- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:4.33-6.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯完成了泰奥弗拉斯托斯对小前提的论证,随后对比了柏拉图的六原因说与亚里士多德的四原因说,解释了亚里士多德作为物理学家为何略去范型因与工具因,并阐明了诸术语的界定。
καὶ οὕτως οὐχ ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα), εἰ τοίνυν τὰ φυσικὰ πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, ταῦτα δὲ σύνθετα, τὰ φυσικὰ ἄρα πράγματα σύνθετά ἐστι. πάντα δὲ τὰ σύνθετα στοιχεῖα καὶ αἴτια καὶ ἀρχὰς ἔχει· τὰ γὰρ ἁπλᾶ τοῦ συνθέτου ἐστὶ στοιχεῖα· τὰ φυσικὰ ἄρα πράγματα ἀρχὰς καὶ αἴτια καὶ στοιχεῖα ἔχει. οὕτω μὲν οὖν τὴν ἐλάττονα κατεσκεύασε πρότασιν· ᾗ προσθεὶς τὴν μείζονα, ὅτι πᾶν ὃ ἔχει ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τούτων ἐγνωσμένων, οὕτω συνάγει ὅτι τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων. Ἀρχὰς δὲ τῶν πραγμάτων πάντων Πλάτων μὲν ἕξ φησιν εἶναι, ὕλην, εἶδος, ποιητικὸν αἴτιον, παραδειγματικόν, ὀργανικόν, τελικόν· καὶ καλεῖ τὴν μὲν ὕλην ἐν ᾧ (μητέρα γὰρ αὐτὴν καλεῖ καὶ δεξαμενὴν καὶ τιθήνην), τὸ δὲ εἶδος ὅ (τοῦτο γάρ ἐστι τὸ ἑκάστου τῶν πραγμάτων χαρακτηριστικόν, οὐχ ἡ ὕλη μία καὶ ἡ αὐτὴ οὖσα πάντων), τὸ δὲ ποιητικὸν ὑφ’ οὗ, τὸ ὀργανικὸν δι’ οὗ, τὸ παραδειγματικὸν πρὸς ὅ, τὸ τελικὸν δι’ ὅ. τούτων δὲ τῶν ἓξ τὰ μὲν τρία συναίτια καλεῖ, τὰ δὲ τρία αἴτια· τὸ μὲν γὰρ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ παραδειγματικὸν αἴτια καλεῖ ὡς ἐξῃρημένα καὶ κύρια ὄντα τῆς ἑαυτῶν ἐνεργείας, τὴν δὲ ὕλην καὶ τὸ εἶδος καὶ τὸ ὄργανον συναίτια, διότι μὴ ἔστι κύρια τῆς ἑαυτῶν ἐνεργείας. ὁ μὲν οὖν Πλάτων, ὡς εἶπον, ἓξ φησιν εἶναι τὰς τῶν ὄντων ἀρχάς, ὁ δὲ Ἀριστοτέλης τέσσαρας, ὕλην, εἶδος, ποιητικὸν αἴτιον, τελικόν· τὸ γὰρ ὀργανικὸν καὶ παραδειγματικὸν ὡς φυσιολόγος παρῆκεν (οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ποιεῖ· ζωὴ γάρ τις οὖσα οὕτω ποιεῖ, οὐχὶ δὲ γνῶσίς τις ὡς ὁ νοῦς). ὡς οὖν φυσικὸς τοῦ παραδειγματικοῦ καὶ τοῦ ὀργανικοῦ αἰτίου οὐ μεμνήσεται· ἔστι γὰρ καὶ φυσιολογεῖν θεολογικῶς, ὡς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ περὶ τῶν ἐξῃρημένων αἰτίων τῶν φυσικῶν πραγμάτων διαλεγόμενος, καὶ θεολογεῖν φυσικῶς, ὥσπερ ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐκ τῶν φυσικῶν πραγμάτων τὴν διδασκαλίαν τῶν θείων ποιούμενος. ὁ οὖν τοιοῦτος φυσιολόγος, λέγω δὴ ὁ περὶ τῶν συντεταγμένων αἰτίων τοῖς φυσικοῖς πράγμασι διαλεγόμενος, οὔτε τοῦ παραδειγματικοῦ αἰτίου δεήσεται διὰ τὴν εἰρημένην αἰτίαν, οὔτε τοῦ ὀργανικοῦ1 διὰ τὸ κοινῶς περὶ πάντων τῶν φυσικῶν αἰτίων καὶ τῶν πρωτίστων ποιεῖσθαι τὸν λόγον. εἰ μὲν γὰρ περί τινος φυσικοῦ ἦν αὐτῷ ὁ λόγος, ὥσπερ τυχὸν τοῖς ἰατροῖς περὶ τῶν ἀνθρωπίνων σωμάτων, ἠδύνατο λέγειν ὄργανον εἶναι τῆς φύσεως τὰς κράσεις τυχὸν ἢ τὸ ἔμφυτον θερμὸν ἤ τι τοιοῦτον· δι’ αὐτῶν γὰρ ποιεῖ ἡ φύσις τὰ ἴδια ἔργα· ἐπειδὴ δὲ καὶ αὐτῶν τῶν κράσεων καὶ τῶν πρωτίστων στοιχείων, λέγω δὴ τῶν τεσσάρων, τὰ αἴτια ζητεῖ, εἰκότως οὐ παραλήψεται ὀργανικὸν αἴτιον· οὐ γὰρ διά τινος ὀργάνου ἡ φύσις συνίστησι τὰ πρῶτα στοιχεῖα, ἀλλ’ ἀμέσως ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους αὐτὰ δημιουργεῖ. καλεῖ δὲ ὁ Ἀριστοτέλης τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθ’ ὅ (κατ’ αὐτὸ γὰρ καὶ χαρακτηρίζονται τὰ πράγματα καὶ λέγονται), τὸ δὲ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν ὁμοίως τῷ Πλάτωνι δι’ ὅ. Ἀρχὰς δὲ καὶ αἴτια ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγει, ἵνα ἀρχὰς μὲν καὶ αἴτια τὸ ποιητικὸν εἴπῃ καὶ τὸ τελικόν,2 στοιχεῖα δὲ τὰ λοιπὰ δύο, τὸ ὑλικὸν καὶ τὸ εἰδικόν, ἢ τὴν μὲν ἀρχὴν κοινῶς κατὰ πάντων κατηγορεῖ (φαίνεται γοῦν ἕκαστον αὐτῶν ἀρχὴν καλῶν πανταχοῦ. “ἀνάγκη δέ”, φησίν, “ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους”, περὶ τῶν φυσικῶν ἀρχῶν λέγων. καὶ πάλιν “ὅτι μὲν οὖν ἐναντίας γε δεῖ εἶναι τὰς ἀρχάς, δῆλον”, περὶ ὕλης καὶ εἴδους λέγων.
