← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§614.4-616.8

基于处所运动与生长的虚空存在论证疏解

斐洛波诺斯逐一疏解了亚里士多德提出的虚空存在论证,包括处所运动、物体不可相互穿透性、麦里梭的论证、生长以及毕达哥拉斯派关于天呼吸虚空以界定事物的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.122

" Λέγουσι δὲ ἓν μὲν ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη." Εἰπὼν τοὺς λόγους τοὺς δοκοῦντας ἀναιρεῖν τὴν τοῦ κενοῦ φύσιν, καὶ διελέγξας τοὺς “οὐ κατὰ θύρας” ποιησαμένους τὴν ἀπάντησιν, τίθησι νῦν καὶ τοὺς κατασκευάζοντας ὅτι ἔστι τὸ κενόν. καὶ πρώτως γε ὁ ἀπὸ τῆς κατὰ τόπον κινήσεως. ταύτης δὲ διττῆς οὔσης, τῆς μὲν καθ’ ὅλα τῆς δὲ κατὰ μέρη, ἀφ’ ἑκατέρας κινήσεως τὴν πίστιν ἐπάγουσι, καὶ γίνεται δύο τὰ ἀπὸ τῆς κινήσεως ἐπιχειρήματα. πρῶτον δὲ ἐκ τῆς καθ’ ὅλα κινήσεως ἐπιχειρεῖ.

“他们所说的一点是,依处所的运动将不可能存在。” 在陈述了那些看似取消虚空本性的论据,并驳斥了那些作出“不走正门”之回应的人之后,他现在也提出了确立虚空存在的论据。首先是出自依处所之运动的论据。由于这种运动有双重情形,一种作为整体,另一种按照部分,因而他们从每种运动中引出确证,出自运动的论据便成为两个。他首先从作为整体的运动着手论证。

§4.123

"Τὴν γὰρ διαφοράν, δι’ ἣν οὐκ ἂν εἴη τὸ λεχθέν, οὐκ ἔστιν εἰπεῖν." Ἐπειδὴ εἶπεν ὅτι εἰ δύο σώματα ἐν ταὐτῷ εἴη, ἐνδέχεται καὶ ὁποσαοῦν ἄλλα, τοῦτο κατασκευάζων ἐπήγαγε τὸ προκείμενον. ἀποκληρωτικόν,1 φησί, τὸ δύο μὲν λέγειν ἐν ταὐτῷ ἐνδέχεσθαι εἶναι σώματα, πλείονα δὲ ἢ ἄπειρα μὴ ἐνδέχεσθαι· τίνα γὰρ τούτου διαφορὰν ἀποδώσουσι, τοῦ δύο μὲν δύνασθαι πλείονα δὲ μή; οὐδὲ γὰρ μᾶλλον νῦν ἐστι πλῆρες ὅτε διπλοῦν γέγονεν, ἢ πρότερον ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τούτου, ἀλλ’ ὅμως ἐδέξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο; καὶ οὕτως ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· δυνατὸν γὰρ κατατεμεῖν τὸ μέγιστον εἰς πολλὰ ἴσα μικρά. ὥστε, φησί, δυνατὸν πολλὰ ἴσα ἐν ταὐτῷ εἶναι. οὐ μόνον δέ, ἀλλὰ καὶ ἄνισα, ἄνισα δηλονότι οὐκ αὐτόθεν (οὐ γὰρ ἂν τοῦτο συγχωρήσαιεν οἱ σῶμα λέγοντες χωρεῖν διὰ σώματος), ἀλλ’ ὅτι δύναται τὸ ἴσον εἰς ἄνισα κατατμηθῆναι.

