← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§594.31-596.11

处于场所之物的四分法与天之偶性在所

本节依据亚里士多德对处于场所中事物的四重划分(现实/潜能,自身/偶性),论证了整个天何以被归为在偶性上处于场所之中;并针对忒弥斯提乌斯提出的自相矛盾疑难,指出“偶性上”乃是代替或借用了外延更宽的“依他者”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.94#2

τῶν γὰρ ἐν τόπῳ ὄντων, φησί, τὰ μὲν δυνάμει ἐστὶν ἐν τόπῳ, τὰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ μὲν ἐν τόπῳ λέγεται, ὅσα ἰδίαν ἔχοντα περιγραφὴν ἀφορίζεται ὑπὸ τοῦ τόπου τῶν λοιπῶν, δυνάμει δὲ ἐν τόπῳ λέγεται τὰ μόρια τοῦ ὅλου συνεχοῦς ὄντος καὶ ἐν τόπῳ ὄντος. κατὰ δύναμιν δὲ λέγεται ταῦτα, ὅτι δύναται χωρισθέντα τοῦ ὅλου καθ’ αὑτὰ ἐν τόπῳ εἶναι, καὶ συνεχῆ μὲν μηκέτι εἶναι, ἁπτόμενα δέ, ὡς ἔχει ὁ σωρὸς τῶν πυρῶν· ἕκαστος γὰρ τῶν κόκκων μόριον ὢν τοῦ ὅλου ἐν τόπῳ ἐστί, διὰ τὸ μὴ εἶναι συνεχεῖς, ἀλλ’ ἕκαστον ἐν ἰδίᾳ περιγραφῇ εἶναι. πάλιν τῶν ἐν τόπῳ ὄντων τὰ μὲν καθ’ αὑτό ἐστιν ἐν τόπῳ, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν ὅσα κατὰ φορὰν ἐστι κινητὰ ἢ κατὰ αὔξησιν καὶ μείωσιν (ταῦτα δέ ἐστι τὰ σώματα τὰ ἐν γενέσει), κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι λέγεται τὰ συμβεβηκότα πάντα καὶ ἡ ψυχή, εἴτε ἐν ὑποκειμένῳ εἴη τῷ σώματι εἴτε χωριστή· ταῦτα γὰρ οὐδέποτε καθ’ αὑτὰ ἐν τόπῳ γίνεται· ἀσώματα γάρ ἐστι. τετραχῶς οὖν τῶν ἐν τόπῳ λεγομένων,1 ἐν τοῖς κατὰ συμβεβηκός, φησίν, ἐν τόπῳ οὖσι τὸν οὐρανὸν τακτέον· οὔτε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ ἐστίν (ὑπ’ οὐδενὸς γὰρ ἔξωθεν περιέχεται), οὔτε κατὰ δύναμιν· οὐδέποτε γὰρ περισχεθήσεται· τοιαῦτα γάρ ἐστι τὰ κατὰ δύναμιν ἐν τόπῳ, ὡς δύνασθαί ποτε κατ’ ἐνέργειαν γενέσθαι. ἀλλ’ οὔτε καθ’ αὑτὸ ἐν τόπῳ ἐστὶν ὁ οὐρανός (οὐ γάρ ἐστι κινητὸς κατὰ φοράν· τὸ γὰρ φερόμενον ὅλον ἀμείβει τὸν τόπον, οὗτος δὲ ἐν ταὐτῷ μένων κατὰ μόρια κινεῖται, καὶ ἡ κίνησις οὐ τοῦ ὅλου, ἀλλὰ τῶν μορίων)· λείπεται οὖν κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι τὸν