← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§608.25-610.22

梅里索之论与确证虚空存在的五个论据

斐洛庞奴斯对比了梅里索由否定虚空推导否定运动的逻辑与主张虚空者的论证,并依次阐释了支持虚空存在的五个论据(场所运动、生长、浓缩与稀薄、灰烬与水以及毕达哥拉斯派的区分说)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.112#2

ἔστιν ἄρα τὸ κενόν. τούτου δὲ τοῦ λόγου καὶ τὸν Μέλισσον ἐπιφέρεται μάρτυρα· καὶ γὰρ ὁ Μέλισσος διὰ τοῦτο ἐνόμισεν ἀκίνητον εἶναι τὸ πᾶν, διὰ τὸ ὑπολαμβάνειν μὴ εἶναι τὸ κενόν, ὡς δὴ μὴ ἂν ἄλλως κινήσεως γενέσθαι δυναμένης, εἰ μὴ διὰ κενοῦ. ὁ μὲν οὖν Μέλισσος τῇ ἀναιρέσει τῶν δήλων τὰ ἄδηλα κατασκευάζει· τὸ μὲν γὰρ εἶναι τὴν κίνησιν σαφὲς καὶ δῆλον τῷ αἰσθήσεως μετέχοντι, τὸ μέντοι εἶναι ἢ μὴ εἶναι τὸ κενὸν ἄδηλον. λαμβάνων οὖν τὸ ἄδηλον ὡς ὁμολογούμενον, οὕτως ἀναιρεῖ τὰ προφανῆ· εἰ γὰρ ἔστι, φησί, κίνησις, ἔστι κενόν, ἀλλὰ μὴν κενὸν οὐκ ἔστιν, οὐδὲ κίνησις ἄρα. εὐλογώτερον δὲ οἱ τὸ κενὸν εἰσάγοντες τῇ θέσει τῶν ὁμολογουμένων κατασκευάζουσι τὸ ἀγνοούμενον· εἰ γὰρ ἔστι κίνησις, ἔστι κενόν, ἀλλὰ μὴν ἔστι τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. τὸ δὲ τῆς πλάνης αἴτιον τούτοις πρόδηλον· οὐ γὰρ ἐπέστησαν τῇ ἀντιπεριστάσει τῶν σωμάτων. δεύτερον ἐπιχείρημα ἀπὸ τῶν κατὰ τὰ μόρια κινουμένων, οἷά ἐστι τὰ αὐξόμενα· οὐ γὰρ ἂν εἴη, φησίν, αὔξησις κενοῦ μὴ ὄντος. ἡ μὲν γὰρ αὔξησις διὰ σώματος γίνεται πάντῃ προσκρινομένης τῷ αὐξομένῳ σώματι 〈τῆς τροφῆς〉· πῶς οὖν προσκρίνεται; ἀνάγκη γὰρ ἢ εἰς τὰ ἐνόντα κενὰ ἐν τῷ σώματι χωροῦσαν τὴν τροφὴν οὕτω προσκρίνεσθαι τῷ σώματι, ἢ σῶμα διὰ σώματος χωρεῖν. ὥστε εἰ τὸ δεύτερον ψεῦδος, τὸ πρότερον ἀνάγκη ἀληθὲς εἶναι, λέγω δὴ τὸ εἶναι κενὸν ἐν τῷ σώματι. πρὸς οὓς χαριέντως ἐν τῇ Περὶ γενέσεως ὁ Ἀριστοτέλης φησὶν ὅτι εἰ οὕτω γίνοιτο ἡ αὔξησις, καθ’ ὅλον αὐτὸ αὐξομένου τοῦ σώματος, συμβήσεται ὅλον τὸ σῶμα κενὸν εἶναι (εἴ γε πάντῃ μὲν δεῖ τὴν τροφὴν προσκρίνεσθαι, προσκρίνεται δὲ διὰ τοῦ κενοῦ), καὶ προσέτι μὴ αὔξησιν εἶναι, ἀλλὰ μόνον τῶν κενῶν ἀναπλήρωσιν. οὕτω μὲν οὖν ἐκ τῆς κατὰ τόπον κινήσεως τῆς τε καθ’ ὅλα καὶ κατὰ τὰ μέρη δεικνύειν ἐπιχειροῦσιν ὅτι ἔστι κενόν. τρίτον ἐκ τῆς πυκνώσεως καὶ μανώσεως τῶν σωμάτων· πῶς γὰρ ἄν, φασί, πύκνωσις ἐγένετο μὴ εἰς τὰ ἐνόντα κενὰ πιλουμένου τοῦ σώματος; πῶς δ’ ἂν μάνωσις μὴ διισταμένων τῶν μορίων καὶ κενὰς χώρας μεταξὺ καταλειπόντων; τεκμήριον δὲ ἐναργὲς καὶ τὸ ἐπὶ τοῦ οἴνου συμβαῖνον· ὁ γὰρ αὐτὸς πίθος, φησίν, ὅσον ἐδέξατο καθ’ αὑτὸν οἶνον, τοσοῦτον ἐν ἀσκῷ βληθέντα μετὰ τοῦ ἀσκοῦ χωρήσει,1 ὅπερ οὐκ ἂν συνέβη, φασίν, εἰ μὴ κενά τινα ἦν μεταξὺ τοῦ οἴνου, εἰς ἃ πιλούμενος ὁ οἶνος εἰς ἐλάττονα συνεστάλη ὄγκον. τοῦτο δὲ ἐπὶ τοῦ γλεύκους μόνον συμβαίνει, οὐ μὴν ἐπὶ παντὸς οἴνου, ὅθεν καὶ ἡ αἰτία δήλη. ἐροῦμεν δὲ πλατύτερον ἐν τῷ ἐφεξῆς, ἡνίκα αὐτὸς τὴν ἀπορίαν ἐπιλύεται. τέταρτον ἐπιχείρημα ἐκ παραδείγματος τοῦ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος συμβαίνοντος. εἰ γὰρ πληρώσαις ποτήριον ὕδατος, εἶτα τὸ ὕδωρ εἰς ἕτερον μεταβάλοις ἀγγεῖον καὶ πληρώσαις τὸ ποτήριον τέφρας, εἶτα ἐπιχέεις ἐν αὐτῷ τὸ ὕδωρ, δέξεται τὸ ποτήριον ὅλον τὸ ὕδωρ, ὅπερ ἦν πληρῶσαν αὐτὸ2 καὶ πρὶν τὴν τέφραν δέξασθαι, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ κενά τινα ἐνυπῆρχε μεταξὺ τῶν σωμάτων τούτων τῆς τέφρας καὶ τοῦ ὕδατος. πέμπτον ἐπιχείρημα ἀπὸ ἐνδόξων προσώπων, λέγω δὴ τῶν Πυθαγορείων. καὶ γὰρ οὗτοί φασι τὸ κενὸν ἔξω τοῦ κόσμου εἶναι ἄπειρόν τι ὄν, ὅπερ εἰσπνεόμενον ὑπὸ τῶν τῇδε ἐπεισιέναι τῷ οὐρανῷ καὶ τὴν διάκρισιν ποιεῖσθαι τῶν πραγμάτων. οὐδὲν γὰρ ἄλλο εἶναι τῆς διακρίσεως αἴτιον ἢ τὸ κενόν· εἰ μὴ γὰρ ἦν τοῦτο τὸ κωλῦον αὐτὰ μεταξὺ παρεμπῖπτον μὴ συμπίπτειν ἀλλήλοις καὶ ἑνοῦσθαι, ἓν ἂν ἦν τὸ πᾶν καὶ συνεχές. εἰ τοίνυν διακέκριται ἀλλήλων τὰ πράγματα, ἡ δὲ διάκρισις ἐκ τῆς τοῦ κενοῦ παρεμπλοκῆς, ἔστιν ἄρα τὸ κενόν. οὐ μόνον δὲ τὸν κόσμον τοῦτον ἔλεγον μετέχειν τοῦ κενοῦ ἐπεισιόντος ἔξωθεν, ἀλλὰ πολλῷ πρότερον καὶ τοὺς ἀριθμούς (καὶ αὐτῶν γὰρ τῆς διακρίσεως τὸ κενὸν αἴτιον), μᾶλλον δὲ οὐδὲ εἶναι ὅλως ἀριθμοὺς μὴ τοῦ κενοῦ ὄντος· τὸ γὰρ αἴτιον τῆς τῶν μονάδων διακρίσεως τὸ κενὸν εἶναι.3 δῆλον δὲ ὅτι ὥσπερ εἰώθεσαν οἱ Πυθαγόρειοι διὰ συμβόλων πάντα λέγειν, οὕτω καὶ τοῦτο συμβολικῶς ἔλεγον. τὴν γὰρ διακριτικὴν τῶν ὄντων δύναμιν διὰ τοῦ κενοῦ ἐσήμαινον· ἔστι γὰρ δηλονότι ὥσπερ συγκριτική τις ἐν τῷ παντὶ δύναμις, οὕτω δὲ καὶ διακριτική.

