← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§612.14-614.3

水钟实验与空气的实体性及虚空的分类

斐洛波诺斯解释了在水钟(取水器)中截留空气或水的气动实验,说明了亚里士多德为何批评那些本欲驳斥虚空却仅证明了空气具有实体性的人。随后,他阐述了虚空的通俗定义,并梳理了关于物体内散布的虚空与宇宙外无限虚空的各派学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.118

" Καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις." Κλεψύδρας λέγει, ἤτοι τὰ παρὰ τοῖς μηχανικοῖς δι’ ὧν τοὺς συριγμοὺς ἀποτελοῦσι καὶ τὰς ἄλλας ποιὰς φωνάς, ἤ, ὅπερ καὶ μᾶλλον, κλεψύδρας φησίν, ὅπερ ἤδη εἶπον, τὸ ἀγγεῖον ὃ καλοῦσιν οἱ πολλοὶ ἁρπάγιον· τοῦτο γὰρ στενὸν μὲν ἔχει τὸ στόμα, τὸ δὲ ὑποκάτωθεν στενοτάταις ὀπαῖς τετρημένον. τὸ δὲ ἐναπολαμβάνοντες,1 ἤτοι τὸ πνεῦμα ἐναπολαμβάνοντες διὰ τοῦ φράξαι τὸ στόμα· ὅταν γὰρ κενοῦ ὄντος τοῦ ἀγγείου ὕδατος ἀποφράξαντες τὸ στόμα καθίωμεν εἰς ὕδωρ, οὐ πληροῦται ὕδατος τοῦ πνεύματος ἐναπειλημμένου, διὰ τὴν εἰρημένην αἰτίαν (ἢ γὰρ οὐδὲν ὅλως δέχεται, ἢ πάνυ βραχύ), ὅταν δὲ πλῆρες ᾖ ὕδατος, ἐναπολαμβάνοντες τὸ ὕδωρ τῷ αὐτῷ τρόπῳ δεικνύουσιν ὅτι ἔστιν ὁ ἀήρ· εἰ μὴ γὰρ ἦν, τί δήποτε ἀποφράττοντες μὲν τὴν τοῦ ἀέρος εἴσοδον κωλύομεν τὴν τοῦ ὕδατος ὁδόν, ἀφιέντες δὲ δίδομεν καὶ τῷ ὕδατι πάροδον; τοῦτο γὰρ δι’ οὐδὲν ἕτερον συμβαίνει ἢ διὰ τὸ μὴ ἐνδέχεσθαι κενὸν εἶναι. ὅταν οὖν δῶμεν τῷ ἀέρι πάροδον, ὡς ἀναπληροῦν τὸν τόπον τοῦ ἐξιόντος ὕδατος, τότε ἔξεισι τὸ ὕδωρ. ὥστε δι’ ἀμφοτέρων δείκνυται, ὅτι ἐστί τι ὁ ἀήρ. εὐλογώτερον δὲ τὸ ἐναπολαμβάνοντες τὸν ἀέρα μᾶλλον ἐξακούειν ἢ τὸ ὕδωρ· ἐβούλοντο γὰρ δεῖξαι, οὐχ ὅτι οὐκ ἔστι κενόν τι διάστημα, ἀλλ’ ὅτι ἐστί τι ὁ ἀήρ (διὰ τοῦτο γὰρ καὶ ἐγκαλεῖ αὐτοῖς ὁ Ἀριστοτέλης), διὰ δὲ τοῦ προτέρου μᾶλλον δείκνυται ὅτι ἐστί τι ὁ ἀήρ.

“以及通过将其截留在水钟之中。” 他所说的水钟,或者指机械技师用来制造呼啸声和其他特定声响的器具,或者——这更为确切——正如我已经说过的,指大众称之为“取水器”的容器;因为这器具口部狭窄,而底部穿有极细微的孔洞。而“通过截留”,是指通过堵住口部来截留气体。因为当容器中没有水而处于空虚状态时,如果我们堵住口部将其沉入水中,由于气体被截留在内,它便不会被水充满,这是由于前面所说的原因(因为它或者完全不接纳水,或者仅接纳极少的水);而当它充满水时,他们以同样的方式截留水,从而证明空气是存在的。因为如果空气不存在,究竟为什么我们堵住空气的入口便阻碍了水的通道,而放开时便也给予了水通行的途径呢?因为这完全不是由于别的缘故,而是由于不可能存在虚空。因此,当我们给予空气通行的途径以补充流出的水所留下的场所时,水才会流出。因而,通过这两种方式都证明了空气是某种东西。然而,将“通过截留”理解为截留空气而非水更为合理;因为他们希望证明的,不是不存在某种虚空的间隙,而是空气是某种东西(这也就是亚里士多德责难他们的原因),并且通过前一种方式更能够证明空气是某种东西。

§4.119

"Οἱ δὲ ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν." Ἐπειδή, φησί, κενὸν εἶναι νομίζουσι τὸ ἐστερημένον αἰσθητοῦ σώματος (αἰσθητοῦ δὲ εἶπε διὰ τὸ μαθηματικόν, τοιοῦτον δέ ἐστι καὶ τὸ κενὸν τριχῇ διαστατὸν ἄποιον), ἐπεὶ οὖν κενὸν λέγουσι τὸ ἐστερημένον αἰσθητοῦ σώματος, πᾶν δὲ τὸ ὂν σῶμα λέγουσιν εἶναι (τὸ γὰρ μὴ ὂν σῶμα οὐδὲν εἶναι), διὰ τοῦτό φασιν ὅτι κενόν ἐστιν ἐν ᾧ μηδέν ἐστιν ὅλως. ἐπεὶ οὖν οὐκ ἐναργεῖς ἔχει τὰς αἰσθητὰς ποιότητας ὁ ἀήρ, διὰ τοῦτο οὐδὲ εἶναί τι αὐτόν φασιν, ἀλλὰ κενὸν εἶναι τὸ τοῦ ἀέρος διάστημα.

