← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§597.21-599.10

关于物体增大与场所界限的疑难解答

针对物体增大时场所是否一同增大的疑难,本节从场所作为包围者边界的定义以及养料同化的角度予以反驳,并依次消解了关于表面和点的场所问题以及芝诺关于场所无限倒退的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.94#4

εἰ μὲν οὖν διάστημα ἦν, φησίν, ὁ τόπος, ἀνάγκη ἦν συναύξεσθαι αὐτὸν τῷ σώματι καθ’ αὐτόν, νῦν δὲ πέρας ὢν τοῦ περιέχοντος οὐ συναύξεται τῷ αὐξομένῳ· οὐδὲ γὰρ αὔξεται τὸ πέρας καθ’ αὑτό (τῶν γὰρ σωμάτων ἡ αὔξησις), ἀλλὰ τῇ αὐξήσει τοῦ ἐν τόπῳ ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πίλησιν καὶ πύκνωσιν καὶ τὰ πέρατα ἂν ὑπείκοι, καὶ οὕτω τὰ αὐξόμενα ἐν μείζονι γίνεται τόπῳ. ὥστε μείζων μὲν ὁ τόπος ἐγένετο, ηὔξηται δὲ οὐδαμῶς. καὶ ἄλλως ἐπεὶ ἡ αὔξησις τῶν σωμάτων οὐ γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἀλλὰ διὰ τῆς τῶν τροφῶν προσκρίσεως μεταβαλλομένων τῶν τροφῶν εἰς τὰ τοῦ σώματος μόρια, σαφὲς ἂν εἴη ὡς τὸ αὐξηθὲν σῶμα τοῦτον τὸν τόπον καταλαμβάνει, ὅνπερ ἐπεῖχον αἱ τροφαί· ὥστε οὐκ ἀνάγκη οὔτε κενὸν εἶναι οὔτε σῶμά τι μὴ εἶναι ἐν τόπῳ. δῆλον δὲ ὅτι τὰ αὐτὰ ταῦτα ἐροῦσι καὶ οἱ τὸν τόπον τριχῇ εἶναι διαστατὸν λέγοντες, καὶ πολλῷ μᾶλλον, ὅσῳ ἡ μὲν τοῦ σώματος ἐπιφάνεια, μείζονος γινομένου τοῦ αὐξομένου καὶ διὰ τοῦτο τοῦ περιέχοντος σώματος διισταμένου, μείζων γίνεται ἢ πρότερον ἦν, εἰ καὶ μὴ δι’ αὐξήσεως, ἀλλ’, ὡς εἶπον, τῷ διίστασθαι τὸ σῶμα οὗ ἐστιν ἐπιφάνεια, καὶ διὰ τοῦτο ὑπονοηθείη ἂν αὔξεσθαι, κατὰ δὲ τὴν ἑτέραν δόξαν οὐδὲ ψιλή τις καταλείπεται ὑπόνοια1 τοῦ αὔξεσθαι τὸν τόπον· τοῦ γὰρ διαστήματος χωριστοῦ ὄντος παντὸς σώματος καὶ διὰ τοῦτο ἀκινήτου, ὅταν αὐξηθῇ τὸ σῶμα, τοσοῦτον μόνον τὸ πλησίον ἑαυτοῦ σῶμα εἴτε ἀὴρ εἴη εἴτε ὕδωρ ὠθῆσαν, κατείληφε τὸν αὐτοῦ τόπον, τοῦ διαστήματος πάντῃ ἀπαθοῦς μείναντος, καὶ οὕτως ἐν μείζονι τόπῳ γέγονε τὸ αὐξηθὲν τοῦ τόπου μηδεμίαν ἀλλοίωσιν ὑπομείναντος. καὶ εἰ τὸν τῆς τροφῆς τόπον τὸ προστεθὲν τῷ αὐξομένῳ καταλαμβάνει, ποία ἀνάγκη αὔξεσθαι τὸ διάστημα; μόνως δὲ ἂν συναύξεσθαι ἀνάγκη ἦν τὸν τόπον, εἴπερ εἶδος ἦν ὁ τόπος τοῦ ἐν τόπῳ· τοῦτο γάρ ἐστι τὸ αὐξόμενον, ὡς ἐν τοῖς Περὶ γενέσεως δείκνυται. ἀλλ’ οὐδὲ ἐπιφανείας εἶναι τόπον ἀνάγκη οὐδὲ στιγμῆς οὐδὲ σημείου· εἰ γὰρ τὸ καθ’ αὑτὸ ἐν τόπῳ ὂν τὸ σῶμά ἐστι, ποία ἀνάγκη τὰ τοῦ σώματος πέρατα ἐν τόπῳ εἶναι; εἰ γὰρ ἐδείξαμεν ὅτι οὐδὲ τὰ μόρια ἀνάγκη καθ’ αὑτὰ εἶναι ἐν τόπῳ, πόσῳ μᾶλλον τὰ πέρατα; εἰ δὲ διὰ τὸ ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα, ταύτῃ καὶ ἐν τόπῳ εἶναι αὐτὰ ἀξιοῦσι, τί μᾶλλον ταύτῃ τῇ ὑποθέσει τοῦτο συμβήσεται ἢ τῇ Ἀριστοτελικῇ; καὶ γὰρ ἐκεῖ καὶ ἐφαρμόζειν ἀλλήλοις ἀνάγκη τὰ πέρατα. καὶ εἰ οὐδὲν διαφέρει τὸ ἀγγεῖον τοῦ τόπου ἢ τῷ κινεῖσθαι, πληροῦται δὲ τὸ ἀγγεῖον ὑπὸ τοῦ ἐν αὐτῷ ἤτοι ἀέρος ἢ ὕδατος, καὶ ὁ τόπος ἄρα πληροῦται ὑπὸ τοῦ ἐν τόπῳ κενὸς ὢν τῷ ἰδίῳ λόγῳ· ἐπιφάνεια δὲ ἐπιφάνειαν ἢ γραμμὴ γραμμὴν ἢ σημεῖον σημεῖον οὐ πληροῖ, οὐδέ ἐστι κενὰ τῷ ἰδίῳ λόγῳ, μόνον δὲ ἐφαρμόζουσιν ἀλλήλοις. δῆλον οὖν ἄρα ὅτι οὐδεμία ἀνάγκη καὶ ἐπιφανείας ἢ γραμμῆς ἢ στιγμῆς τόπον εἶναι λέγειν. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἐπιλύεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν Ζήνωνος ἀπορίαν· ‘εἰ γὰρ πᾶν τὸ ὂν ποῦ ἐστιν,’ ἔλεγεν ἐκεῖνος, ‘ἔστι δέ τι καὶ ὁ τόπος, καὶ ὁ τόπος ἄρα ποῦ ἔσται·’ ὥστε ἔσται τόπος ἐν τόπῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον.’ ἐπιλύεται οὖν καὶ αὕτη· εἰ γὰρ καὶ ἀνάγκη, φησί, πᾶν τὸ ὂν ποῦ εἶναι, καὶ διὰ τοῦτο καὶ ὁ τόπος ποῦ ἔσται, ἔστω ποῦ μὲν ὁ τόπος, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς πέρας ἐν περατουμένῳ.2 οὐ γὰρ πᾶν τὸ ὄν, φησίν, ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ φοράν, τουτέστιν ὃ πέφυκε κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἵνα εἴπῃ τὸ κατ’ εὐθεῖαν κινούμενον· πᾶν γὰρ τὸ τοιοῦτον πάντως ἐν τόπῳ ἐστί, τὸ δὲ κύκλῳ οὐ πᾶν ἐν τόπῳ, ἀλλ’ αἱ ἐντὸς σφαῖραι, νῦν δὲ καὶ ὡς ἕν τι συνεχὲς σῶμα τὴν ὀκτάσφαιρον λαμβάνει.

