← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§60.19-61.21

单一存在者的运动可能与基底上的单一

斐洛波诺斯注解了亚里士多德《物理学》186a16–19关于即使存在者为一也并不妨碍其整体或部分的运动(位移或质变),以及存在者只能在基底上而非形式上为一的论述,并结合文本的分词读法以及先辈自然学家的学说进行了阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35

" Ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν; ὥσπερ γὰρ καὶ τὸ μέρος ἐνόν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, διὰ τί οὐχὶ καὶ τὸ πᾶν;" Τί, φησίν, ἐκώλυεν καὶ ἑνὸς ὄντος τοῦ ὄντος κινεῖσθαι αὐτό; ὥσπερ γάρ, φησί, καὶ τὸ μέρος τοῦ ὕδατος ἐνυπάρχον ἐν τῷ ὅλῳ, καίτοι τοῦ ὅλου ἀκινήτου μένοντος, αὐτὸ κινεῖται (ὥσπερ ὅταν χαλάσαντες ἐν θαλάσσῃ τὴν χεῖρα δινήσωμεν τὸ περὶ τὴν χεῖρα ὕδωρ, τοιοῦτοί εἰσι καὶ οἱ ἴλιγγοι οἱ ἐν τοῖς ὕδασι γινόμενοι), τί κωλύει οὖν, φησί, καὶ τὸ ὂν ἄπειρον ὂν καὶ ἓν ἀκίνητον μὲν εἶναι κατὰ τὸ ὅλον, κινεῖσθαι δὲ κατὰ τὰ μέρη; ὥσπερ καὶ ὁ οὐρανὸς τῷ μὲν ὅλῳ ἐστὶν ἀκίνητος, τοῖς δὲ μέρεσι κινούμενος. εἰ μὲν οὖν τὸ ὥσπερ γὰρ καὶ τὸ μέρος ενον ὑφ’ ἓν τὸ ενον ἀναγνῶμεν, ἀντὶ τοῦ ἐνυπάρχον, οὕτως ἡ ἑρμηνεία, εἰ δὲ κατὰ διαστολήν,1 ἀντὶ τοῦ ‘ὥσπερ γὰρ καὶ τὸ μέρος τοῦ ὕδατος, τοδὶ λέγω τὸ ὕδωρ, ἓν καὶ αὐτὸ ὑπάρχον, κινεῖται ἐν ἑαυτῷ’ (καὶ γὰρ τὸ μέρος ἀποσπασθὲν τῆς ὁλότητος, οἷον τὸ ἐν τῷ κεράμῳ ὕδωρ, ἕν τί ἐστι καὶ αὐτό). ὥσπερ οὖν τοῦτο καὶ ἕν ἐστι καὶ οὐδὲν κωλύει αὐτὸ ἐν ἑαυτῷ κινεῖσθαι, διὰ τί μὴ καὶ τὸ ὄν, εἰ καὶ ἕν ἐστι, κινεῖται ἐν ἑαυτῷ; ἔπειτα, φησίν, ἔστω μὴ κινεῖσθαι αὐτὸ κατὰ τόπον· τί κωλύει αὐτὸ κατ’ ἀλλοίωσιν κινεῖσθαι; εἴπομεν δὲ ἡμεῖς ὅτι ἡ ὑπόθεσις τοῦ ἑνὸς παντελῶς τὴν κίνησιν ἀναιρεῖ.

