- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:610.23-612.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《物理学》213a13–213a21,梳理虚空如何存在及本质为何的设问,阐明虚空、场所、间隙与充实在概念上的异同,并解释为何即使虚空并不存在,也应当探讨关于它的表象与共同意见。
" Καὶ πῶς ἔστιν ἢ τί ἐστιν." Πῶς μὲν ἔστι, πότερον ἔξω ἐστὶ τοῦ κόσμου αὐτὸ καθ’ αὑτὸ ἄπειρόν τι κενόν, ἢ ἐγκατέσπαρται τοῖς σώμασιν, ὥσπερ ἔλεγον οἱ τὰς ἀτόμους δοξάζοντες (μεταξὺ γὰρ κενῷ διείργεσθαι τὰς ἀτόμους συμφυῆναι ἢ ἅψασθαι μηδέποτε·1 ὥστε συνίστασθαι τὰ σώματα ἔκ τε τῶν ἀτόμων καὶ τοῦ μεταξὺ κατὰ μικρὰ παρεσπαρμένου κενοῦ), καὶ πότερον χωριστόν ἐστι τῶν σωμάτων ἢ ἀχώριστον. τὸ δὲ τί ἐστι, πότερον διάστημά τι καθ’ αὑτὸ μηδὲν ἔχον τῶν φυσικῶν σωμάτων, ἢ ὕλη ἐστὶ τῶν σωμάτων, ἢ ἕτερόν τι.
“以及它如何存在或它是什么。” “它如何存在”是指,它是作为某种自身独立存在的无限虚空处于宇宙之外,还是散布在诸物体之中,正如主张原子的人所说的那样(因为他们说,原子被中间的虚空隔开,从而绝不相互融合或接触;以至于物体由原子和其间细碎散布的虚空共同构成),以及它是可与诸物体分离的还是不可分离的。而“它是什么”是指,它是某种自身独立存在、不包含任何自然物体的间隙,还是物体的质料,抑或是别的某种东西。
"Καὶ γὰρ παραπλησίαν ἔχει τὴν ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων." Ὥσπερ, φησίν, ὁ τόπος ἐκ τῶν περὶ αὐτοῦ ὑπολήψεων ὁμοίως εἶναί τε καὶ μὴ εἶναι ἐδόκει (οἱ γὰρ ἐφ’ ἑκάτερα λόγοι ἰσοσθενεῖς πως ἐδόκουν εἶναι, ὡς μηδὲν μᾶλλον πιστεύειν εἶναι ἢ μὴ εἶναι), οὕτω δὴ καὶ ἐπὶ τοῦ κενοῦ ἡ πίστις τε τοῦ εἶναι αὐτὸ καὶ ἡ ἀπιστία ἐκ τῶν ἐφ’ ἑκάτερα ἐπιχειρήσεων ἴσαι ὑπάρχουσιν. οὐ δεῖ δὲ τὸ παραπλησίαν ἀκριβῶς οὕτως ἐκλαμβάνειν, ὡς ἐξομοιοῦσθαι ἀκριβῶς τῇ πιθανότητι τὰς ἐφ’ ἑκάτερα ἐπιχειρήσεις τοῦ κενοῦ καὶ τόπου, ἀλλ’ ἐγγὺς ἔχειν τινὰ ὁμοιότητα περί τε τὴν πίστιν καὶ τὴν ἀπιστίαν· ἀσθενέστεροι γὰρ οἱ κατασκευάζοντες τὸ κενὸν λόγοι ἢ οἱ ἀναιροῦντες τὸ εἶναι τὸν τόπον.
“因为基于所抱持的见解,它具有相近的可疑性与可信性。” 他说,正如场所根据关于它的见解,同样显得既存在又不存在一样(因为两方面的论辩不知怎地显得力量均等,以至于人们并不更相信它存在而不是不存在),对于虚空也是如此,基于两方面的论辩,相信它存在的可信性与可疑性也是均等的。但人们不应当如此严苛地理解“相近”,以至于认为关于虚空和场所的两方面论辩在说服力上完全均等,而应当理解为它在可信性与可疑性方面保持着某种切近的相似性;因为确立虚空的论据要弱于取消场所存在的论据。
"Οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες." Ἐπειδὴ εἶπεν ὅτι τὸν αὐτὸν τρόπον ἐστὶ τοῦ φυσικοῦ διαλαβεῖν περὶ κενοῦ, ὥσπερ καὶ περὶ τόπου, τὴν πίστιν τούτου διὰ τούτων ἐπήγαγεν, ὅτι οἱ τὸ κενὸν τιθέμενοι εἶναι οἷον τόπον καὶ ἀγγεῖον αὐτὸ τιθέασιν· ὥστε ὅσα περὶ τόπου ἐζήτηται, ταῦτα καὶ περὶ κενοῦ ζητηθήσεται. εἶτα συναπτέον “καὶ γὰρ παραπλησίαν ἔχει τὴν ἀπιστίαν καὶ τὴν πίστιν”· διὰ πάντων γὰρ τούτων τὴν συγγένειαν σημαίνει τῶν θεωρημάτων.