“因此虚空存在。”关于这一论辩,他也引证了梅里索作为见证人;因为梅里索也正是基于这一缘由,由于设想虚空不存在,而认为万物是不动的,就仿佛运动若不通过虚空就绝不可能以其他方式产生一样。于是梅里索通过否定明显之物来确立不明显之物;因为对于分有感觉的人来说,运动的存在是清晰且明显的,然而虚空的存在或不存在却是不明显的。因此他把不明显之事当作公认之理,以此取消那昭然若揭之物;因为他说:“如果运动存在,虚空就存在;但是虚空不存在;因此运动也不存在。”然而引入虚空的人则更为合理地通过设定公认之物来确立未知之物:“因为如果运动存在,虚空就存在;但是前者确实存在;因此后者也存在。”这些人产生谬误的原因是显而易见的;因为他们没有注意到物体间的相互换位。第二个论据来自按部分运动之物,诸如生长之物;因为他说,若不存在虚空,就不会有生长。因为生长是通过物体而发生的,随着养分在各个方向上附加到生长的物体上;那么它是如何附加的呢?因为必然要么是养分进入物体中所蕴含的虚空中,以此方式附加到物体上,要么是物体穿透物体。因此,如果后者为假,则前者必然为真,也就是指虚空存在于物体之中。亚里士多德在《论生成》中巧妙地针对他们指出:如果生长是这样发生的,在物体自身整体生长的情况下,结果将是整个物体都是虚空(如果养分确实必须在各个方向上附加,并且是通过虚空附加的),而且此外这将不是生长,而仅仅是对诸虚空的充塞。于是,他们就这样从整体的场所运动和按部分的场所运动出发,试图证明虚空存在。第三个论据来自物体的浓缩与稀薄;因为他们说,如果物体不压缩到其中所蕴含的虚空中去,浓缩又怎能产生呢?如果各部分不分离开来并在彼此之间留下空闲的空间,稀薄又怎能产生呢?发生在酒上的情况也是一个明显的证据;因为他说,同一个大瓮在容纳装入皮囊中的酒时,能连同皮囊一起容纳下它自身单独所容纳的同样多的酒;他们说,若非在酒之间存在某些虚空,使得酒被压缩到其中而收缩成较小的体积,这是不会发生的。但这仅仅发生在葡萄原汁上,绝非发生在所有的酒上,由此其原因也是清楚的。不过在下文中,当他本人解决这一难题时,我们将更详尽地说明。第四个论据来自发生在灰烬与水上的实例。因为如果你将一杯水倒满,然后把水转移到另一个容器中,并用灰烬填满杯子,然后再把水倒在其中,杯子将接纳在接纳灰烬之前也曾装满它的全部水;若非灰烬与水这些物体之间内在地存在某些虚空,这是不会发生的。第五个论据来自声名显赫的人物,也就是指毕达哥拉斯派。因为他们也主张虚空作为某种无限者存在于宇宙之外,它被此间的诸物吸入,从而渗入天宇并造成了事物的区分。因为除了虚空之外,没有别的东西是区分的原因;若非虚空在中间介入以阻止它们彼此重合并合而为一,万物就将是一且连续的。因此,如果事物彼此区分开来,而区分源自虚空的交错介入,那么虚空存在。而且他们不仅说这个宇宙分有着从外部渗入的虚空,甚至更早得多地说数目也分有虚空(因为虚空也是数目区分的原因),或者更确切地说,如果虚空不存在,就根本没有任何数目;因为单子的区分的原因就是虚空。但显而易见的是,正如毕达哥拉斯派习惯于用象征来表达一切事物一样,他们也是以象征的方式说这番话的。因为他们借助虚空所意指的是存在者们的区分能力;因为显而易见,万物中既然有某种结合的能力,同样也有某种区分的能力。

