← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§602.13-604.16

天宇各部分的场所与整体依偶性在场所中

斐洛波诺斯逐条注解了亚里士多德关于天球各部分在圆周运动方向上互为场所、整个天宇及灵魂依偶性处于场所中,以及宇宙整体不在任何场所之中的论证(212b10–212b18)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.97

" Ἐφ’ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις." Τοῦτο καὶ ἀνωτέρω εἶπε “κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος”, καὶ ἐνταῦθα δὲ τὸ αὐτό φησιν ἐφ’ ὃ δὲ κινεῖται, ἐπὶ τὸ κύκλῳ, κατὰ τοῦτο τοῖς μορίοις ἐστὶ τόπος· τῷ γὰρ ἕκαστον τῶν μορίων τοῦ οὐρανοῦ, λέγω δὴ τῆς ὀκτασφαίρου, κύκλῳ κινεῖσθαι, ταύτῃ1 ἀεὶ τὰ ἐξωτέρω τόπος ἐστὶ τοῖς ἐντός. μόρια οὖν λέγοι ἂν ἑκάστην τῶν σφαιρῶν. δηλοῖ δὲ καὶ τὸ ἐπαγόμενον· ἕτερον γάρ, φησίν, ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν. ἐχόμενον δέ ἐστιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ φησίν, ‘ὃ ἂν ἐφεξῆς ὂν ἄλλῳ τινὶ ἅπτηται αὐτοῦ.’ οὕτω δὲ καὶ αἱ σφαῖραι ἔχουσι πρὸς ἀλλήλας. ἡ δὲ ἐξωτάτω σφαῖρα οὐκ ἐν τόπῳ, εἰ μὴ κατὰ ἀναλογίαν, ὥσπερ εἴρηται, κατὰ τὴν κυρτὴν ἐπιφάνειαν τῆς ἐντὸς σφαίρας.

“而它向之运动的方向,在这一方面它也就是各部分的场所。” 他在前文也曾说过这句话:“而它作圆周运动;因为这就是各部分的场所”,并且在这里他也表达了同一意思,即“它向之运动的方向”,即朝向圆周,在此意义下“在这一方面它是各部分的场所”。因为由于天的各部分,我指的是八天球系统,各自作圆周运动,在这一方面较外层者始终是较内层者的场所。因此,他所说的各部分指的应当是各个天球。而接下来的话也表明了这一点;因为他说,“各部分中的一部分紧接着另一部分”。而紧接是指,正如他自己在第五卷中所说,“某物接续于另一物而又触及它”。各天球相互之间也是如此。但最外层天球并不在场所之中,除非正如已经说过的,根据比例,依内层天球的凸表面而言。

§4.98

"Τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός." Τοῦτο πρὸς τὸ ἀνωτέρω τὴν σύνταξιν ἔχει· εἰπὼν γὰρ ἀνωτέρω “καὶ τὰ μὲν καθ’ αὑτό, οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ αὔξησιν κινητόν”, ἐνταῦθα ἀνταπέδωκεν2 εἰπὼν τὰ δὲ κατὰ συμβεβηκός. τὰ δὲ ἄλλα μεταξὺ εἴρηται περὶ τοῦ οὐρανοῦ· εἰπὼν γὰρ τὰ καθ’ εὐθεῖαν κινούμενα καθ’ αὑτὰ ἐν τόπῳ εἶναι, πῶς ἔχουσι τὰ κύκλῳ ἐφεξῆς εἶπεν, εἶτα ἐνταῦθα ἐποιήσατο τὴν ἀνταπόδοσιν. κατὰ συμβεβηκὸς μὲν οὖν φησιν ἐν τόπῳ εἶναι τὴν ψυχὴν καὶ τὸν οὐρανὸν ὅλον ὡς ὅλον δηλονότι· τῷ γὰρ τὰ μόρια εἶναι ἐν τόπῳ, τὸ δὲ ὅλον ἐν τοῖς μορίοις εἶναι, καὶ τὸ ὅλον ἐν τόπῳ λέγοιτ’ ἂν κατὰ συμβεβηκὸς εἶναι, ἢ μᾶλλον κατὰ ἄλλο.

