- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:59.15-60.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德的论述(186a13–14),约翰·斐劳波诺斯阐明梅利梭斯错误地将“始点”这一同音异义词仅限定为实在且按部分的始点而非时间的始点,并错误地将该模式从实体的生成推广到了顿然发生的质变之中。
" Εἶτα καὶ τοῦτο ἄτοπον τὸ παντὸς οἴεσθαι εἶναι ἀρχὴν τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου.1" Ἐπειδὴ προδήλως ἀρχὴν τὴν πραγματικὴν ὁ Μέλισσος ἐλάμβανε, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστιν, αὐτὸς δὲ παραδέδωκεν ἡμῖν ἐν τῷ περὶ τῶν ὁμωνύμων τόπῳ, ὅτι, ὅταν ὁμώνυμος ἡμῖν φωνὴ ἐν προβλήματι προτείνηται, δεῖ διαστέλλεσθαι τὰ σημαινόμενα τῆς ὁμωνύμου φωνῆς καὶ ἀφορίζειν περὶ ποίου ἐστὶν ὁ λόγος, διὰ τοῦτο ἐγκαλεῖ τῷ Μελίσσῳ, ὅτι περὶ ὁμωνύμου φωνῆς τῆς ἀρχῆς διαλεγόμενος οὐ διεστείλατο αὐτῆς τὰ σημαινόμενα, ἀλλ’ ὡς ἕν τι σημαινούσης τὴν πραγματικὴν ἀρχὴν οὕτω περὶ αὐτῆς διαλέγεται.
“此外,认为一切事物都有事物的始点而非时间的始点,这也是荒谬的。” 既然梅利梭斯显然采取的是实在的始点,而“始点”这一名称是同音异义的,且他[亚里士多德]本人在关于同音异义词的论题中教导我们:当一个同音异义词在问题中向我们提出时,必须区分该同音异义词的诸含义并界定所论述的是何者;正因如此,他指责梅利梭斯,因为他在讨论同音异义词“始点”时没有区分其诸含义,而是仿佛它指称单一事物即实在的始点那样来讨论它。
"Καὶ γενέσεως μὴ τῆς ἁπλῆς, ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς." Ἐπειδὴ ὑπετίθετο ὁ Μέλισσος πᾶν τὸ γινόμενον εὐθὺς καὶ ἀρχὴν ἔχειν πραγματικήν, πραγματικὴν δὲ ἀρχὴν τὴν κατὰ μόριον (οὐδὲ γὰρ ἁπλῶς τὴν ὡς στοιχεῖον· οὕτω γὰρ οὐ συνῆγεν ὃ ἠβούλετο. μάλιστα μὲν γὰρ καὶ εἴ τινα εἴη μὴ γενόμενα, σώματά γε ὅμως ὄντα, ἀνάγκη γε πάντως αὐτὰ ἀρχὴν τὴν κατὰ τὸ στοιχεῖον ἔχειν· πᾶν γὰρ σῶμα ἐξ ὕλης καὶ εἴδους τῶν ἁπλουστάτων. ἔπειτα οὐκ εἰ μὴ ἔχει ἀρχὴν τὴν κατὰ τὸ στοιχεῖον, ἀνάγκη τοῦτο καὶ ἄπειρον εἶναι τῷ μεγέθει·2 τοὐναντίον γὰρ εἴ τι μὴ ἐκ στοιχείων σύγκειται, τοῦτο οὐδ’ ὅλως μέγεθος ἕξει. ὥστε πολλῷ μᾶλλον οὐδ’ ἄπειρον ἢ πεπερασμένον ἔσται. τοιαῦτα δέ ἐστι τὰ ἀσώματα πάντα, οἷον ψυχὴ νοῦς, καὶ τὸ σημεῖον δὲ τοιοῦτόν ἐστιν. ἀρχὴν οὖν ἐλάμβανε τὴν κατὰ μόριον, οἷον ὅτι παντὸς τοῦ γινομένου γίνεται πρότερον τόδε τὸ μόριον), ἐγκαλεῖ οὖν αὐτῷ ὁ Ἀριστοτέλης ὅτι κακῶς οὐ μόνον τῆς ἁπλῆς γενέσεως ἀρχὴν οἴεται