语法注3 条
  1. 4.112ὁ γὰρ αὐτὸς πίθος, φησίν, ὅσον ἐδέξατο καθ’ αὑτὸν οἶνον, τοσοῦτον ἐν ἀσκῷ βληθέντα μετὰ τοῦ ἀσκοῦ χωρήσει

    主要动词为 χωρήσει,主语是 ὁ αὐτὸς πίθος。宾语是 τοσοῦτον [οἶνον],与前面的关系从句 ὅσον ἐδέξατο καθ’ αὑτὸν οἶνον 相呼应。分词短语 ἐν ἀσκῷ βληθέντα 修饰 τοσοῦτον [οἶνον],表达了该悖论性的现象:瓮能够把装在皮囊里的同等体积分量的酒连同皮囊本身(μετὰ τοῦ ἀσκοῦ)一并容纳。

  2. 4.112ὅπερ ἦν πληρῶσαν αὐτὸ

    由未完成过去时 ἦν 与不定过去时主动分词 πληρῶσαν 构成的迂回过去完成时结构。关系代词 ὅπερ 指代先行词 ὅλον τὸ ὕδωρ,中性单数宾格 αὐτό 则指代杯子(ποτήριον),明确表达该水此前已充满杯子的先时性状态。

  3. 4.112τὸ γὰρ αἴτιον τῆς τῶν μονάδων διακρίσεως τὸ κενὸν εἶναι

    间接引语中的带不定式宾格结构。带有冠词的 τὸ αἴτιον 作谓语宾格,τὸ κενόν 作主词宾格,即“因为[他们认为]虚空就是单子之区分的原因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:608.25-610.22