- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:604.17-606.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了天宇为何是万物的场所,通过合生与接触的对比区分了在场所中与在整体中的存在方式,并借助水与空气的质料-形式关系这一类比说明了场所与居于场所之物间的关系。
" Καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι." Πῶς πάντα ἐν τῷ οὐρανῷ λέγει, ὅτι οὐ τῷ προσεχῶς πάντα περιέχειν, ἀλλὰ τῷ τὸ ἔσχατον τῶν περιεχόντων αὐτὸν εἶναι.1
“正因如此,地在水之中。” 他说万物如何在天宇之中,在于并非通过直接包围万物,而是通过天宇自身是包围者中的极限。
"Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ αἱ ἀπορίαι πᾶσαι λύονται." Ἐντεῦθεν τὰς ἀπορίας ἐπιλύεται, εἴπομεν δὲ περὶ αὐτῶν ἱκανῶς.
“而由此显而易见,所有的疑难也都被消解了。” 从这里起他消解了诸疑难,而关于这些我们已经充分谈论过了。
"Ἀλλ’ οὐ διάστημα σώματος." Τουτέστι δεκτικὸν σώματος, ἢ μᾶλλον οὐ σωματικόν, τουτέστι τριχῇ διαστατόν· διάστημα γὰρ καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμή.
“但不是物体的间隔。” 也就是说不是容纳物体的受体,或者更确切地说不是物体性的,即不是在三维上延展的;因为面和线也都是间隔。
"Καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ ποιητικὰ καὶ παθητικὰ 〈ἀλλήλων〉." Ἐπειδὴ δὲ δοκεῖ καὶ τὰ μέρη ἐφεξῆς εἶναι καὶ ἅπτεσθαι ἀλλήλων, τὴν διαφορὰν παραδίδωσι τοῦ ὡς ἐν τόπῳ καὶ τοῦ ὡς ἐν ὅλῳ. κοινωνοῦσι γὰρ τῷ ἐφεξῆς εἶναι καὶ ἅπτεσθαι, ἀλλ’ ὅταν μὲν ταῦτα συμπεφυκότα ᾖ, τότε ἀπαθῆ τέ ἐστιν ὑπ’ ἀλλήλων καὶ ὡς μέρος ἐστὶν ἐν ὅλῳ, ὅταν δὲ μόνον ἅπτηται, μὴ μέντοι συμπεφυκότα ᾖ, τότε ὡς ἐν τόπῳ ἐστὶ τὰ περιεχόμενα ἐν τοῖς περιέχουσι, καὶ ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων τὰ περιέχοντα καὶ περιεχόμενα. διαφέρουσι δὲ τὰ ὡς ἐν τόπῳ καὶ τὰ ὡς ἐν ὅλῳ, τῷ τὰ μὲν ὡς ἐν ὅλῳ συνεχῆ τε εἶναι τοῖς ὅλοις καὶ ἀπαθῆ ὑπ’ ἀλλήλων,2 τὰ δὲ 〈ὡς〉 ἐν τόπῳ τὸ ἐναντίον διῃρῆσθαί τε τοῦ περιέχοντος ἁπτόμενα μόνον, καὶ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων.
“并且合生之物不受作用,而相互接触之物则是相互施动和受动的。” 由于各部分似乎也是相继的并相互接触,他指明了作为在场所中与作为在整体中的区别。因为它们在相继和接触上是共通的,但当这些事物合生时,它们便不受彼此的作用,并且如同部分在整体中一样;而当它们仅仅接触而并未合生时,被包围之物便如同在场所中一样在包围者之中,并且包围者与被包围者是相互施动和受动的。作为在场所中的事物与作为在整体中的事物之所以不同,在于作为在整体中的事物既与整体连续又不受彼此的作用,而作为在场所中的事物相反,与包围者分离而仅仅与之接触,并且相互施加作用和承受作用。
"Τὸ δὲ ἐν τόπῳ, ὡς διαιρετὸν μέρος 〈πρὸς〉 ὅλον ἐστίν." Ἐπειδὴ εἶπεν ὅτι εὐλόγως ἕκαστον μένει ἐν τῷ ἑαυτοῦ τόπῳ, ἐπειδὴ καὶ ἐν τῇ ὁλότητι ἑαυτοῦ γενόμενον τὸ μέρος μένει, βούλεται δεῖξαι ὅτι καὶ τὰ περιεχόμενα οἷον μέρη εἰσὶ τῶν περιεχόντων· μέρη δέ φησιν οὐ τὰ συνεχῆ, ἀλλὰ διῃρημένα κατ’ ἐνέργειαν. σαφὲς δὲ παράδειγμα τίθησι τὸ ἐπὶ τοῦ ὕδατος.