“因为主张[虚空存在]的人把虚空设定为某种场所和容器。” 既然他说自然哲学家考察虚空的方式应当与考察场所完全相同,他就通过这些话引入了对此的证明,即主张虚空存在的人把虚空设定为某种场所和容器;以至于凡是关于场所探讨过的问题,关于虚空也都要加以探讨。接着应当将这句话接续起来:“因为它具有相近的可疑性与可信性”;因为通过所有这些,他指明了这些考察的亲缘性。
"Δοκεῖ δὲ εἶναι πλῆρες μέν, ὅταν ἔχῃ τὸν ὄγκον, οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν." Ὅτι τὸ κενὸν καὶ ὁ τόπος καὶ τὸ διάστημα καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ τὰ αὐτά εἰσι, τῇ δὲ σχέσει καὶ τῷ λόγῳ διάφορα. διάστημα μὲν οὖν λέγεται ὅταν αὐτὸ καθ’ αὑτὸ θεωρῆται ἀπολύτως καὶ οὐκ ἐν σχέσει, τόπος δὲ ὅταν σχέσιν ἀναδέξηται πρὸς τὸ σῶμα, κενὸν δὲ τόπος ἐστερημένος σώματος, πλῆρες δὲ ταὐτὸν μὲν εἶναι τῷ τόπῳ καὶ ἴσως οὐδὲν διαφέρει, εἰ δὲ δέοι τι διαφέρειν αὐτά, διαφέροι ἂν τῷ ἐν μὲν τῷ τόπῳ θεωρεῖσθαι2 ἄλλο τι τὸ δεξάμενον καὶ ἄλλο τὸ δεδεγμένον, ἐν δὲ τῷ πλήρει ὡς ἕν τι τὸ ὅλον θεωρεῖσθαι καὶ οἷον ὕλην εἶναι τοῦ σώματος τὸ τοπικὸν διάστημα.
“并且当它拥有它所能接纳的体积时,似乎是充实的;而当它被剥夺了体积时,则是虚空的。” 虚空、场所、间隙与充实,就其底层载体而言是相同的,但在关系和定义上是不同的。于是,当间隙纯粹被自身独立考察、而不是在关系中被考察时,被称为间隙;当它承担起对物体的关系时,被称为场所;被剥夺了物体的场所则是虚空;而充实与场所是同一的,或许没有任何区别,但如果它们必须在某方面有所区别,那么其区别在于:在场所中,接纳者被视作一物,而被接纳者被视作另一物,但在充实中,全体被视作单一之物,并且场所性的间隙仿佛是物体的质料一样。
"Καὶ τρίτον τὰς κοινὰς περὶ αὐτῶν δόξας." Κἂν γὰρ μὴ ὑπάρχῃ τὸ κενὸν μηδὲ ἔχῃ τινὰ φύσιν ἐν τοῖς οὖσιν, ἀλλ’ οὖν ἐπειδὴ ὅλως περιφαντάζεται αὐτὸ ἡ διάνοια, δεῖ εἰπεῖν τί ποτε εἶναι αὐτὸ ὑπονοοῦσιν οἱ τῶν ὄντων αὐτὸ εἶναι λέγοντες, καὶ τί αὐτῷ ὑπάρχειν ἢ μή, οἷον ὅτι δοκεῖ διάστημα εἶναι καὶ τόπος ἐστερημένος σώματος καὶ οἷον ἀγγεῖον μηδὲν ἔχον. καὶ γὰρ περὶ τραγελάφου, καίπερ οὐκ ὄντος ἐν ὑποστάσει, ὅμως ζητήσειέ τις, τί ποθ’ ἡ φαντασία περὶ αὐτοῦ ὑπονοεῖ.
“以及第三,关于它们的共同意见。” 因为即使虚空并不存在,在存在者中也不具有任何本性,然而由于理智总归在表象中想象着它,就必须说明,那些说它是存在者之一的人究竟认为它是什么,以及什么属性属于或不属于它(例如,它被看作间隙,是被剥夺了物体的场所,仿佛什么也不容纳的容器)。因为对于羊鹿也是如此,尽管它并不在实体性层面上存在,然而人们仍会探究,想象究竟把它设想为什么。
- 4.113μεταξὺ γὰρ κενῷ διείργεσθαι τὰς ἀτόμους συμφυῆναι ἢ ἅψασθαι μηδέποτε
在从属于 ἔλεγον 的间接引语中,不定式 συμφυῆναι ἢ ἅψασθαι 表示由 διείργεσθαι 所导向的目的或结果(省略了 ὥστε)。否定词 μηδέποτε 修饰这两个不定式,表达原子论者的主张:原子被中间的虚空隔开,以至于绝不相互结合或接触。
- 4.116διαφέροι ἂν τῷ ἐν μὲν τῷ τόπῳ θεωρεῖσθαι ἄλλο τι τὸ δεξάμενον καὶ ἄλλο τὸ δεδεγμένον, ἐν δὲ τῷ πλήρει ὡς ἕν τι τὸ ὅλον θεωρεῖσθαι
带冠词的不定式与格结构 τῷ ... θεωρεῖσθαι 依附于谓语动词 διαφέροι ἄν,表示差异的基准或原因(关系与格/限定与格)。以 ἐν μὲν τῷ τόπῳ 与 ἐν δὲ τῷ πλήρει 构成的对照统领了各自的不定式结构:场所中接纳者与被接纳者被视作分立之物,而充实中全体则被视作单一整体。
