- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:596.11-597.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德将依他者处于场所之中宽泛地归入“偶性上”的做法,说明了天在各部分上处于场所之中而作为全体则不然,并进而阐述关于场所的定义如何消解了以往关于场所的三条疑难(物体穿透、点与面的场所、物体的增大)。
ἀλλ’ ἐπειδὴ ὁ Ἀριστοτέλης εἶπέ τινα ἐν τόπῳ εἶναι καθ’ αὑτό, εἰκότως τῷ καθ’ αὑτὸ ἀντιτάττει τὸ κατὰ συμβεβηκός, ἀλλ’ ἐν τῷ κατὰ συμβεβηκὸς τούτῳ περιλαμβάνει καὶ τὰ κατὰ ἄλλο ἐν τόπῳ ὄντα. εἰπὼν γὰρ τὰ δὲ κατὰ συμβεβηκός, ἐπήγαγεν οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός, ὧν τὸ μὲν κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ, ἡ ψυχή, τὸ δὲ κατ’ ἄλλο, ὁ οὐρανός. ἔδει γὰρ εἰπόντα αὐτὸν1 τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ ἐν τόπῳ ὄντα καὶ τὰ καθ’ αὑτὸ καὶ τὰ κατὰ συμβεβηκὸς εἰπεῖν καὶ τὰ πρώτως καὶ 〈τὰ〉 κατ’ ἄλλο, ἀλλὰ τὰ μὲν πρώτως ἐν τόπῳ περιείληφεν ἔν τε τοῖς ἐνεργείᾳ οὖσιν ἐν τόπῳ καὶ ἐν τοῖς καθ’ αὑτό, τὰ δὲ κατὰ ἄλλο ἔν τε τοῖς δυνάμει καὶ ἐν τοῖς κατὰ συμβεβηκός. τά τε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ ὄντα, λέγω δὴ τὰ μὴ συνεχῆ πρὸς ἄλλα, ἀλλ’ ἰδίαν περιγραφὴν ἔχοντα, πρώτως ἐν τόπῳ εἰσί, καὶ τὰ καθ’ αὑτὸ δὲ τοιαῦτά ἐστιν, οἷα τὰ κατὰ φορὰν κινητά, ὡς αὐτὸς εἶπε, τουτέστι τὰ καθ’ ὅλα ἑαυτὰ ἀμείβοντα τοὺς τόπους. καὶ ταῦτα δὲ πρώτως ἐν τόπῳ εἰσίν. ὥστε καὶ τὰ ἀντικείμενα τούτοις, τό τε δυνάμει καὶ τὸ κατὰ συμβεβηκός, περιέχοιεν ἂν ἐν αὑτοῖς καὶ τὸ κατ’ ἄλλο· τὸ μὲν γὰρ δυνάμει ἐν τόπῳ ὄν, οἷον τὰ μόρια, κατὰ ἄλλο ἐν τόπῳ ἐστὶ καὶ καθ’ αὑτό (τῷ γὰρ τὸ ὅλον καθ’ αὑτὸ ἐν τόπῳ εἶναι καὶ τὸ μόριον δήπου καθ’ αὑτό ἐστιν ἐν τόπῳ), τὰ δὲ κατὰ συμβεβηκὸς ἐν τόπῳ οὐ πάντως καὶ κατὰ ἄλλο ἐν τόπῳ εἰσίν, οἷον ἡ ψυχὴ ἢ τὸ λευκόν· ταῦτα γὰρ μόνως εἰσὶ κατὰ συμβεβηκὸς ἐν τόπῳ. διὰ τοῦτο οὖν συμπεριέλαβε τοῖς