- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:616.9-618.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德依照《后分析篇》的方法论,在探讨虚空是否存在之前先考察其名称的涵义。斐洛庞奴斯解释了将虚空定义为“无重物亦无轻物”所带来的疑难(如该定义会将点也包含在内,且在容纳像天体那样既无重亦无轻的物体时会导致同一间隔既空又满的矛盾),从而说明了将虚空定义为全然缺乏物体的间隔这一替代定义的提出缘由。
" Πρὸς δὲ τῷ ποτέρως ἔχει1 δεῖ λαβεῖν τί σημαίνει τοὔνομα. " Αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ εἶπεν ὅτι ὅταν περί τινος σημαινομένου ὁμωνύμου φωνῆς ποιώμεθα τὸν λόγον, δεῖ διαστέλλεσθαι πρότερον τὰ διάφορα σημαινόμενα τῆς φωνῆς, εἶτα ἀφορίζειν περὶ ποίου αὐτῶν ἡμῖν ἐστιν ὁ λόγος, καὶ μετὰ ταῦτα λοιπὸν ἀκολούθως τοῖς προβλήμασι προϊτέον, πρῶτον ζητοῦντας τὸ εἰ ἔστι τι τοιοῦτον πρᾶγμα οἷον ὑπὸ τῆς φωνῆς σημαίνεται, εἶτα τί ἐστιν, ὁποῖόν τί ἐστι, διὰ τί ἐστιν. οἷον εἰ περὶ τραγελάφου ὁ λόγος ᾖ, πρότερον ζητήσωμεν τί ποτε σημαίνεται ὑπὸ τῆς φωνῆς ταύτης, καὶ εἰ πλείω τὰ σημαινόμενα, περὶ ποίου νῦν αὐτῶν ἡμῖν ὁ λόγος, εἶτα εὑρόντες ἐφεξῆς ζητοῦμεν εἰ ἔστι τοιοῦτόν τι πρᾶγμα οἷον ὑπὸ τῆς φωνῆς σημαίνεται, εἶτα τὰ λοιπὰ ἀκολούθως. οὕτως οὖν καὶ ἐνταῦθα ὁ Ἀριστοτέλης τοὺς ἐφ’ ἑκάτερα λόγους θεὶς τῶν τε δοκούντων κατασκευάζειν ὅτι ἔστι τὸ κενὸν καὶ τῶν ἀναιρούντων, τραπεὶς ἐπὶ τὸ ἐκθέσθαι τὴν ἀληθῆ δόξαν ζητεῖ τί σημαίνει τὸ ὄνομα τοῦ κενοῦ. ἔοικε γὰρ οὐκ εἶναι ἁπλοῦν τι· φέρεται γὰρ καὶ ἐπὶ τῆς ὕλης, ὡς αὐτὸς προϊὼν ἐρεῖ. οἱ μὲν οὖν, φησί, λέγουσι κενὸν εἶναι, ἐν ᾧ μηδέν ἐστι. πᾶν γὰρ τὸ ὄν, φησί, σῶμα ὑπολαμβάνουσιν εἶναι· ὥστε ἐν ᾧ μηδέν ἐστι σῶμα, τοῦτο κενὸν εἶναί φασι. πᾶν δὲ σῶμα ἁπτὸν εἶναί φασι, πᾶν δὲ τὸ ἁπτὸν βάρος ἔχειν ἢ κουφότητα· ὥστε ἐκ συλλογισμοῦ, φησί, συμβαίνει αὐτοῖς λέγειν κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. ἀλλ’ εἰ τοῦτό ἐστι, φησί, κενόν, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, ἐπεὶ καὶ ἐν τῇ στιγμῇ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, καὶ ἡ στιγμὴ κενὸν ἂν εἴη. ἀλλ’ ἄτοπον τὴν στιγμὴν κενὸν λέγειν, τοῦτο