“然而人们意图将虚空视作其中没有任何可感物体的间隙。” 他说,既然人们认为虚空是被剥夺了可感物体的东西(他之所以说“可感的”,是考虑到数学性的物体,而三维且无性质的虚空也是此类),那么既然他们把被剥夺了可感物体的东西称为虚空,并且说凡是存在者都是物体(因为非物体者即无物),正是因此,他们才声称虚空是完全无物处于其中的间隙。既然空气不具有鲜明的可感性质,正是由于这个缘故,他们才说空气根本不是什么东西,而是说空气所占的间隙是虚空。

§4.120

"Ἀλλ’ ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα, ὥστε μὴ εἶναι συνεχές." Χωριστὸν μὲν ἀντὶ τοῦ δυνάμενον χωρισθῆναι,2 λέγω δὴ διάστημα ἔχον μὲν σῶμα, δυνάμενον δὲ χωρισθῆναι καὶ εἶναι κενὸν καθ’ αὑτό, ἐνεργείᾳ δὲ διάστημα κενὸν σώματος. καὶ τοῦτο ἤτοι ἐγκατεσπαρμένον ἐν τοῖς σώμασι καὶ κωλῦον αὐτὰ συνεχῆ εἶναι, ὥσπερ ἔλεγον οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον, ἤγουν μὴ κατεσπάρθαι μὲν ἐν τοῖς σώμασιν, ἀλλ’ εἶναι συνεχῆ, ἔξω δὲ τοῦ οὐρανοῦ εἶναι κενόν τι καθ’ αὑτό, ὥσπερ μάλιστα καὶ ἡ τῶν πολλῶν ἔχει φαντασία ἄπειρόν τι νομίζουσα εἶναι κενὸν ἔξω τοῦ οὐρανοῦ, καὶ οἱ Πυθαγόρειοι δὲ οὕτως ἔλεγον, ὡς ἤδη εἶπε. φασὶ δὲ καὶ τοὺς περὶ Ζήνωνα τὸν Κιτιέα οὕτω δοξάζειν.

“[而应当证明,]不存在不同于诸物体的间隙,不论是可分离的还是实际存在的,以此划分整个物体使之不能连续。” “可分离的”是用以代替“能够被分离的”,我指的是一种包含着物体、但能够被分离并自身独立作为虚空的间隙;而“实际存在的”指的是被剥夺了物体的虚空间隙。而这[间隙]要么如德谟克利特和留基波等人所说的那样散布在诸物体之中并阻止它们保持连续,要么并不散布在诸物体之中,诸物体是连续的,但在天球之外存在着某种自身独立的虚空,正如尤其是多数人的表象所持有的看法那样,认为天球之外存在某种无限的虚空;并且正如他前面所说,毕达哥拉斯派也是如此主张的。据说基提翁的芝诺等人也持有这种见解。

§4.121

"Ἀλλ’ οἱ φάσκοντες εἶναι μᾶλλον.3" Μᾶλλον, φησί, πιθανώτερα λέγουσιν οἱ φάσκοντες εἶναι τὸ κενόν, ἢ οἱ πρὸς ταύτην ἐνστάντες τὴν δόξαν, ὧν καὶ Ἀναξαγόρας ὑπῆρχεν.

“倒是那些声称[虚空]存在的人[说得]更为[有理]。” 他说,那些声称虚空存在的人,比起反对这种意见的人(阿那克萨哥拉也属于其中)来,所说的话要更为可信。

语法注3 条
  1. 4.118τὸ δὲ ἐναπολαμβάνοντες

    关于分词 ἐναπολαμβάνοντες(通过截留)所省略的宾语,注解者提出了截留水与截留空气两种解释,并指出补出空气(τὸν ἀέρα)更为合理,因为这更契合论敌意图证明“空气是一种物体”的论证目的。

  2. 4.120Χωριστὸν μὲν ἀντὶ τοῦ δυνάμενον χωρισθῆναι

    注解者将形容词 χωριστόν(可分离的)解释为具有潜能意义的 δυνάμενον χωρισθῆναι(能够被分离的),从而使其与后文的 ἐνεργείᾳ ὄν(实际存在的)形成潜能与现实的清晰对立,即“潜能上可分离的空间”与“实际上空无一物的虚空间隙”。

  3. 4.121Ἀλλ’ οἱ φάσκοντες εἶναι μᾶλλον

    这是一个在比较副词 μᾶλλον 之后省略了谓语动词的极简句。注疏者补出了 πιθανώτερα λέγουσιν(说得更为可信)以补全亚里士多德这一精简的比较句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:612.14-614.3