κατὰ συμβεβηκὸς καὶ τὰ κατ’ ἄλλο διὰ τῶν παραδειγμάτων. ὁ οὖν ὅλος οὐρανός, φησί, κατὰ μὲν τὰ μόρια πάντα ἐν τόπῳ ἐστίν (ἕκαστον γὰρ τῶν μορίων περιέχεται ὑπὸ τῶν πέριξ, καὶ οἷον τόπος ἀλλήλοις εἰσὶν τὰ μόρια), τὸ δὲ πᾶν οὐκ ἐν τόπῳ· εἰ γὰρ εἴη ἐν τόπῳ, ἕξει τὸ περιέχον αὐτὸ ἔξωθεν, οὕτω δὲ οὐκ ἂν εἴη πᾶν οὐδὲ ὅλον, εἴ τι ἔχοι περιέχον. καὶ διὰ τοῦτο, φησί, φαμὲν ἐν τῷ οὐρανῷ πάντα εἶναι, διότι τὸ πᾶν ἐστιν ὁ οὐρανός· ἔξωθεν γὰρ τὰ πάντα περιέχει καὶ ἐν αὑτῷ συμπεριείληφεν. Εἰπὼν δὲ ὁ Ἀριστοτέλης πῶς τό τε τῆς ἀσαφείας αἴτιον ἐκ τοῦ ἀποδεδομένου λόγου δῆλον γέγονε, δείξας δὲ ὅτι καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ ἐμφαίνεται διὰ τοῦ ὁρισμοῦ, ἐφεξῆς δείκνυσιν ὅτι καὶ αἱ ἀπορίαι πᾶσαι αἱ πρὸς τὸν τόπον φερόμεναι ἐπιλύονται ἐκ τοῦ ἀποδεδομένου ὁρισμοῦ περὶ τοῦ τόπου. καὶ πρῶτόν γε ἠπορεῖτο, ὅτι εἰ ἔστιν ὁ τόπος, τριχῇ ὄντος διαστατοῦ τοῦ σώματος ἀνάγκη καὶ αὐτὸν τριχῇ εἶναι διαστατόν· τούτῳ δὲ πᾶν σῶμα ὁρίζεται· ὥστε σῶμα διὰ σώματος χωρήσει. εἰ οὖν δέδεικται ὅτι οὐκ ἔστι διάστημα ὁ τόπος, ἀλλὰ τὸ πέρας τοῦ περιέχοντος, λέλυται ἡ ἀπορία, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν συστήσεται.2 πάλιν ἠπορεῖτο, ὅτι εἰ ἔστι σώματος τόπος, ἔστι καὶ ἐπιφανείας καὶ σημείου. ἀλλ’ οὐκ ἀνάγκη, φησίν, εἰ τὸ σῶμα εἴη ἐν τόπῳ, ἤδη καὶ ἐπιφάνειαν καὶ σημεῖον ἐν τόπῳ εἶναι· οὐδὲ γὰρ χωριστὰ ταῦτα οὐδὲ καθ’ αὑτὰ ἐν τόπῳ. εἰ γὰρ μηδὲ τὰ μόρια καθ’ αὑτά φαμεν ἐν τόπῳ, ἀλλὰ τῷ τὸ ὅλον ἐν τόπῳ εἶναι καὶ ταῦτα διὰ τὸ ὅλον ἐν τόπῳ λέγεσθαι, πόσῳ μᾶλλον περὶ ἐπιφανείας καὶ γραμμῆς καὶ σημείου τὸ αὐτὸ ῥητέον; τὸ γὰρ πέρας τοῦ περιέχοντος ὅλου ὡς ὅλου ἐστὶ τόπος, οὐχὶ δὲ τῶν μερῶν ἰδίᾳ. ἔτι ἠπορεῖτο, ὅτι εἰ ἔστιν ὁ τόπος, ἀνάγκη αὐξομένων τῶν σωμάτων συναύξεσθαι καὶ τὸν τόπον.