δὲ συνέβη αὐτοῖς τὸ ἄτοπον διὰ τὸ μὴ προσθεῖναι, ὅτι κενὸν λέγομεν διάστημα ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον· κἂν γὰρ τὸν τόπον προστιθέασι λέγοντες ὅτι κενόν ἐστι τόπος ἐν ᾧ μηδὲν ἐστι βαρὺ ἢ κοῦφον, οὐδὲν ἀνύουσιν, ἕως ἂν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσι τὸν τόπον ἐν ᾧ διάστημα * * * ἐστι βαρέος καὶ κούφου.2 ἀλλὰ κἂν οὕτως, φησί, τὸ κενὸν ὁρίσωνται, ὅτι διάστημα ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον, ἤτοι διάστημα δεκτικὸν βαρέος καὶ κούφου, τὴν μὲν στιγμὴν κενὸν λέγειν οὗτοι ἀποφεύξονται, εἰς ἕτερον δὲ ἀπορώτερον ἐμπεσοῦνται. εἰ γὰρ τὸ διάστημα τοῦτο, φησί, βάρος μὲν ἢ κουφότητα μὴ ἔχοι, χρῶμα δὲ ἔχοι ἢ ψόφον, τουτέστι σῶμα κεχρωσμένον ἢ ψοφητικόν, μήτε δὲ βάρος μήτε κουφότητα, οἷόν ἐστι τὸ οὐράνιον, τί ἐροῦσι; πότερον κενὸν εἶναι τὸ τοιοῦτον, ἢ οὔ; εἶτα ἀπολογούμενος ὑπὲρ αὐτῶν φησιν ὅτι ἴσως ἂν εἴποιεν, ὅτι εἰ μὲν τοῦτό ἐστι κενὸν τὸ δεκτικὸν βαρέος καὶ κούφου, κἂν ἄλλου τινὸς σώματος πλῆρες ᾖ, ἐροῦσιν αὐτὸ κενόν, εἰ δὲ ἁπλῶς τὸ δεκτικὸν μὲν τοῦ τυχόντος σώματος μήπω μηδὲν ἔχον σῶμα, οὐ κενὸν τὸ τοιοῦτον ἀλλὰ πλῆρες. ἀλλ’ εἴτε 〈πλῆρες εἴτε〉 κενὸν τὸ τοιοῦτον ἐροῦσιν, ἄτοπον· συμβήσεται γὰρ τὸ αὐτὸ καὶ κενὸν εἶναι καὶ πλῆρες. κενὸν μὲν γὰρ ἔσται, εἰ κενόν ἐστι τὸ μηδὲν ἔχον βαρὺ ἢ κοῦφον διάστημα, πλῆρες δὲ πάλιν ἔσται, ἐπειδὴ πεπλήρωκε τὸ διάστημα σῶμα καὶ ἕτερον δέξασθαι οὐ δύναται· εἴη γὰρ ἂν δύο σώματα ἐν ταὐτῷ. εἴη ἂν οὖν τὸ αὐτὸ καὶ πλῆρες καὶ κενόν, 〈ἢ〉 τὸν ὅρον τοῦ κενοῦ τὸν παρ’ αὐτῶν ἀποδοθέντα ἀναιρήσουσι, διάστημα λέγοντες ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. καθ’ ἕνα μὲν οὖν τρόπον, φησίν, οὕτως ὁρίζονται τὸ κενόν, διάστημα ἐν ᾧ μηδέν ἐστι σῶμα ἁπτόν, ἁπτὸν δὲ τὸ βάρος ἔχον ἢ κουφότητα εἶναι, ἕτεροι δέ, φησίν, ἄλλον τρόπον ὁρίζονται τὸ κενόν, ἵνα ταῦτα ἐκφύγωσι τὰ ἄτοπα, λέγοντες κενὸν εἶναι διάστημα ἐν ᾧ μηδέν ἐστιν ὅλως σῶμα μηδὲ φύσις τις σωματική.