τὴν τοιαύτην εἶναι, ἀλλὰ καὶ πάσης ἁπλῶς. ἁπλῆν δὲ δηλονότι γένεσιν τὴν τῆς οὐσίας φησίν· ἔστι γάρ, φησίν, ἀλλοίωσις ἥτις οὐ κατὰ μόριον γίνεται, ἀλλ’ ἀθρόον ἀλλοιοῖ τὸ πρᾶγμα, οἷον ἐπὶ τῆς πήξεως τοῦ γάλακτος· οὐδὲ γὰρ ἄλλο μὲν πρότερον, ἄλλο δὲ ὕστερον αὐτοῦ μόριον ἀλλοιοῦται, ἀλλ’ ὁμοτίμως διόλου γίνεται ἡ πῆξις. ὁμοίως καὶ ἐπὶ ἡλιοκαΐας τὰ μόρια ὧν πρώτως ἐφάπτεται ὁ ἥλιος ὁμοτίμως ὅλα δι’ ὅλων ἅμα μελαίνονται, καὶ οὐχὶ τοῦτο μὲν πρότερον, δεύτερον δὲ ἄλλο. κακῶς οὖν παντὸς τοῦ γινομένου ἀρχὴν τὴν αὐτὴν ὑπέθετο· ἑτέρως γάρ ἐστιν ἀρχὴ καὶ ἐπὶ τῆς ἀθρόας ἀλλοιώσεως τῷ μὴ τὸ εἶδος ἀθρόον ἅμα παραγίνεσθαι,3 οἷον τὴν τελείαν πῆξιν, ἀλλ’ οἷον πρόδρομά τινα τοῦ τελείου εἴδους ἴχνη παραγίνεσθαι, λέγω δὴ τὰς ὑφειμένας πήξεις.
“且不仅是单纯生成的始点,也是质变的始点,仿佛不存在顿然发生的变化似的。” 既然梅利梭斯假定一切生成之物都随即拥有实在的始点,且是按部分而言的实在始点(因为他并不是单纯假定作为元素的始点;因为这样他就推导不出他所期望的结论。因为首先,即使有某些未曾生成的事物,但只要它们是物体,它们就完全必然拥有按元素而言的始点;因为一切物体都是由最单纯的质料和形式构成的。其次,并不是说如果它不拥有按元素而言的始点,它就必然在量度上是无限的;因为恰恰相反,如果某物不是由元素组成的,它就根本不会拥有量度。因此它更不可能是无限的或有限的。一切无形之物都是如此,比如灵魂和理智,点也是如此。因此他所采纳的是按部分而言的始点,例如对于一切生成之物而言,这部分先生成),所以亚里士多德指责他,因为他错误地认为这样的始点不仅属于单纯的生成,而且径直属于一切变化。他所说的单纯生成显然是指实体的生成;因为他说,存在着并非按部分发生、而是顿然使事物发生质变的质变,例如牛奶的凝结;因为并不是它的这部分先质变而那部分后质变,而是整齐划一地全面发生凝结。同样在晒黑的情况下,太阳最初触及的那些部分,也是全面顿然一律变黑,而不是这部分在先,另一部分在后。因此他错误地假定了一切生成之物都具有相同的始点;因为在顿然的质变中,也以另一种方式存在着始点,即形式——例如完全的凝结——并非顿然同时到达,而是可说是完全形式的某种先导痕迹到达,我指的是减弱了程度的诸凝结。
- 1.33τὸ παντὸς οἴεσθαι εἶναι ἀρχὴν τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου
由定冠词 τὸ 引导的不定式短语(τὸ ... οἴεσθαι)与前面的 τοῦτο 同位,充当主语。属格 τοῦ πράγματος 和 τοῦ χρόνου 均依存于 ἀρχή,构成“事物的始点而非时间的始点”的对比。παντός 则是表示范围的属格,修饰整个断言(“对一切事物而言”)。
- 1.34οὐκ εἰ μὴ ἔχει ἀρχὴν τὴν κατὰ τὸ στοιχεῖον, ἀνάγκη τοῦτο καὶ ἄπειρον εἶναι τῷ μεγέθει
句首的否定词 οὐκ 否定主节的 ἀνάγκη [ἐστί],构成“即使不拥有……,也并不必然……”的整体否定结构。它旨在指出假言命题推论的无效性,而非断言条件本身的真假。
- 1.34τῷ μὴ τὸ εἶδος ἀθρόον ἅμα παραγίνεσθαι
由与格定冠词 τῷ 引导的否定不定式短语,充当原因或方式与格,解释前文的 ἑτέρως γάρ ἐστιν ἀρχή(“因为以另一种方式存在着始点”)。它与后文的 ἀλλ’ οἷον πρόδρομά τινα ... παραγίνεσθαι 相对照,说明并非形式整体顿然降临,而是由先导痕迹的出现构成了起始。
