- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:606.25-608.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯从对场所的考察转入对虚空的探讨,批判了阿那克萨哥拉等人仅通过证明空气是物体来否定虚空是不着边际的做法,进而阐述了主张虚空存在者基于场所运动所提出的第一个论据(以假言三段论构想)。
" Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεωρῆσαι καὶ περὶ κενοῦ, 〈εἰ ἔστιν ἢ μή〉." Μετὰ τὸν περὶ τόπου λόγον ἀκολούθως ἐφεξῆς καὶ τὸν περὶ κενοῦ διεξέρχεται διὰ τὴν συγγένειαν τῶν θεωρημάτων. καὶ γὰρ δοκεῖ ταὐτόν πως εἶναι τὸ κενὸν καὶ ὁ τόπος τοῖς ὅλως τιθεμένοις εἶναι τὸ κενόν· οὐδὲν γὰρ ἄλλο φασὶν εἶναι τὸ κενὸν ἢ τόπον ἐστερημένον σώματος. εἰκότως οὖν μετὰ τὸν περὶ τόπου λόγον εὐθὺς τὸν περὶ κενοῦ διεξέρχεται. τὸν αὐτὸν δέ, φησί, τρόπον ὃν περὶ τοῦ τόπου διελέχθημεν, τοῦτον καὶ περὶ τοῦ κενοῦ διαληψόμεθα· ζητήσει γὰρ καὶ περὶ κενοῦ πρῶτον μὲν εἰ ἔστιν ἢ μή, καὶ ἐφ’ ἑκάτερα ἐπιχειρήσει, εἶτα τὰς κοινὰς περὶ τοῦ κενοῦ δόξας ἐκθήσεται. πρὶν δὲ ὅλως ἐμβαλεῖν εἰς τὸν περὶ αὐτοῦ λόγον καὶ θεῖναι τοὺς λόγους τοὺς τὸ κενὸν εἰσάγοντας, ἐλέγχει τῶν παλαιοτέρων τοὺς κακῶς ἐπιχειρήσαντας δεικνύναι ὅτι οὐκ ἔστι κενόν, ἵνα συνηγορήσας ὡς οἷόν τε τῷ λόγῳ τῷ εἰσαγαγόντι τὸ κενὸν τότε δείξῃ μηδαμῶς ὂν τὸ κενόν, ἵνα μὴ δόξῃ ἐρήμην τοῦ λόγου καταψηφίζεσθαι. Ἀναξαγόρας οὖν, φησί, καὶ ὅσοι τὸ κενὸν ἐπειράθησαν δεῖξαι μὴ ὂν οὐ κατὰ θύρας ἀπήντησαν τῷ λόγῳ·1 οὐ γὰρ ὃ ὑπολαμβάνουσι κενὸν εἶναι οἱ ἄνθρωποι, τοῦτο ἔδειξε μὴ ὄν, οὐδὲ πρὸς αὐτὴν ἐνέστη τὴν τοῦ κενοῦ φύσιν, ἀλλ’ ὃ πλανώμενοι λέγουσιν εἶναι κενόν, τοῦτο ἀνεῖλεν, ἔδει δὲ πρὸς τὴν ἔννοιαν αὐτῶν τὰς ἀπαντήσεις ποιήσασθαι, οὐ πρὸς τὴν πεπλανημένην ὑπόληψιν. οἱ γὰρ εἶναι τιθέμενοι τὸ κενὸν διάστημά τι νομίζουσιν αὐτὸ εἶναι παντὸς φυσικοῦ σώματος ἐστερημένον, οἰόμενοι δὲ πᾶν μὲν τὸ ὂν φυσικὸν εἶναι σῶμα αἰσθητόν, τὸν δὲ ἀέρα μὴ εἶναι αἰσθητὸν σῶμα (οὔτε γὰρ ὄψει, οὔτε ἀκοῇ ὑποπίπτειν, οὔτε ταῖς λοιπαῖς αἰσθήσεσιν· οὐ γὰρ ἐναργεῖς ἔχει τὰς αἰσθητὰς διαφοράς), οὐδ’ εἶναί τι ὅλως τὸν ἀέρα ὑπειλήφασι, καὶ διὰ τοῦτο τὸ πλῆρες ἀέρος κενὸν εἶναί φασι. δέον οὖν αὐτούς, εἴ γε ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἀπήντων, δεῖξαι ὅτι ὅπερ φαντάζονται κενὸν οὐκ ἔστι, λέγω δὴ διάστημά τι παντὸς ἐστερημένον