“因为无法说出由于何种差异,所说的情况才不会成立。” 由于他说过,如果两个物体能处于同一处所,那么任意多数的其他物体也能如此,他在确立这一点时便附上了眼前的文句。他说,声称两个物体可能处于同一处所、而更多或无限的物体不可能如此,乃是武断的;因为他们能为此给出何种差异,即两个是可能的而更多则是不可能的?因为现在当它成为双重时,并不比以前它独自存在时更为充实;因为在此之前它同样是连续的、同样是充塞的,然而它还是接纳了另一个物体。那么为什么不能再次接纳另一个、继而再接纳另一个呢?这样一来,最大的东西就将处于最小的东西之中;因为有可能将最大的东西分割为许多相等的微小部分。因此他说,许多相等的东西可能处于同一处所;不仅如此,不相等的东西也可能处于其中——所谓不相等显然不是直接如此(因为那些主张物体穿透物体的人不会赞同这一点),而是因为相等的东西能够被分割为不相等的部分。

§4.124

"Μέλισσος μὲν οὖν καὶ δείκνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων." Ὅτι ἀνάγκη κινήσεως οὔσης κενὸν εἶναι, καὶ ἐκ τῆς Μελίσσου δόξης κατασκευάζει. κἀκεῖνος γοῦν εἴξας τῷ λόγῳ τῷ ἀναιροῦντι τὸ κενὸν εὐθὺς καὶ τὴν κίνησιν συνανεῖλεν, ἤγουν βουληθεὶς ἀκίνητον εἶναι τὸ πᾶν τῇ κινήσει καὶ τὸ κενὸν συνανεῖλεν, ὡς δὴ τῇ τῆς κινήσεως ἐννοίᾳ εὐθὺς καὶ τοῦ κενοῦ συνεισαγομένου,2 καὶ ἔμπαλιν τῇ ἀναιρέσει τοῦ κενοῦ συναναιρουμένης καὶ τῆς κινήσεως. ἀλλ’ ὁ μὲν Μέλισσος φανερὰν οὖσαν τὴν κίνησιν ἀνεῖλε διὰ τὸ δέξασθαι τὸ ἀφανές, λέγω δὴ τὸ μὴ εἶναι κενόν· πολλῷ οὖν εὐλογώτερον τῷ φανερῷ πειθομένους ἐκ τούτου τὸ ἀφανὲς συλλογίσασθαι.

“因此麦里梭也根据这些论据证明全体是不动的。” 若运动存在则虚空必然存在,这一结论他也从麦里梭的见解中加以确立。因为那位哲人顺从了取消虚空的论证,便随即连同运动也一并取消了,或者说他希望全体是不动的,便顺着运动把虚空也一并取消了,这正如伴随着运动的概念,虚空随即被一并引入,反过来伴随着虚空的取消,运动也一同被取消。然而麦里梭通过接受不可见的事情(我指的是没有虚空),取消了显而易见的运动;因此,顺从显而易见的事实并由此推论出不可见的事情,要合理得多。

§4.125

"Ἔτι δὲ καὶ ἡ αὔξησις δύναται γενέσθαι διὰ κενοῦ." Τρίτον ἐπιχείρημα τὸ ἀπὸ τῆς αὐξήσεως, ἔστι δὲ αὔξησις καὶ κίνησις κατὰ μέρος. εἰ γὰρ ἡ αὔξησις γίνεται προσκρινομένης τῷ αὐξομένῳ τῆς τροφῆς, ἔστι δὲ ἡ τροφὴ σῶμα, αὔξεται δὲ ὅλον δι’ ὅλου τὸ σῶμα, ἀδύνατον δὲ ὅλῳ προσχωρῆσαι τῷ σώματι τὴν τροφήν (ἔσται γὰρ σῶμα ἐν σώματι), ἀνάγκη ἄρα κενά τινα εἶναι ἐν σώματι, ἐν οἷς χωρεῖ ἡ τροφή.