因而这样一来它们并非单纯的,而是复合的)。因此,如果物理事物要么是物体,要么在物体之中拥有其存在,并且这些事物是复合的,那么物理事物便是复合的。而一切复合之物都具有元素、原因与本原;因为单纯之物乃是复合之物的元素;因此物理事物具有本原、原因与元素。于是,他以这种方式确立了小前提;在此之上加上大前提——即凡具有本原或原因或元素的一切事物都在这些被认知时被认知——他由此推论出物理事物在其本原被认知时被认知。 至于一切事物的本原,柏拉图说是六个:质料、形式、动力因、范型因、工具因、目的因;他将质料称为“在其中者”(因为他将其称为母亲、容纳者与看护者),将形式称为“所是者”(因为正是这构成了各事物的特征,而非对于一切事物皆同一无差的质料),动力因称为“由之而来者”,工具因称为“借以产生者”,范型因称为“朝向者”,目的因称为“为了何者”。在这六者之中,他将三者称为辅助原因,另三者称为原因;因为他将动力因、目的因与范型因称为原因,是由于它们是超拔分离的且支配自身的活动,而将质料、形式与工具称为辅助原因,则是因为它们不能支配自身的活动。正如我所说,柏拉图认为存在之物的本原是六个,但亚里士多德则认为是四个:质料、形式、动力因、目的因;因为他作为物理学家略去了工具因和范型因(因为自然并非参照范型而制造;自然作为某种生命以这种方式制造,而不是作为某种像理智一般的知识)。因此,作为物理学家他不会提及范型因与工具因;因为既可以神学地从事物理学研究,正如柏拉图在《蒂迈欧篇》中论述物理事物的超拔原因那样,也可以物理学地从事神学研究,正如亚里士多德在《形而上学》中从物理事物出发建立关于神圣事物的教学那样。因而,这样一位物理学家——我指的是那位论述与物理事物同等序列的原因的物理学家——既不会因为前述原因而需要范型因,也不会因为普遍地考察一切物理原因以及最根本的原因而需要工具因。因为假若他的论述是关于某种特定的物理事物,例如医家关于人类身体的论述那样,他本可以说各气质的调配或者与生俱来的热或诸如此类之物乃是自然的工具;因为自然通过这些来产生其特有的成果;但既然他探求的甚至是这些调配本身以及最原初的诸元素——我指的是那四元素——的原因,他理所当然不会引入工具因;因为自然并非通过某种工具来构建原初诸元素,而是直接从质料与形式中生成它们。亚里士多德将质料称为“出于何者”,形式称为“依照何者”(因为事物正是依据它而被赋予特征并得以述说的),动力因称为“运动的始原所由出者”,目的因则与柏拉图同样称为“为了何者”。 此外,他使用“本原”与“原因”要么是以并列方式表达同一事物,以便将动力因与目的因称为“本原”与“原因”,而将剩余的两者,即质料的与形式的,称为“元素”;要么则是将“本原”普遍地述谓于所有这些(至少他在各处显然将它们中的每一个都称为本原;因为他在谈论自然本原时说,“本原必然要么是一个,要么是多个”,而在谈论质料与形式时又说,“显而易见,本原必须是对立的”)。
- 1.1οὔτε τοῦ παραδειγματικοῦ αἰτίου δεήσεται διὰ τὴν εἰρημένην αἰτίαν, οὔτε τοῦ ὀργανικοῦ
动词 δεήσεται 并非无人称动词 δεῖ 的将来时,而是异相动词 δέομαι(“需要”,支配属格)的第三人称单数直陈式将来时。其主语是前文的 ὁ οὖν τοιοῦτος φυσιολόγος,并通过关联词 οὔτε... οὔτε 并列支配两个属格宾语 τοῦ παραδειγματικοῦ αἰτίου 与 τοῦ ὀργανικοῦ。
- 1.1ἵνα ἀρχὰς μὲν καὶ αἴτια τὸ ποιητικὸν εἴπῃ καὶ τὸ τελικόν
连词 ἵνα 引导接续法 εἴπῃ 表达目的,解释亚里士多德并列使用“本原”与“原因”意在何为(“为了将……称为……”)。统摄该目的从句的主句(ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγει)与随后由 ἤ 引出的分句(ἢ τὴν μὲν ἀρχὴν κοινῶς κατὰ πάντων κατηγορεῖ)相呼应,构成两种可能解释中的第一种。