φυσικοῦ σώματος, τοῦτο μὲν οὐ δεικνῦσιν,2 ὅτι δέ ἐστί τι σῶμα ὁ ἀὴρ δεικνῦσι. πληροῦντες γάρ, φησί, τοὺς ἀσκοὺς πνεύματος δεικνύουσιν ὅτι πρὶν μὲν πληρωθῶσι πνεύματος στρεβλοῦνται καὶ περιστρέφονται, μετὰ δὲ τὸ πληρωθῆναι οὐκέτι, ὅπερ οὐκ ἂν συνέβαινεν, εἰ μὴ ὁ ἀὴρ ἦν τι σῶμα ἰσχυρόν· εἰ γὰρ κενὸς ἦν ὁ ἀσκός, τί ἐκώλυεν αὐτὸν περιστρέφεσθαι, ὥσπερ καὶ πρὶν φυσηθῇ; καὶ ἐκ τῶν κλεψυδρῶν δὲ πάλιν τὸ αὐτὸ δεικνῦσιν ἐναπολαμβάνοντες τὸν ἀέρα. κλεψύδρα δέ ἐστιν ἀγγεῖόν τι ἐπ’ εὐθείας κατὰ διάμετρον διατρήσεις ἔχον, οὗπερ τὴν μίαν ὀπὴν ἐμφράξαντες καθιέντες ἐν ὕδατι δεικνύουσιν ὅτι οὐκ εἴσεισιν ὕδωρ, ὡς δὴ ἐντὸς πεπληρωμένου αὐτοῦ ἀέρος, οὐκ εἴσεισι δὲ διὰ τὸ μὴ δύνασθαι δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, ἐπειδὰν δὲ ἀποφράξωσι τὴν ὀπήν, τότε καὶ εἴσεισι διὰ τῆς ἑτέρας τὸ ὕδωρ ὑπεξιόντος τῇ λοιπῇ τοῦ ἀέρος τῷ ὕδατι.3 τὸ δὲ διδάξαι ὅτι ἐστί τι ὁ ἀήρ, οὐκ ἔστιν ἀνελεῖν τὴν τοῦ κενοῦ φύσιν· δυνατὸν γὰρ ἐγκατεσπάρθαι μεταξὺ τοῦ ἀέρος τὸ κενόν, ὥσπερ ἔλεγον οἱ περὶ Δημόκριτον, ἢ καὶ ἔξω τοῦ οὐρανοῦ εἶναι. Οὗτοι μὲν οὖν, φησίν, ὅπερ εἶπον, οὐ κατὰ θύρας πρὸς τὸ πρόβλημα ἀπαντῶσιν, ἀλλὰ μᾶλλον εὐλογώτερον δοκοῦσι λέγειν οἱ τὸ κενὸν εἰσάγοντες. διὰ πέντε δὲ ἐπιχειρημάτων δεικνύειν πειρῶνται ὅτι ἔστι τὸ κενόν. πρῶτον μὲν ἐκ τῆς κατὰ τόπον τῶν σωμάτων κινήσεως, τῆς δὲ κατὰ τόπον κινήσεως διττῆς οὔσης (ἢ 〈γὰρ〉 καθ’ ὅλα ἐστὶ τὰ κινούμενα ἢ κατὰ μέρη, καθ’ ὅλα μὲν ὡς τὰ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω φερόμενα ἢ ἔμπαλιν ἢ ἐπὶ τὰ πλάγια, κατὰ μέρη δὲ ὡς ἐπὶ τῶν αὐξομένων), νῦν τέως ἐκ τῶν καθ’ ὅλα κινουμένων ὅτι ἔστι κενὸν κατασκευάζει. συνάγει δὲ τὸν λόγον κατὰ τὸν πρῶτον τῶν ὑποθετικῶν οὕτως· εἰ ἔστι κίνησις καὶ μὴ χωρεῖ σῶμα διὰ σώματος, ἔστι κενόν, ἀλλὰ μὴν ἔστι κίνησις καὶ οὐ χωρεῖ σῶμα διὰ σώματος, ἔστιν ἄρα κενόν. εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη πᾶσα ἢ διὰ κενοῦ χωρεῖν τὰ κινούμενα ἢ διὰ σώματος· εἰ μὲν οὖν διὰ σώματος, δύο σώματα ἐν τῷ αὐτῷ ἔσται, τοῦτο δὲ ἀδύνατον· χωρηθήσεται γὰρ οὕτως ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· λείπεται οὖν διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι.