“而在场所之中的事物,如同可分的部分相对于整体。” 既然他说了每一事物合理地停留在自身的场所中是因为部分在其自身整体性中生成时也停留着,他便意在表明被包围之物也如同包围者的部分;但他所说的部分不是指连续的部分,而是指现实上被分开的部分。他以水的情形提出了清楚的例证。
"Οὕτως δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· ὕλη γάρ, τὸ δὲ εἶδος." Οἷον λόγον ἔχει, φησί, τὸ μέρος τοῦ ὕδατος τὸ διῃρημένον αὐτοῦ καὶ ἁπτόμενον, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ὕδωρ πρὸς τὸν ἀέρα, ὥσπερ καὶ ὁ ἀὴρ πρὸς τὸ ὑπέκκαυμα. πῶς δέ ἐστι μέρος, ἐπήγαγεν εἰπὼν ὅτι ὕλη γὰρ ἀέρος ἐστὶ τὸ ὕδωρ, ὁ δὲ ἀὴρ εἶδός τι ἐστιν ἐπιγινόμενον τῷ ὕδατι. ἔστιν οὖν ὁ ἀὴρ οἷον συναμφότερόν τι, τὸ ἐξ ὕλης καὶ εἴδους, ἔστι δὲ καὶ ἡ ὕλη οἷον μόριόν τι τοῦ συναμφοτέρου.
“而空气相对于水也是如此;因为[一方是]质料,另一方是形式。” 他说,从水自身分开并触及它的水的部分所具有的比例,水相对于空气也具有这同一比例,正如空气相对于火层也是如此。至于水如何是部分,他接着说,是因为水是空气的质料,而空气是附加于水之上的某种形式。因此空气就如同由质料和形式构成的某种结合体,而质料也如同这结合体的某种部分。
"Ὁ δὲ ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον." Εἰ γὰρ καὶ ἑκάτερον δυνάμει ἐστὶν ὅπερ τὸ ἕτερον, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον, φησίν· εἴρηται γὰρ ἐν τῷ Περὶ γενέσεως ὅτι ἡ μὲν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γένεσίς ἐστι, φθορὰ δὲ τὸ ἐναντίον. ἔστιν οὖν ὁ ἀὴρ δυνάμει ὕδωρ, ἀλλ’ ὡς ἐπὶ φθορὰν καὶ τὸ μὴ ὂν ἀγόμενος, τὸ δὲ ὕδωρ δυνάμει ἀήρ, ὡς ὕλη ἐπὶ εἶδος ἀγόμενον. ἐν τῇ Περὶ γενέσεως δέ, φησίν, ἀκριβέστερον περὶ τούτων διοριζόμεθα· νῦν γάρ, φησίν, ὅσον διὰ τὴν χρείαν τούτων ἐμνήσθημεν. χρεία δὲ γέγονε, διότι ἠθέλησε δεῖξαι ὅτι ὡς μέρος πρὸς ὅλον, οὕτως ἔχουσι τὰ ἐν τόπῳ πρὸς τὸν τόπον, ἵνα δὲ τοῦτο δείξῃ, εἶπεν ὅτι ὡς ὕλη πρὸς εἶδος, οὕτως ἔχει ὕδωρ πρὸς ἀέρα. τὸν οὖν περὶ τούτου λόγον, φησίν, ἐν ἄλλοις ἀκριβέστερον ἐροῦμεν.
