在着某种在不同时间接纳不同物体的自存间隔),而同样出于这一猜测,他们又设定虚空存在。因为他们说,既然存在运动,且物体不能穿透物体,就必定存在运动之物借以穿过的虚空,因为他们尚未注意到物体的相互推移置换。因此他说,既然虚空与间隔性处所在基底上是同一的,且同一原因导致了对它们的概念理解,那么他说,通过我们用来反驳“处所是间隔”的那些论据,我们同样将通过这些论据来证明虚空也不存在;因为如果真有这样一种虚空,每当物体进入其中时,间隔就会相互穿透,并且会无限地彼此分割,以及在关于处所的讨论中所推导出的所有其他后果都会出现。因此,我们自己也通过借以反驳那些取消“处所是间隔”之论证的论据,通过这些,就我们自己的立论而言,同样反驳了那些取消如此理解的虚空的论证。因此,通过已经陈述的内容固然可以反驳虚空;但是,由于设定虚空的人还猜测它是运动的原因,是作为事物在其中运动的某种空间余地而成为原因的,所以接下来他希望从这里证明,虚空无论在任何原因的方式下都绝非运动的原因。“为了〔弄清〕事情究竟如何,必须掌握该名称意味着什么。”既然他陈述了正反两方面的论证,接下来他便转向对真理的探究,并说:为了弄清事情究竟如何,即它是存在还是不存在,必须首先弄清虚空这一名称意味着什么,究竟是指单一体还是复数,以及这些具体是什么。
- 4.128ἐπεὶ τό γε εἶναι διαστήμασιν ἑτέροις παρὰ τὰ σώματα ἀμφοτέροις ὑπάρχει
带冠词不定词 τό γε εἶναι 充当主语,διαστήμασιν ἑτέροις 作为与格补足成分,与 ὑπάρχει 所支配的与格 ἀμφοτέροις(虚空与处所两者)形成格一致或引申结构。句意为“作为物体之外相异间隔的存在本质属于二者”。
- 4.128οὐκοῦν καὶ ἡμεῖς δι’ ὧν ἠλέγξαμεν τοὺς λόγους τοὺς ἀναιροῦντας διάστημα εἶναι τὸν τόπον, διὰ τούτων καὶ τοὺς ἀναιροῦντας τὸ οὕτω κενόν, ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ, ἠλέγξαμεν.
第一人称复数 ἡμεῖς ... ἠλέγξαμεν 是注疏者斐洛庞努斯以自身口吻所说的话,指向他在“处所附论”中捍卫“处所是间隔”的论证。全句句法骨架由相关介词短语 δι' ὧν ... διὰ τούτων(“通过我们借以……的论据,通过这些我们也反驳了……”)构成主干。