“而且,生长也能够通过虚空而发生。” 第三个论据是出自生长的论据,而生长是按部分的运动。因为如果生长是由于养分附加到生长者上而发生的,而养分是物体,并且物体是通体全盘生长的,但养分进入整个物体是不可能的(因为那将成物体处于物体之中),所以物体之中必然存在某些虚空,养分得以进入其中。

§4.126

"Καὶ ἐπεισιέναι αὐτῷ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος, ὡς ἂν ἀναπνέοντι3 καὶ τὸ κενόν, ὃ διορίζει τὰς φύσεις." Ἴσως τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρόν τι κενὸν ὑποτιθέμενοι, τοῦτο αὐτὸ καὶ πνεῦμα ἐκάλουν, ὡς ἐκ παραλλήλου τοῦ αὐτοῦ καὶ κενοῦ καὶ πνεύματος λεγομένου. τοῦτο οὖν τὸ κενόν φησιν ἐκ τῶν ἔξω τοῦ οὐρανοῦ ἐπεισιέναι τῷ οὐρανῷ, ὡς δὴ τοῦ οὐρανοῦ τὸ κενὸν ἀναπνέοντος. ἀναπνεῖν δὲ τὸν οὐρανὸν τοῦτο εἰς διάκρισιν τῶν φύσεων, ὡς δή, φησί, τοῦ κενοῦ αἰτίου ὄντος τῆς διακρίσεως τοῖς πράγμασιν.

“并且从无限的气息中,仿佛天在呼吸一样,虚空也进入天自身之中,它区分了诸自然本性。” 或许他们假设天球之外有某种无限的虚空,便将这同一样东西也称为气息,就好像同一事物被平行地称为虚空和气息一样。因此他说,这虚空从天球之外的事物进入天之中,正如同天在呼吸虚空一样。他说天呼吸虚空是为了区分诸自然本性,正如他说,虚空是事物得以区分的原因。

§4.127

"Ὡς ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ τῆς διορίσεως." Ἐν τῷ πέμπτῳ λόγῳ ὁρίζεται τὰ ἐφεξῆς εἶναι ὧν μηδέν ἐστι μεταξὺ συγγενές. τοῖς οὖν ἐφεξῆς, φησί, τοῦ μὴ εἶναι συνεχέσιν, ἀλλὰ κεχωρισμένοις, αἴτιον τὸ κενόν· χωρισμὸς γάρ τίς ἐστιν αὐτῶν καὶ διάκρισις τὸ κενόν, καὶ τῆς διορίσεως αὐτῶν αἴτιον.

“如同虚空是相继之物的某种分离和界定。” 在第五卷的论述中界定了:相继之物就是中间没有任何同类事物的东西。因此他说,相继之物之所以不是连续的而是分离的,其原因就是虚空;因为虚空是它们的某种分离和区分,也是它们得以界定的原因。

语法注3 条
  1. 4.123ἀποκληρωτικόν

    作表语形容词,省略了系词 ἐστί。句子的主语是后接的带冠词不定式短语 τὸ δύο μὲν λέγειν... μὴ ἐνδέχεσθαι(“声称两个可能而更多则不可能”)。ἀποκληρωτικός 表示缺乏根据的“武断的、任意选定的”。

  2. 4.124ὡς δὴ τῇ τῆς κινήσεως ἐννοίᾳ εὐθὺς καὶ τοῦ κενοῦ συνεισαγομένου

    由表示主观理由或设想的连词 ὡς 引导的属格独立结构(τοῦ κενοῦ συνεισαγομένου),并与后文的 καὶ ἔμπαλιν... συναναιρουμένης καὶ τῆς κινήσεως 构成平行对应。与格 τῇ ἐννοίᾳ 和 τῇ ἀναιρέσει 表示伴随的依据或条件。

  3. 4.126ὡς ἂν ἀναπνέοντι

    出于亚里士多德引文(词元)。分词 ἀναπνέοντι 为阳性与格单数,与上文αὐτῷ τῷ οὐρανῷ(“天自身”)在性数格上保持一致。ὡς ἄν 结合分词表示假设性或比喻性的方式(“仿佛它在呼吸一般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:614.4-616.8