但是,既然亚里士多德说某些事物是自身处于场所之中,他自然将偶性上的事物同自身处于场所之中的事物对立起来,但在这种“偶性上”之中,他也把依他者处于场所之中的事物包含在内。因为他在说了“另一些则是偶性上”之后,紧接着补充道“例如灵魂和天”,其中一者是偶性上处于场所之中,即灵魂,而另一者则是依他者,即天。因为他既然说了潜能上和现实上处于场所之中的事物,以及自身处于和偶性上处于场所之中的事物,他本应也说出原初地和依他者[处于场所之中的事物],但他却把原初地处于场所之中的事物包含在现实上处于场所之中的事物和自身处于场所之中的事物之内,而把依他者[处于场所之中的事物]包含在潜能上的事物和偶性上的事物之内。因为现实上处于场所之中的事物——我指那些不与他物连续、而是具有固有轮廓的事物——是原初地处于场所之中,而自身处于场所之中的事物也是这样的,如同依空间位移而运动的事物一样,正如他自己所说,即就其自身整体变换场所的事物。这些事物也是原初地处于场所之中。从而同这些相对立的事物,即潜能上的事物和偶性上的事物,其自身内部也可以包含依他者[处于场所之中的事物];因为潜能上处于场所之中的事物,例如各部分,乃是依他者处于场所之中,并且也是自身处于场所之中(因为由于整体自身处于场所之中,部分想必也是自身处于场所之中);而偶性上处于场所之中的事物,并不在一切情况下都是依他者处于场所之中,例如灵魂或白;因为这些事物仅仅是偶性上处于场所之中。因此,正是由于这个缘故,他通过这些例子在偶性上的事物中一同包含了依他者[处于场所之中的事物]。他说,因此,整个天固然依其全部部分是处于场所之中(因为各部分中的每一部分都被周围的部分所包围,且各部分彼此之间就像是场所),但作为全体(宇宙)却不在场所之中;因为如果它处于场所之中,就会具有从外侧包围它的东西,而这样一来,如果它具有包围它的东西,它就不会是全,也不会是整体。他说,正因如此,我们才说一切都在天之中,因为天就是全;因为它从外侧包围了一切,并把它们包含在自身之内。亚里士多德在说明了晦涩的原因如何从给出的定义中变得清晰,并指明了依照共同观念属于场所的诸属性也通过定义显明之后,接着指明了所有针对场所提出的疑难也从关于场所给出的定义中得到消解。首先曾被提出的疑难是:如果场所存在,在物体是三维延展的情况下,场所本身也必然是三维延展的;而一切物体正是以此被定义的;从而物体将穿透物体。因此,如果已经证明了场所不是间隔,而是包围者的边界,那么这一疑难就被消解了,或者宁可说从一开始就不会成立。其次曾被提出的疑难是:如果有物体的场所,也就有表面和点的场所。但是他说,如果物体处于场所之中,并不必然面和点也已经在场所之中;因为这些既非可分离的,亦非自身处于场所之中。因为如果我们甚至不说各部分是自身处于场所之中,而是由于整体处于场所之中、这些部分也凭借整体而被说成处于场所之中,那么关于表面、线和点,岂不更应说同样的话吗?因为包围者的边界乃是作为整体的整体的场所,而非各个部分的个别场所。此外还曾被提出的疑难是:如果场所存在,在物体增大的时候,场所也必然一同增大。
- 4.94ἔδει γὰρ εἰπόντα αὐτὸν
非人称动词 ἔδει 支配带逻辑主语的宾格不定式结构(αὐτὸν ... εἰπεῖν)。分词 εἰπόντα 与不定式的宾格逻辑主语 αὐτόν 一致,充当状语分词,带有“既然他说了……就理应也说出……”的前提或伴随意义。
- 4.94οὐδὲ τὴν ἀρχὴν συστήσεται
宾格短语 τὴν ἀρχήν 与否定词 οὐδέ 连用,充当习惯性副词短语,意为“从一开始 / 根本(就不……)”。动词 συστήσεται 是 συνίστημι 的中动未来时(作不及物用法),意为“(疑难)成立、产生”。