οὐρανόν. Ἀπορεῖ δὲ πρὸς τοῦτο ὁ Θεμίστιος πῶς οὐ μάχεται αὐτὸς πρὸς ἑαυτὸν ὁ Ἀριστοτέλης, νῦν μὲν τὴν κατὰ μόρια κίνησιν κατὰ συμβεβηκὸς λέγων κίνησιν, πρὸ τούτου δέ, ἐν οἷς ἐπεδείκνυεν ὅτι δυνατὸν αὐτό 〈τι〉 ἐν ἑαυτῷ εἶναι ὡς ἐν τόπῳ, κατὰ μόρια μὲν δύνασθαι ἔλεγεν αὐτό 〈τι〉 ἐν ἑαυτῷ εἶναι, κατὰ συμβεβηκὸς δὲ μὴ δύνασθαι, ὡς δὴ ἑτέρου ὄντος τοῦ κατὰ μόρια καὶ τοῦ κατὰ συμβεβηκός. καὶ ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι ἴσως κοινότερον ἐχρήσατο τῷ κατὰ συμβεβηκὸς ὁ Ἀριστοτέλης ἀντὶ τοῦ κατὰ ἄλλο (ἔθος δὲ αὐτῷ πολλάκις ἀντὶ τῶν γενῶν κεχρῆσθαι τοῖς εἴδεσιν), ὡς δὴ τοῦ κατὰ ἄλλο ἐπὶ πλέον ὄντος τοῦ κατὰ συμβεβηκός, καὶ λεγομένου καὶ ἐπὶ τοῦ κατὰ μόρια καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκός· λέγοιτο γὰρ ἂν καὶ κατὰ συμβεβηκὸς καὶ κατὰ ἄλλο. ἢ μᾶλλον ἀσφαλέστερόν ἐστι λέγειν, ὅτι κατεχρήσατο τῷ ὀνόματι. ὥσπερ γὰρ πολλάκις τοῦ ὅλου κινουμένου λέγομεν τὸ μόριον κατὰ συμβεβηκὸς κινεῖσθαι, καὶ τοῦ ὅλου ἐν τόπῳ ὄντος καὶ τὸ μόριον κατὰ συμβεβηκὸς ἐν τόπῳ (καίτοι οὐ κυρίως ἂν λεχθείη τοῦ ὅλου κινουμένου ἡ χεὶρ κατὰ συμβεβηκὸς κινεῖσθαι, ἀλλὰ καθ’ αὑτὸ μὲν κινεῖσθαι, οὐκ ἰδίᾳ δὲ οὐδὲ ᾗ χείρ ἐστιν ἢ ἁπλῶς μέρος, ἀλλ’ ᾗ συνήνωται τῷ ὅλῳ· διὸ κυριώτερον ἂν λεχθείη μὴ πρώτως κινεῖσθαι, ἀλλὰ κατὰ ἄλλο· κατὰ γὰρ τὸ ὅλον ἡ τῶν μερῶν κίνησις), ὥσπερ οὖν, ὅπερ εἶπον, καταχρώμενοι πολλάκις λέγομεν τοῦ ὅλου κινουμένου τὸ μόριον κατὰ συμβεβηκὸς κινεῖσθαι, οὕτω δὲ καὶ τῶν μερῶν κινουμένων τὸ ὅλον λέγοιτ’ ἂν κατὰ συμβεβηκὸς κινεῖσθαι, οὐ κυρίως· κατὰ ἄλλο γὰρ κυριώτερον ἂν λεχθείη τὸ ὅλον κινεῖσθαι τῶν μορίων κινουμένων, διότι τὰ πρώτως κινούμενα τὰ μόριά ἐστιν. οὕτως οὖν καὶ ἐν τόπῳ λέγοιτ’ ἂν εἶναι ὁ ὅλος οὐρανὸς οὐ κατὰ συμβεβηκός (οὐ γὰρ συμβέβηκεν ἄλλῳ τῳ καθ’ αὑτὸ ἐν τόπῳ ὄντι, τοιαῦτα δὲ 〈τὰ〉 κατὰ συμβεβηκὸς θέλει εἶναι), ἀλλὰ μᾶλλον κατὰ ἄλλο, τῷ τὰ μόρια αὐτοῦ πάντα ἐν τόπῳ εἶναι.2