“此外,如果它是一,为什么是不动的?因为正如作为部分的水即这水在其中而于自身之内运动,为什么整体不也如此呢?” 他说,即使存在者是一,又有什么妨碍它运动呢?因为他说,正如水的部分内在于整体之中,尽管整体保持不动,它自身却在运动(正如当我们将手伸入海中并搅动环绕手周围的水时;水里产生的漩涡也是如此),那么,即使存在者既无限又是一,又有什么妨碍它作为整体是不动的,而在各个部分上运动呢?正如天作为整体是不动的,但在其各个部分上却在运动。因此,如果我们把“因为正如部分也[enon]”中的[enon]读作连写的一个词,以代替“内在于”,解释就是如此;但如果分开来读,则是用来代替“因为正如水的部分,我是说这水,它自身也是一,却于自身之内运动”(因为脱离了完整性的部分,例如陶罐里的水,它自身也是某种一)。因此,正如这既是一,也没有任何东西妨碍它在自身之内运动,那么存在者即使是一,为什么不在自身之内运动呢?他说,进而,就算它不在位置上运动;又有什么妨碍它按质变运动呢?但我们曾经说过,设定“一”的假说彻底取消了运动。

§1.36

"Ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ." Ὥσπερ συνηγορῶν τῇ Μελίσσου δόξῃ φησίν, ὅτι εἴ γε δεῖ τῷ ὄντι ἓν τὸ ὂν λέγειν, οὕτως ἔσται ἓν τὸ ὂν οὐ τῷ εἴδει, ἀλλὰ τῷ ὑποκειμένῳ· ὥσπερ, φησί, καὶ τῶν φυσικῶν τινες εἰρήκασιν, οἷον οἵ τε τὰ ἄτομα λέγοντες (ἓν γὰρ εἶναι τὸ γένος, σχήματι δὲ διαφέρειν), καὶ ὅσοι ἓν εἶναι τὸ στοιχεῖον ὑπέθεντο, πυκνώσει δὲ καὶ μανώσει τούτου τὰ ἄλλα γεννᾶσθαι. ἀλλ’ εἰ καὶ τῷ ὑποκειμένῳ ἓν ὦσι τὰ ὄντα,2 ἀλλ’ οὖν τοῖς εἴδεσι διαφέρουσιν· ὥστε οὐ μᾶλλον διὰ τὸ ὑποκείμενον ἓν ἔσται τὰ ὄντα, ἢ πολλὰ διὰ τὰ εἴδη, ἐπεὶ καὶ χαρακτηρίζονται τὰ πράγματα οὐ κατὰ τὴν ὕλην, ἀλλὰ κατὰ τὸ εἶδος.

“然而在形式上也决不可能是一,除非是在作为其所由产生者[的基底]方面。” 仿佛是在为梅利梭斯的观点辩护,他说,如果真必须说存在者是一,那么存在者将以这种方式不是在形式上是一,而是在基底上是一;正如他说,某些自然学家也曾说过的那样,例如主张原子的人(因为它们在属上是一,但在形状上不同),以及那些假定元素是一、通过此元素的凝聚和稀疏而产生其他事物的人。但是,即使存在者在基底上是一,然而它们在形式上却是不同的;因此,存在者因基底而是一,决不会甚于因形式而是多,因为事物不是按质料而是按形式来被规定其特性的。

语法注2 条
  1. 1.35ὑφ’ ἓν τὸ ενον ἀναγνῶμεν ... εἰ δὲ κατὰ διαστολήν

    关于文本中词句切分(连写与分写)的语法注释。ὑφ’ ἓν 指连读为一个单词(即动词 ἔνειμι 的中性现在分词 ἐνόν,意为“内在于”),而 κατὰ διαστολήν 指拆分为两个词分开读(即数词 ἓν 与分词 ὄν,意为“自身作为一而存在”)。斐洛波诺斯列出了这两种句法结构解读,并分别阐述了各自对应的义理阐释。

  2. 1.36ἀλλ’ εἰ καὶ τῷ ὑποκειμένῳ ἓν ὦσι τὰ ὄντα

    由连词 εἰ καί(“即使……也”)引导的让步从句。主语 τὰ ὄντα 虽然是中性复数名词,但谓语动词采用了第三人称复数虚拟式 ὦσι 而非单数(ᾖ)。中性复数主语与复数动词的一致关系,在句法上突出了诸存在者的复数性与各别性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:60.19-61.21