“同样,应当认为关于虚空考察其是否存在,也属于自然哲学家。” 在关于场所的论述之后,紧接着由于这些定理的亲缘性,他也顺次论及关于虚空的论述。因为对于完全主张虚空存在的人们来说,虚空与场所似乎在某种方式上是同一的;因为他们说虚空无非就是剥夺了物体的场所。因此,在关于场所的论述之后立即顺次论及关于虚空的论述是合情合理的。他说,我们将以讨论场所的同一方式来把握虚空;因为关于虚空,他首先也将探讨其是否存在,并从正反两方面进行论辩,然后阐明关于虚空的共通意见。但在完全进入关于它的论述并提出引入虚空的论据之前,他驳斥了古代人中那些拙劣地试图证明虚空不存在的人,以便在尽可能为引入虚空的论点辩护之后,那时再证明虚空绝不存在,以免显得是在该论点缺席的情况下判其败诉。因此他说,阿那克萨哥拉以及所有试图证明虚空不存在的人,并没有从正门迎战这一论点;因为他们所证明为不存在的,并非人们所认为的那种虚空,也没有对抗虚空自身的本性,而是取消了人们误称为虚空的东西;然而他们本应当针对人们的概念作出应答,而不是针对那被误导的设想。因为那些主张虚空存在的人认为它是一种剥夺了一切自然物体的间隔,但他们认为凡存在的自然之物都是可感觉的物体,而空气不是可感觉的物体(因为空气既不落入视觉,也不落入听觉,亦不落入其余的感觉;因为它不具有明显的感官差异),所以他们根本不认为空气是某种东西,正因如此他们说充满空气的东西是虚空。因此,如果他们确实是在正确地应对这种意见,他们本应当证明人们所想象的那种虚空——我指的是剥夺了一切自然物体的某种间隔——并不存在,但这一点他们并未证明,而是证明了空气是某种物体。因为他说,他们通过向皮囊中充气来证明:在充满气之前皮囊可以被扭曲和翻转,但在充满气之后便不再如此,若非空气是某种强健的物体,这是不会发生的;因为如果皮囊是空的,有什么能阻止它像充气前一样被翻转呢?而且他们又借助漏壶封闭空气来证明同一件事。漏壶是一种沿直径直线开有穿孔的容器,他们堵住其中一个孔并将其浸入水中,证明水进不去,因为其内部确实充满了空气;水之所以进不去,是因为两个物体不能处于同一物之中;而当他们打开这个孔时,那时随着空气从剩余的孔中给水让路而退避,水便通过另一个孔进入。然而指出空气是某种东西,并不是取消虚空的本性;因为正如德谟克利特一派所说,虚空有可能散布在空气之中,或者也可能在天宇之外。因此他说,正如我所说,这些人并未从正门应对这一难题,反而似乎是引入虚空的人说得更加合理。他们试图通过五个论据来证明虚空存在:首先是从物体的场所运动出发;而场所运动有两类(因为运动之物要么作为整体运动,要么按部分运动;作为整体运动就如自下而上或自上而下或横向被运载之物,按部分运动就如生长之物的情形),目前他暂且根据作为整体运动之物来确立虚空存在。他按照假言推理的第一式推导这一论点如下:如果运动存在且物体不穿透物体,则虚空存在;但是运动确实存在且物体不穿透物体;因此虚空存在。因为如果运动存在,运动之物全然必然要么通过虚空穿行,要么通过物体穿行;因此如果通过物体穿行,两个物体将处于同一物之中,而这是不可能的;因为这样一来最大的东西就将被容纳在最小的东西之中;因此剩下的就是运动通过虚空发生。
- 4.112οὐ κατὰ θύρας ἀπήντησαν τῷ λόγῳ
一种比喻性习语,字面意为“未从门口(正面)迎战该论点”,表示未能抓住问题的本质核心(虚空本身的真正概念)而进行了不得要领的批判。
- 4.112δέον οὖν αὐτούς, εἰ γε ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἀπήντων, δεῖξαι ὅτι ὅπερ φαντάζονται κενὸν οὐκ ἔστι... τοῦτο μὲν οὐ δεικνῦσιν
δέον 是无人称动词 δεῖ 的分词所构成的独立宾格(accusative absolute),意为“他们本应当指出……”,具有让步或转折意味;主句动词为后文的 τοῦτο μὲν οὐ δεικνῦσιν, ὅτι δέ ἐστί τι σῶμα ὁ ἀὴρ δεικνῦσι。
- 4.112ὑπεξιόντος τῇ λοιπῇ τοῦ ἀέρος τῷ ὕδατι
ὑπεξιόντος ... τοῦ ἀέρος 为独立属格结构。τῇ λοιπῇ 省略了 ὀπῇ,作路径或方式与格(“通过剩余的孔”),τῷ ὕδατι 则是复合动词 ὑπεξέρχομαι 所要求的与格,意为“给水让路[而退避]”。