“而有些则依偶性[在场所中],例如灵魂和天宇。” 这在句法构造上与前文呼应;因为他在前文说了“而有些依自身,正如凡能依照位移或增长而运动的物体”,在这里他通过说“而有些则依偶性”作了对应的呼应。介于其间的其余内容是关于天宇而说的;因为在说了沿直线运动的事物依自身在场所之中之后,他接下来说了作圆周运动的事物处于何种状态,然后在这里作了对应呼应。因此他说,依偶性在场所之中的是灵魂,以及显而易见作为整体的整个天宇;因为由于各部分在场所之中,而整体在各部分之中,整体也可以说是依偶性,或者更确切地说是依他物,在场所之中。

§4.99

"Τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα." Καλῶς τό πως προσέθηκεν. οὐ γὰρ πάντα κυρίως ἐν τόπῳ τὰ μόρια· οὔτε γὰρ ἡ ἐξωτάτω σφαῖρα κυρίως ἐν τόπῳ, οὔτε τὰ συνεχῆ τῶν μορίων.

“因为各部分都在某种方式上在场所中。” 他加上“在某种方式上”是十分得当的。因为并非所有部分都在本真意义上处于场所中;因为最外层天球不在本真意义上的场所中,连续的各部分也不在。

§4.100

"Διὸ κινεῖται κύκλῳ μόνον τὸ ἄνω." Ἐπειδὴ μὴ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ, εἰ μή, ὡς εἴρηται, κατὰ συμβεβηκός, ἤγουν κατὰ μόρια, διὰ τοῦτο καὶ μόνως τὴν κατὰ κύκλον κινεῖται κίνησιν, οὐδαμῶς δὲ τὴν κατ’ εὐθεῖαν· τὰ γὰρ κατ’ εὐθεῖαν κινούμενα πάντως καὶ ἐν τόπῳ ἐστίν. ὁ οὖν οὐρανὸς μὴ ὢν ἐν τόπῳ εἰκότως μόνην τὴν κύκλῳ κινεῖται κίνησιν.

“因此上方之物仅作圆周运动。” 既然天宇不在场所之中,除非如前所述是依偶性,即根据各部分而言,因此它也仅仅进行圆周运动,而绝不进行直线运动;因为沿直线运动的事物必定也都在场所之中。因此,天宇既然不在场所之中,合理地仅作圆周运动。

§4.101

"Τὸ δὲ πᾶν οὔ που." Εἰπὼν ὅτι ὁ οὐρανὸς κατὰ μόριά ἐστιν ἐν τόπῳ, δείκνυσιν ὅτι καθ’ ὅλον αὐτὸν ἀδύνατον εἶναι ἐν τόπῳ. τὸ γὰρ ἐν τόπῳ, φησί, καὶ ἔστι τι καὶ ἔξωθεν ἑαυτοῦ ἔχει τὸ περιέχον αὐτό, ὅπερ καὶ ἔστιν ὁ τόπος. εἰ τοίνυν ὁ οὐρανὸς ὅλον τί ἐστι καὶ πᾶν, οὐδὲν ἂν εἴη αὐτοῦ ἔξωθεν περιεκτικόν, ἐπεὶ οὐκ ἂν εἴη πᾶν· τοῦ γὰρ παντὸς οὐδέν ἐστιν ἔξω.

“但整体不在任何地方。” 在说了天宇是根据各部分而在场所之中之后,他表明天宇作为整体不可能在场所之中。因为他说,在场所之中的事物,既是某种实存之物,又在自身之外具有包围它的事物,而这包围之物正是场所。因此,如果天宇是一个整体和宇宙万有,那么在其外就不会有任何包围它的事物,否则它就不是宇宙万有了;因为在宇宙万有之外没有任何东西。

§4.102

"Καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως." Σύμφωνος, φησί, τοῖς ἡμετέροις λόγοις, τῷ μὴ εἶναι ἐν τόπῳ τὸν οὐρανόν, καὶ ἡ παλαιὰ περὶ αὐτοῦ δόξα, ἡ λέγουσα πάντα εἶναι ἐν τῷ οὐρανῷ. εἰ γὰρ πάντα ἐν τῷ οὐρανῷ, οὐδὲν αὐτοῦ ἔξω, εἰ δὲ μηδὲν αὐτοῦ ἔξω, οὐκ ἂν εἴη ἐν τόπῳ· δεῖ γὰρ τὸν τόπον ἔξωθεν περιέχειν τὸ ἐν τόπῳ ὄν. εἰπὼν δὲ ὁ οὐρανὸς τὸ πᾶν προσέθηκεν ἴσως, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι οὐδέν ἐστιν ἔξω τοῦ οὐρανοῦ.

“正因如此,万物都在天宇之中;因为天宇大概就是整体。” 他说,关于天宇的古老意见,即主张万物都在天宇之中的观点,也与我们的论证一致,即天宇不在场所之中。因为如果万物都在天宇之中,在其外就没有任何东西;而如果其外没有任何东西,它就不会在场所之中;因为场所必须从外部包围在场所之中的事物。但在说了“天宇就是整体”之后,他加上了“大概”,是因为他尚未证明天宇之外没有任何东西。

§4.103

"Ἔστι δὲ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος πέρας ἠρεμοῦν." Ἐπειδὴ εἶπεν “ἐν τῷ οὐρανῷ πάντα”, ὡς δὴ τοῦ κοινοτάτου πάντων τόπου τοῦ οὐρανοῦ ὄντος, πῶς ἐστι τόπος ὁ οὐρανὸς προσέθηκεν, ὅτι οὐ καθ’ ὅλον ἑαυτόν, ἀλλὰ κατὰ τὸ ἐντὸς ἑαυτοῦ πέρας, καθ’ ὃ ἅπτεται τοῦ κινητοῦ σώματος, τουτέστι τοῦ δύναμιν ἔχοντος κινεῖσθαι καὶ μή,3 τουτέστι τοῦ γενητοῦ καὶ φθαρτοῦ. πῶς δὲ ἠρεμοῦν λέγει τὸ πέρας τοῦ οὐρανοῦ τὸ πρὸς ἡμᾶς, ὅπερ καὶ τόπος ἐστίν, εἴρηται ἐν τοῖς ἔμπροσθεν.

“而场所并非天宇,而是天宇的某种极点,是触及能运动物体的静止极限。” 由于他说了“万物都在天宇之中”,仿佛天宇是万物最共同的场所,因此他补充说明了天宇如何是场所,即它不是依其自身的整体,而是依其自身的内部极限,即触及能运动物体的那一点。所谓能运动的物体,是指具有运动和不运动的能力的事物,即处于生成和毁灭之中的事物。至于他如何把朝向我们的、正是场所的天宇极限称为“静止的”,在前面的讨论中已经阐明了。

语法注3 条
  1. 4.97ἐφ’ ὃ δὲ κινεῖται, ταύτῃ

    这是一种相关结构,关系从句 ἐφ’ ὃ κινεῖται(它所朝向运动的方向)与主句中的指示副词 ταύτῃ(在此方面/由此)相呼应。斐洛波诺斯将 ἐφ’ ὃ 转述为 ἐπὶ τὸ κύκλῳ(朝向圆周),将 ταύτῃ 转述为 κατὰ τοῦτο(依此/在此方面)。

  2. 4.98ἀνταπέδωκεν

    这是一个语法和修辞学术语,指在前面的 μέν 从句之后由后继的 δέ 从句进行应答或呼应(apodosis)。斐洛波诺斯指出,在插入了关于天宇的讨论之后,212b11 的 τὰ δὲ κατὰ συμβεβηκός 在语法构造上呼应了 212b7 的 καὶ τὰ μὲν καθ’ αὑτό。

  3. 4.103τοῦ κινητοῦ σώματος, τουτέστι τοῦ δύναμιν ἔχοντος κινεῖσθαι καὶ μή

    在解释 τοῦ κινητοῦ σώματος(能运动的物体)时,形容词 κινητός 被理解为具有潜能意义的“既能够运动又能够不运动”,斐洛波诺斯进而将其等同于处于生成消灭之中的(月下界)物体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:602.13-604.16