← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§600.25-602.12

最外层天球的圆周运动与部分的场所

约安尼斯·斐洛庞诺斯考察了关于最外层天球的圆周运动与“各部分的场所”的两种解释(将其视作全宇宙的各部分,或视作天球自身的连续部分),随后依据直线位移与圆周旋转的区分讨论了整个天宇是否在场所之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.95

" Κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος." Ζητοῦσιν ἐνταῦθα ποῖα μόριά φησιν ὁ Ἀριστοτέλης, πότερον τὰ τοῦ ὅλου κόσμου μόρια, ἅπερ ἅπτεται μόνον ἀλλήλων διῃρημένα, ἢ μόριά φησι τὰ συνεχῆ μόρια τῆς ἐξωτάτω σφαίρας. οἱ μὲν οὖν μόρια λέγειν φασὶ τὰς ἁπτομένας ἀλλήλων σφαίρας καὶ τὰ ἐφεξῆς σώματα· φησὶν οὖν ὅτι τὸ μὲν ὅλον οὐκ ἔστιν ἐν τόπῳ, τὰ δὲ μόριά εἰσι τὰ ἐν τόπῳ ὄντα. ἵνα οὖν δείξῃ τίς ὁ τῶν μορίων τόπος, ἐπήγαγε τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος, οὐ τοῦτο λέγων ὅτι διὰ τὸ κύκλῳ κινεῖσθαι τὴν ἐξωτάτω σφαῖραν, διὰ τοῦτο τόπος ἐστὶ τοῖς ἐφεξῆς, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι οὐκ ἔστι συνεχὴς πρὸς τὰ ἐφεξῆς σώματα, ἀλλὰ διηρημένη· διὰ τοῦτο γὰρ καὶ κύκλῳ κινεῖται καθ’ αὑτήν. τῷ οὖν κύκλῳ κινεῖσθαι, ταὐτὸν δὲ εἰπεῖν διῃρῆσθαι τῶν ἐντὸς καὶ περιέχειν αὐτάς, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. καὶ ὅτι μόρια τοῦ παντός φησι τὰ ἐντὸς περιεχόμενα σώματα, δῆλον ἐξ ὧν ἐπήγαγε καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δὲ ἔνια· ἔνια δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. εἰ δὲ τῶν μορίων τοῦ παντὸς τὰ μὲν ἄνω καὶ κάτω κινεῖται, ταῦτα δὲ τὰ ἐν γενέσει, τὰ δὲ κύκλῳ, εὔλογον ὅτι τὸ πᾶν λέγει τὸν ὅλον κόσμον, μόρια δὲ αὐτοῦ τὰ τοῦ κόσμου στοιχεῖα, τάς τε σφαίρας φημὶ καὶ τὰ ἐντὸς τούτων σώματα. οἱ δὲ μόριά φασι τὰ συνεχῆ τῆς ἐξωτάτω σφαίρας· ταύτην δὲ οὔτε καθ’ ὅλην ἐν τόπῳ εἶναι (οὐδὲν γὰρ αὐτὴν περιέχει), οὐδὲ τὰ μόρια αὐτῆς καθ’ αὑτὸ ἕκαστον ἐν τόπῳ εἶναι (συνεχῆ γάρ ἐστι πρὸς τὸ ὅλον), ἀλλ’ οὐδὲ κινεῖσθαι οὔτε τὴν ὅλην ὡς ὅλην (οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον), οὔτε μὴν τὰ μόρια καθὸ μόρια κινεῖσθαι (συνεχῆ γάρ), ἀλλ’ αὐτὴν τοῖς μορίοις κινεῖσθαι καὶ τόπον εἶναι τοῖς μορίοις, ὥσπερ εἴπομεν, ἤτοι τὰ πέριξ περιέχοντα μόρια, ἢ κυριώτερον τὴν κυρτὴν ἐπιφάνειαν1 τὴν ἐντὸς τῆς Κρονίας σφαίρας, ὥσπερ εἴπομεν, κατὰ ἀναλογίαν. ταύτην δὲ καὶ τῆς ἀπλανοῦς ὡς ὅλης τῇ αὐτῇ ἀναλογίᾳ οὐδὲν χεῖρον λέγειν τόπον· ἀφορίζει γὰρ αὐτὴν ἐντὸς πανταχόθεν. πρὸς δὲ ταύτην τὴν ἐξήγησιν οὕτως ἀκουστέον τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος ὁ τόπος· εἰπὼν γὰρ ὅτι ὡς μὲν γὰρ ὅλον ἅμα τὸν τόπον οὐ μεταβάλλει, δέον εἰπεῖν ‘κατὰ μόρια δὲ μεταβάλλει’, εἶπε κύκλῳ δὲ κινεῖται. ταὐτὸ δ’ ἐστὶ τοῦτο· ἡ γὰρ κύκλῳ κίνησις κατὰ μόριά ἐστι κίνησις. τὸ δὲ τῶν μορίων γὰρ οὗτος ὁ τόπος ἀντὶ τοῦ ὁ κύκλος·2 κύκλῳ γὰρ ἄλληλα περιέχει. ἢ ἐπειδὴ κύκλῳ κινούμενος περὶ τὴν κυρτὴν ἐπιφάνειαν τῆς Κρονίας σφαίρας κινεῖται, τοῦτον τὸν τόπον, λέγω δὴ τὴν κυρτὴν ἐπιφάνειαν τῆς ἐντὸς σφαίρας, τῶν μορίων εἶπεν εἶναι τόπον.