“而空气在潜能上以另一种方式是水。” 因为他说,即使二者各自都在潜能上是另一方,但并非以同一方式;因为在《论生成与消灭》中已经说过,从水到空气的转变是生成,相反则是消灭。因此空气在潜能上是水,但却是作为被导向消灭与非存在之物,而水在潜能上是空气,是作为被导向形式的质料。他说,在《论生成与消灭》中我们对这些问题作了更精确的界定;因为他说,现在我们仅仅根据需要的程度提及了它们。之所以产生了需要,是因为他希望表明,正如部分相对于整体,在场所中的事物相对于场所也是如此;而为了表明这一点,他说了正如质料相对于形式,水相对于空气也是如此。因此他说,关于这一问题的论述,我们将在其他著作中更精确地阐述。
"Εἰ οὖν ταὐτὸν ἡ ὕλη καὶ ἡ ἐντελέχεια· ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ." Εἰ τὸ ὕδωρ, φησί, καὶ ὕλη ἐστὶ καὶ εἶδος, εἶδος μὲν δυνάμει, ἐνεργείᾳ δὲ ὕλη, εἶδος δὲ δηλονότι τοῦ ὕδατος ὁ ἀήρ, ὅταν ἄρα γένηται ἀήρ, συναμφότερόν τί ἐστιν·3 ὥστε ἐπειδὴ ἡ ὕλη μόριόν ἐστι τοῦ συνθέτου, καὶ τὸ ὕδωρ ἄρα μόριον ἂν εἴη τοῦ ἀέρος. καλῶς δὲ εἶπέ πως· οὐ γὰρ κυρίως μόριον, ἀλλὰ κατὰ ἀναλογίαν. διό, φησίν, ἐπεὶ μορίου λόγον ἐπέχει πρὸς τὸν ἀέρα, ἅπτεται αὐτοῦ κατὰ φύσιν, οὐ μέντοι συμπέφυκεν· ὅταν δὲ μεταβάλλῃ εἰς τὸν ἀέρα, τότε συμφύεταί τε αὐτῷ καὶ κυρίως αὐτοῦ γίνεται μόριον.
“因此如果质料与完全实现是同一的;因为二者都是水,但一者在潜能上,另一者在完全实现中。” 他说,如果水既是质料又是形式——形式是在潜能上,质料是在现实中——而水的形式显然是空气,那么当它变成空气时,它就是某种结合体;因此,既然质料是复合体的部分,水也就会是空气的部分。他说“在某种方式上”是十分得当的;因为这不是本真意义上的部分,而是依比例而言的部分。因此他说,既然水对空气保持着部分的比例,它便自然地触及空气,但未与它合生;而当它转变成空气时,那时它便与它合生,并在本真意义上成为它的一部分。
- 4.104Πῶς πάντα ἐν τῷ οὐρανῷ λέγει, ὅτι οὐ τῷ προσεχῶς πάντα περιέχειν, ἀλλὰ τῷ τὸ ἔσχατον τῶν περιεχόντων αὐτὸν εἶναι.
句首的间接疑问从句“Πῶς πάντα ἐν τῷ οὐρανῷ λέγει”引出主题,随后的“ὅτι”从句提供具体解释。在“ὅτι”从句内部,两个带有定冠词的与格不定词“τῷ ... περιέχειν”和“τῷ ... εἶναι”通过“οὐ ... ἀλλά”形成因果/方式上的对比。“αὐτόν”用作“εἶναι”的宾格主语,指天宇自身。
- 4.107διαφέρουσι δὲ τὰ ὡς ἐν τόπῳ καὶ τὰ ὡς ἐν ὅλῳ, τῷ τὰ μὲν ὡς ἐν ὅλῳ συνεχῆ τε εἶναι τοῖς ὅλοις καὶ ἀπαθῆ ὑπ’ ἀλλήλων, τὰ δὲ 〈ὡς〉 ἐν τόπῳ τὸ ἐναντίον διῃρῆσθαί τε τοῦ περιέχοντος ἁπτόμενα μόνον, καὶ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων.
主动词“διαφέρουσι”所表示的区别根据由与格定冠词不定词结构“τῷ ... εἶναι ... διῃρῆσθαι ... ποιεῖν καὶ πάσχειν”统辖。在此结构内部,“τὰ μὲν ... τὰ δέ ...”并列展开,将“在整体中之物”与“在场所中之物”的对立特征清晰对比。
- 4.111Εἰ τὸ ὕδωρ, φησί, καὶ ὕλη ἐστὶ καὶ εἶδος, εἶδος μὲν δυνάμει, ἐνεργείᾳ δὲ ὕλη, εἶδος δὲ δηλονότι τοῦ ὕδατος ὁ ἀήρ, ὅταν ἄρα γένηται ἀήρ, συναμφότερόν τί ἐστιν·
由“Εἰ”引导的条件从句包含了一个说明性的插入句(“εἶδος δὲ δηλονότι τοῦ ὕδατος ὁ ἀήρ”),并通过时间从句“ὅταν ἄρα γένηται ἀήρ”引向主句谓词“συναμφότερόν τί ἐστιν”。“συναμφότερον”作表语,指质料与形式的复合体。