他说,因为在处于场所之中的诸事物中,有些是潜能上处于场所之中,有些则是现实上[处于场所之中]。凡具有固有的轮廓而被场所同其余事物隔开限定的事物,被说成现实上处于场所之中;而在整体是连续的并处于场所之中时,整体的各部分被说成潜能上处于场所之中。这些部分被说成依潜能[处于场所之中],是因为它们能够在脱离整体之后自身处于场所之中,且不再是连续的,而是相互接触的,正如麦堆的情形一样;因为每一麦粒作为整体的部分之所以处于场所之中,乃是由于它们不是连续的,而是每一颗都处于固有的轮廓之中。此外,在处于场所之中的诸事物中,有些是自身处于场所之中,有些则是偶性上[处于场所之中]:凡能依空间位移或者依增减运动的事物,都是自身处于场所之中(这些乃是处于生成之中的物体);而所有偶性以及灵魂,无论它是在作为主体的身体之中还是可分离的,都被说成偶性上运动[或处于场所之中];因为这些事物绝不会自身进入场所之中,因为它们是非物体的。因此,在被说成处于场所之中的四种方式中,他说天必须被归入偶性上处于场所之中的事物之中;因为它既非现实上处于场所之中(因为没有任何东西从外侧包围它),亦非潜能上[处于场所之中](因为绝不会被包围;因为潜能上处于场所之中的事物,乃是能够有时现实上成为如此的事物)。但天也不是自身处于场所之中(因为它不能依位移运动;因为依位移运送的事物是整个变换场所,而天保持在同一场所中却依各部分运动,且运动不属于整体,而属于各部分);因此剩下的就是,天乃是在偶性上处于场所之中。 忒弥斯提乌斯对此提出疑问:亚里士多德难道不是自相矛盾吗?因为他现在把依各部分的运动说成偶性上的运动,而在此之前,在他证明某物自身可能像在场所中那样在自身之中的那些论述里,他曾说某物自身在自身之中依各部分是可能的,但偶性上却是不可能的,这是基于依各部分与偶性上乃是两回事。忒弥斯提乌斯消解这一疑问说,或许亚里士多德把“偶性上”较宽泛地用来代替“依他者”(他常常习惯用种代替属),这是基于“依他者”比“偶性上”外延更广,并且既用于“依各部分”也用于“偶性上”;因为既可以说“偶性上”,也可以说“依他者”。或者不如更稳妥地说,他是转借了这一名称。因为正如我们常常在整体运动时说部分是偶性上运动,在整体处于场所之中时说部分也是偶性上处于场所之中(尽管在整体运动时,手并不能被严格地说成是偶性上运动,而是自身运动,但并非独自地,亦非就其是手或单纯是部分而言,而是就其同整体连为一体而言;因此更严格地说,它不是原初地运动,而是依他者运动;因为各部分的运动乃是依照整体的);因此,正如我所说,转借着这一名称,我们常常在整体运动时说部分是偶性上运动,同样地,在各部分运动时,整体也可以被说成是偶性上运动,但并非严格地;因为在各部分运动时,更严格的说法是整体依他者运动,因为原初运动着的是各部分。因此,整个天被说成处于场所之中,同样也可以不是偶性上(因为它并没有作为偶性附着在某个自身处于场所之中的其他事物上,而偶性的事物本应是这样的),而是宁可说依他者,乃因它的所有各部分都处于场所之中。

语法注2 条
  1. 4.94τετραχῶς οὖν τῶν ἐν τόπῳ λεγομένων

    此处为属格绝对结构,综合了前文的两组区分(潜能/现实,自身/偶性),充当引述性的原因或背景从句(“既然被说成处于场所之中的事物有四种方式”)。

  2. 4.94τῷ τὰ μόρια αὐτοῦ πάντα ἐν τόπῳ εἶναι

    由中性与格定冠词 τῷ 引领的不定式结构,带有其宾格主语 τὰ μόρια αὐτοῦ πάντα,充当表示原因或方式的与格,用以解释前面的 μᾶλλον κατὰ ἄλλο(“因其所有各部分皆处于场所之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:594.31-596.11