“而它作圆周运动;因为这就是各部分的场所。” 在此人们探究亚里士多德所说的究竟是哪些部分,是指整个宇宙那些仅彼此接触而相互分离的部分,还是指最外层天球的连续各部分。有些人于是说,他所说的部分是指彼此接触的诸天球及其接续的诸物体;因此他说,整体并不在场所之中,但在场所之中的则是各部分。因此,为了指明各部分的场所究竟是什么,他补充道“而它作圆周运动;因为这就是各部分的场所”,这并非意在说明:由于最外层天球作圆周运动,因此它就成了接续之物的场所;而是意欲表明:它与接续的诸物体并非连续的,而是分离的;因为正是由于这个缘故,它才依自身作圆周运动。因此,由于作圆周运动——也就是与内部之物相分离并包围它们——在这一方面它也就是各部分的场所。而他所说的宇宙的各部分是指内部被包围的诸物体,这从他随后补充的话中是清楚的:“有些既不向上也不向下,而是作圆周运动;而有些向上和向下,即凡具有凝结与稀疏者”。但如果宇宙的各部分中,有些向上和向下运动(这些是处于生成之中的事物),而另一些作圆周运动,那么合乎情理的是,他所说的宇宙是指整个世界,而其部分则是指世界的诸元素,我指的是诸天球及其内部的诸物体。另一些人则说,他所说的是最外层天球的连续各部分;而这个天球无论作为整体都不在场所之中(因为没有任何东西包围它),其各部分各自就自身而言也不在场所之中(因为它们与整体是连续的),甚至整体作为整体并不运动(因为它并不改变整个场所),各部分就其为部分而言也确实不运动(因为它们是连续的),而是它自身就各部分而言运动,且正如我们所说,对于各部分构成场所的,要么是四周包围的部分,要么更本真地,正如我们所说,根据比例,是在内部的、土星天球的凸表面。而根据同样的比例,说这一凸表面也是恒星天作为一个整体的场所,也完全行得通;因为它在内部从四面界定了恒星天。针对这种解释,应当把“而它作圆周运动;因为这就是各部分的场所”理解如下:因为在说了作为整体它并没有同时改变场所之后,在应当说“但它根据各部分发生改变”之处,他说了“而它作圆周运动”。而这是同一回事;因为圆周运动就是根据各部分的运动。而“因为这就是各部分的场所”是用来代替“圆周[是各部分的场所]”;因为它们依圆周相互包围。或者是因为,当它作圆周运动时是围绕着土星天球的凸表面运动的,所以他说这一场所,我指的是内层天球的凸表面,是各部分的场所。

§4.96

"Καὶ τὰ μὲν καθ’ αὑτά, οἷον πᾶν σῶμα κατὰ φορὰν ἢ αὔξησιν κινητὸν καθ’ αὑτό που." Φέρεσθαί φησι τὰ κατ’ εὐθεῖαν φερόμενα, ἅπερ καὶ καθ’ αὑτὰ ἐν τόπῳ εἶναί φησι, τὰ δὲ οὐράνια οὐ φέρεσθαι, ἀλλὰ περιφέρεσθαι. ἑτέρα γὰρ ἡ φορὰ τῆς περιφορᾶς· τὸ μὲν γὰρ καθ’ ὅλον ἐστὶ μεταβολή, τὸ δὲ κατὰ μόριον. τὴν δὲ ὀκτάσφαιρον ὡς ἕν τι λαμβάνει,3 διό φησιν ὅλον ὡς ὅλον τὸν οὐρανὸν οὐκ εἶναι ἐν τόπῳ.

“而有些依自身[在场所中],正如凡能依照位移或增长而运动的物体都依自身在某处。” 他说,沿直线移动的事物被称为“位移”,他称这些事物依自身在场所之中,但天体并不进行位移,而是进行圆周旋转。因为位移与圆周旋转是不同的;前者是根据整体的改变,而后者则是根据部分的改变。他把八天球系统视为一个整体,因此他说整个天宇作为整体并不在场所之中。

语法注3 条
  1. 4.95τόπον εἶναι τοῖς μορίοις, ὥσπερ εἴπομεν, ἤτοι τὰ πέριξ περιέχοντα μόρια, ἢ κυριώτερον τὴν κυρτὴν ἐπιφάνειαν

    在带对格的不定式结构中,谓词名词为对格的 τόπον,而作为不定式 εἶναι 之主语的则是通过析取连词 ἤτοι... ἤ... 并列的 τὰ πέριξ περιέχοντα μόρια(中性复数对格)与 τὴν κυρτὴν ἐπιφάνειαν(阴性单数对格)。

  2. 4.95τὸ δὲ τῶν μορίων γὰρ οὗτος ὁ τόπος ἀντὶ τοῦ ὁ κύκλος

    整个引语由中性单数冠词 τό 名词化。该句结构意为:“‘因为这就是各部分的场所’这句话是用来代替‘圆周[是场所]’的”。引语内部的指示代词 οὗτος 在此被理解为由介词短语 ἀντὶ τοῦ ὁ κύκλος 所说明的替代对象。

  3. 4.96τὴν δὲ ὀκτάσφαιρον ὡς ἕν τι λαμβάνει

    形容词 ὀκτάσφαιρος(由八个天球组成的)的阴性单数对格 ὀκτάσφαιρον 在此处省去了名词 σφαῖρα 而直接用作实体名词,指由恒星天与七行星天球组成的“八天球系统”,作动词 λαμβάνει 的直接宾语;其后的 ὡς ἕν τι 用作补足语,表示“作为一个单一整体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:600.25-602.12