他说,因此,如果场所是间隔[延展],场所本身就必然同物体一同增大;但现在,既然场所是包围者的边界,它就不会同增大的事物一同增大。因为边界本身并不增大(因为增大属于物体),而是在处于场所之中的事物增大、包围着的物体或由于互相让位或由于受压和变密而退让时,边界也会退让,增大的事物便以此种方式进入一个更大的场所。从而场所固然变得更大了,但绝没有被增大。此外,既然物体的增大并非产生自绝无所有之物,而是通过养料的同化,由于养料转变成身体的各部分而产生的,那么显然增大的物体所占据的正是养料曾经占据的这个场所;从而既不必然存在虚空,也不必然有任何物体不处于场所之中。显然,那些主张场所具有三维延展的人也会说出完全相同的话,甚至更应如此,其程度在于:当增大的事物变大、包围着的物体因此而分离时,物体的表面固然变得比原先更大——即使不是通过增大,而是正如我所说,由于其作为表面的物体发生分离,因而可能被推测为在增大——但在另一种观点看来,连场所增大的些微推测都完全不会留下。因为既然间隔同一切物体相分离并因此是不动的,当物体增大时,它仅仅推开了与其自身相邻的同样多的物体(无论那是空气还是水),并占据了它的场所,而间隔本身全然未受影响;增大的事物便以此种方式进入一个更大的场所,而场所并未经受任何变异。而且,如果增补到增大事物上的部分占据了养料的场所,间隔又有什么必然性要增大呢?唯有当场所确乎是处于场所之中的事物的形式时,场所才必然一同增大;因为正如在《论生成与消灭》中所证明的那样,增大的正是这一[形式]。但是,表面也不必然有场所,点也不必然有场所,记号也不必然有场所。因为如果自身处于场所之中的是物体,物体的诸边界又有什么必然性处于场所之中呢?因为如果我们已经证明了各部分甚至都不必然自身处于场所之中,对于诸边界岂不更应如此吗?如果因为诸边界彼此吻合,他们便据此主张这些边界也处于场所之中,那么这一情况出现在这一假说下,为何会比出现在亚里士多德的假说下更有理由呢?因为在后一种假说下,诸边界彼此吻合也是必然的。而且,如果容器与场所除了在运动上之外并无任何区别,并且容器是被处于其中的空气或水所充满的,那么场所固然依其自身定义是虚空的,也会被处于场所之中的事物所充满;然而表面并不充满表面,线不充满线,点也不充满点,它们依其自身的定义也并非虚空,而仅仅是彼此吻合。由此显然,完全没有必然性去说表面、线或点也具有场所。关于这些问题,且说到这里。亚里士多德还消解了芝诺的疑难;因为那个人曾说:“如果凡存在者都在某处,并且场所也是某种存在者,那么场所也将在某处;从而场所之中将有场所,且这将走向无限。” 因此,这一疑难也被消解了;他说,因为即便凡存在者都必然在某处,且因此场所也将在某处,那就让场所在某处吧,但不是作为处于场所之中,而是作为处于被限定者之中的边界。他说,因为并非凡存在者都在场所之中,而是依空间位移而运动的物体才在场所之中,也就是本性上适合于运动和静止之物,即直线运动之物;因为凡此类事物在任何情况下都在场所之中,而作圆周运动的事物并非整体在场所之中,而是内部的诸球体在场所之中,但在此时他也把八层球体作为一个连续的物体来接受。