“除了事情究竟如何之外,还必须掌握该名称意味着什么。” 他本人在《后分析篇》中曾说,当我们关于同音异义语词的某种涵义进行讨论时,必须首先区分该语词的各种不同涵义,然后规定我们的讨论涉及其中的哪一种,在此之后便应依据论题依次前进,首先探究是否存在由该语词所意指的那样一种事物(是否如此),然后探究它是什么、具有何种性质以及因何存在。例如,如果讨论是关于鹿角山羊的,我们应首先探究这个语词究竟意味着什么,如果意指的涵义有多种,我们现在的讨论涉及其中的哪一种,然后找到了这一点之后,我们接着探究是否存在由该语词所意指的那样一种事物,随后按序探究其余问题。因此在这里,亚里士多德同样在陈述了正反两方面的论证——既有看似确立虚空存在的论证,也有取消虚空的论证——之后,转向阐述真正的见解,并探究“虚空”这一名称意味着什么。因为这一名称似乎不是某种单一之物;正如他本人在下文中将要说的,它也适用于质料。因此他说,有些人说其中没有任何东西的就是虚空。因为他们认为凡存在之物都是物体;因而他们说,其中没有任何物体的就是虚空。而他们又说一切物体都是可触知的,一切可触知之物都具有重性或轻性;因此他说,通过三段论推理,对他们而言得出的结论便是:虚空就是其中没有任何重物或轻物的东西。但他说,如果虚空就是其中没有任何重物或轻物的东西,那么由于点之中也没有任何重物或轻物,点也就会是虚空。然而把点称为虚空是荒谬的,而之所以对他们产生了这一荒谬,是因为他们没有补上:我们所说的虚空是其中没有任何重物或轻物的间隔(延展);因为即使他们加上“处所”,说虚空是其中没有任何重物或轻物的处所,只要他们没有界定他们所说的这种处所是否在其中是重与轻的间隔[……],他们就一无所成。然而他说,即使他们如此定义虚空,即虚空是其中没有任何重物或轻物的间隔,也就是能够接纳重与轻的间隔,这些人虽然能避免把点称为虚空,但却会陷入另一个更为棘手的疑难。因为他说,如果这个间隔不具有重性或轻性,却具有颜色或声音,即具有带颜色的或能发声的物体,但既无重性亦无轻性(正如天体那样),他们会怎么说呢?究竟这样一种东西是虚空,还是不是呢?接着,他为他们辩护说,他们或许会说:如果虚空就是这种能够接纳重与轻的间隔,那么即使它充满了某种其他的物体,他们也会称之为虚空;但如果虚空是指无条件地能接纳任意物体、尚未具有任何物体的东西,那么这样一种东西就不是虚空而是充满的。然而,无论他们说这样一种东西是充满的还是虚空的,都是荒谬的;因为得出的结论将是同一样东西既是虚空又是充满的。因为如果虚空是没有任何重物或轻物的间隔,它将是虚空的;而由于物体已经充满了该间隔并且不可能再接纳另一个物体(否则就将有两个物体处于同一处所),它又将是充满的。因此,同一样东西将既是充满的又是虚空的,否则他们就必须废弃由他们自己给出的虚空定义,即说它是其中没有任何重物或轻物的间隔。因此他说,在一种方式下,他们就是这样定义虚空的:其中没有任何可触知物体的间隔,而可触知之物就是具有重性或轻性的东西;但他说,另一些人为了逃避这些荒谬,便以另一种方式定义虚空,说虚空是其中全然没有任何物体、亦没有任何物体性本性的间隔。
- 4.128Πρὸς δὲ τῷ ποτέρως ἔχει
介词 πρός 支配与格表示“除……之外 / 加上……”,中性冠词 τῷ 使间接疑问从句 ποτέρως ἔχει(“究竟处于哪种状态”,即是否存在)名词化作为其受词。
- 4.128ἕως ἂν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσι τὸν τόπον ἐν ᾧ διάστημα * * * ἐστι βαρέος καὶ κούφου.
连词 ἕως ἄν 搭配虚拟式 μὴ διορίζωσιν 构成时间/条件从句(“只要他们尚未区分/界定”)。连词 εἰ 引导间接疑问从句作 διορίζωσιν 的宾语。底本中 διάστημα 之后存在脱文( *),从上下文推断此处脱落了诸如“缺乏”或“能容纳”重物与轻物等词语。