语法注2 条
  1. 4.94καὶ πολλῷ μᾶλλον, ὅσῳ ἡ μὲν τοῦ σώματος ἐπιφάνεια ... κατὰ δὲ τὴν ἑτέραν δόξαν οὐδὲ ψιλή τις καταλείπεται ὑπόνοια

    主句的副词短语 καὶ πολλῷ μᾶλλον(“甚至更应如此”)后接由表示比例和程度的关系副词 ὅσῳ(“在其……的程度上”)引导的长大对比句。对比的核心骨架是由 μέν 和 δέ 构成的两相对照:即 ἡ μὲν τοῦ σώματος ἐπιφάνεια ... ὑπονοηθείη ἂν αὔξεσθαι(物体的表面/包围者的边界可能被推测为在增大)与 κατὰ δὲ τὴν ἑτέραν δόξαν οὐδὲ ψιλή τις καταλείπεται ὑπόνοια(在另一主张即间隔说中,甚至不留下丝毫增大的嫌疑)。

  2. 4.94ἔστω ποῦ μὲν ὁ τόπος, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς πέρας ἐν περατουμένῳ

    ἔστω 为第三人称单数现在时祈使语气,在此用作让步祈使(“就算场所在某处吧”),以在论辩中暂时承认论敌(芝诺)关于“凡存在者皆在某处”的前提。随后紧接的 οὐχ ὡς ... ἀλλ’ ὡς ... 严格区分了“在某处”与“在场所之中”,界定了其真实的述谓样态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:597.21-599.10