- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:593.11-594.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于外侧没有包围物体的物体不在场所之中(从而全宇宙与天球本身不在场所之中)的规定,斐洛庞奴斯考察了天球的圆周运动及其各部分的场所,探讨了亚里士多德自身及其注释家们的解释。
" Ὧι μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ.1" Εἰπὼν ὁ Ἀριστοτέλης τίνα ἐστὶν ἐν τόπῳ, λέγει νῦν τίνα οὐκ εἰσὶν ἐν τόπῳ. εἰ γὰρ ὁ τόπος ἐστί, φησί, τὸ πέρας τοῦ περιέχοντος, εἴ τι ἄρα μὴ ἔχει ἔξωθεν ἑαυτοῦ σῶμά τι, τοῦτο οὐκ ἔστιν ἐν τόπῳ· οὐ γὰρ ἕξει οὐδὲν ἔξωθεν τὸ περιέχον. ὅθεν τὸ πᾶν οὐκ ἔστιν ἐν τόπῳ· οὐδὲν γάρ ἐστιν αὐτοῦ ἔξω· εἰ γὰρ ἔχοι τι ἔξω, οὐκ ἂν εἴη κυρίως πᾶν. διὸ τοῦ οὐρανοῦ εἰ μηδὲν ἔστιν ἔξω, ὥσπερ οὖν οὐκ ἔστιν, οὐδὲ ἐν τόπῳ ἂν εἴη. ὥσπερ οὖν, φησί, κἂν εἰ μονοειδὲς ἦν τὸ πᾶν, οἷον ὕδωρ, ὅπερ ὁμολογουμένως ἐν τόπῳ ἐστί (διαρρεῖ γὰρ καὶ ἐν αὑτῷ συμμένειν οὐ πέφυκεν, ἀλλὰ δεῖται τοῦ συνέχοντος καὶ ὁρίζοντος), τὰ μὲν μόρια αὐτοῦ, εἴ γε ἦν διῃρημένα, ὥσπερ νῦν διῄρηται τὰ τοῦ παντὸς μόρια, αὐτὰ μὲν ἐν τόπῳ ἦν, τὸ δὲ ὅλον ὕδωρ οὐκ ἂν ἦν ἐν τόπῳ, ἐπεὶ μηδὲ εἶχεν ἔξωθέν τι αὐτοῦ σῶμα περιέχον αὐτό, οὕτω καὶ νῦν ἔχοντος ὡς ἔχει τοῦ παντός, ἐπεὶ μὴ ἔστι τι αὐτοῦ ἔξω, οὐδ’ ἂν ἐν τόπῳ εἴη. καὶ εἰ μὴ ἔστιν ἐν τόπῳ ὁ οὐρανός, πῶς κινεῖται κατὰ τόπον; φησὶν οὖν ὅτι πῇ μὲν κινεῖσθαι λέγεται, πῇ δὲ οὔ· καθ’ ὅλον μὲν γὰρ ἑαυτὸν οὐ κινεῖται (οὐ γὰρ ἀμείβει τὸν ὅλον τόπον· αὕτη γάρ ἐστιν ἡ τῶν ὅλων κίνησις κατὰ τόπον, ὅταν τὸ ὅλον ἀμείβῃ τὸν τόπον ἐν ᾧ ἐστιν, ὁποῖά εἰσι τὰ ἐπ’ εὐθείας κινούμενα),2 ὥστε καθ’ ὅλον μὲν ἑαυτὸν ὁ οὐρανός, ὥσπερ οὐκ ἔστιν ἐν τόπῳ, οὕτως οὐδὲ κινεῖται κατὰ τόπον, κύκλῳ δὲ κινεῖται, ἡ δὲ τοιαύτη κίνησις τῶν μορίων ἐστὶ κίνησις. ἐν γὰρ τῇ κύκλῳ κινήσει τὸ μὲν ὅλον ὡς ὅλον ἀκίνητόν ἐστι, τὰ δὲ μόρια τὰ ἀντιπαραχωροῦντα ἀλλήλοις τοὺς ἰδίους τόπους, ταῦτα οὖν τὰ κατὰ τόπον κινούμενα, τὸ δὲ ὅλον τοῖς μέρεσι κινεῖσθαι λέγεται· πάντων γὰρ τῶν μερῶν κινουμένων καὶ τὸ ὅλον λέγεται κινεῖσθαι οὐ πρώτως, ἀλλ’, ὡς εἶπον, κατὰ τὰ μόρια. εἴη δ’ ἂν τῶν μορίων τόπος κατὰ μὲν Ἀριστοτέλην αὐτὰ τὰ μόρια ἀλλήλοις, διὰ τὸ περιέχεσθαι ἕκαστον ὑπὸ τῶν πέριξ (οἷον γὰρ τόποι εἰσὶν ἀλλήλοις τὰ μόρια κύκλῳ πανταχόθεν ἑκάστου ὑπὸ τῶν πέριξ περιεχομένου), ὡς δὲ τοῖς ἐξηγηταῖς αὐτοῦ δοκεῖ, εἴη ἂν τόπος τῆς ἀπλανοῦς κατὰ τὰ μόρια ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας, ἧς ἄλλοτε ἄλλου μορίου ἐφάπτεται τὰ τῆς ἀπλανοῦς μόρια, δηλονότι κατὰ ἀναλογίαν τόπον τοῦτον καλούντων ἡμῶν.3 οὐ γὰρ ἔξωθεν περιέχει, ἀλλὰ κατὰ τὸ ἀφοριστικὸν ἔχει τινὰ πρὸς τὸν τόπον ὁμοιότητα· ὡς γὰρ ὁ κυρίως τόπος ἀφοριστικός ἐστιν ἑκάστου ἀπὸ τῶν λοιπῶν, οὕτω δὴ καὶ ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας ἀφορίζει τὸ ἔξω σῶμα τῶν λοιπῶν. ταύτῃ οὖν κατὰ ἀναλογίαν τόπος ἂν εἴη τῆς ἀπλανοῦς ἡ κυρτὴ ἐπιφάνεια τῆς ἐντὸς σφαίρας, καὶ τόπος τοῦ ὅλου κατὰ τὰ μόρια· ταῦτα γάρ ἐστι τὰ ἄλλοτε ἄλλο ταύτης τῆς ἐπιφανείας μόριον ἐπιλαμβάνοντα. ὃ δὲ ἐπὶ τῆς ἀπλανοῦς εἴρηται, τοῦτο καὶ ἐπὶ τοῦ παντὸς ἂν λεχθείη· τὸ γὰρ πᾶν αὐτὸ μὲν οὐκ ἔστιν ἐν τόπῳ (οὐδὲν γάρ ἐστιν αὐτοῦ ἔξω), κατὰ μέντοι τὰ μόρια πάντα ἐν τόπῳ ἐστί· τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ ἀΐδια, τὰ δὲ ἄνω καὶ κάτω, τὰ γενητὰ καὶ φθαρτά. Ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης, βουλόμενος σαφέστερον ἐκθέσθαι πῶς μὲν οὐκ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ, πῶς δέ ἐστι, διαίρεσιν τῶν ἐν τόπῳ ὄντων ποιεῖται.
“因此,在外侧有某种物体包围着它的那个物体,是处于场所之中的;而并非如此的那个物体,则不[处于场所之中]。” 亚里士多德在说明了哪些事物处于场所之中后,现在说明哪些事物不处于场所之中。他说,因为如果场所是包围者的界限,那么如果任何事物在自身之外没有某种物体,这个事物就不处于场所之中;因为它在外侧不会有任何包围它的东西。由此,全宇宙不处于场所之中;因为没有任何东西在它之外;因为如果它在外面有任何东西,它就不是严格意义上的全宇宙了。因此,如果天之外没有任何东西(正如确实没有一样),它也就不会处于场所之中。因此他说,正如即便全宇宙曾是单一形式的,例如水——水是公认处于场所之中的(因为它是流动的,且其本性不会在自身内部聚合持留,而是需要维系与界定它的东西)——,它的各部分如果曾被分离开来,正如现在全宇宙的各部分被分离开来一样,它们自身固然曾处于场所之中,但整个水却不会处于场所之中,因为在它外侧甚至没有任何物体包围它;同样地,在全宇宙处于现今所有的状态下,既然没有任何东西在它之外,它也就不会处于场所之中。而且,如果天不处于场所之中,它如何依场所运动呢?因此他说,在某种意义上它被说成是运动的,在某种意义上则不是;因为就其自身整个而言,它并不运动(因为它并不变换整个场所;因为整体依场所的运动就在于,当整体变换它所处的场所时,正如那些沿直线运动的事物那样),从而天就其自身整个而言,正如它不处于场所之中一样,同样也不依场所运动,而是作圆周运动,而这样的运动乃是各部分的运动。因为在圆周运动中,整体作为整体是静止的,而彼此让出各自固有场所的各部分——正是这些是依场所运动的,整体则被说成是在各部分上运动;因为当所有部分运动时,整体也被说成运动,不是原初地,而是如我所说,依照各部分。而根据亚里士多德,各部分的场所将是各部分彼此自身,这是由于每一部分都被周围之物所包围(因为每一部分都被周围之物从四面作圆周包围,各部分就宛如彼此的场所);但正如他的注释家们所认为的那样,恒星天球依照各部分的场所,将是内部天球的凸表面,恒星天球的各部分时而接触这表面的这一部分,时而接触另一部分,显然是我们依类比将此称为场所。因为它并非从外侧包围,而是在限定性上与场所有某种相似之处;因为正如严格意义上的场所将每一事物同其余事物隔开限定一样,内部天球的凸表面也同样将外部物体同其余事物隔开限定。因此,依此类比,内部天球的凸表面将是恒星天球的场所,也是整体依照各部分的场所;因为正是这些[部分]时而占据这一表面的这一部分,时而占据另一部分。而在恒星天球上所说的事情,在全宇宙上也可以同样说;因为全宇宙自身固然不处于场所之中(因为没有任何东西在它之外),然而依照各部分,一切事物都处于场所之中;因为它们中有些作圆周运动(永恒的事物),有些则向上和向下运动(生成和毁灭的事物)。亚里士多德说了这些之后,希望更清楚地阐明,天在何种意义上不处于场所之中,在何种意义上又处于场所之中,便对处于场所之中的诸事物作出了划分。
- 4.94ᾧ δὲ μή, οὔ
承前文 ᾧ μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ 而形成的紧缩省略结构。关系从句中承前省略了 ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό,主句中则省略了 οὐκ ἔστιν ἐν τόπῳ。
- 4.94τὰ δὲ μόρια τὰ ἀντιπαραχωροῦντα ἀλλήλοις τοὺς ἰδίους τόπους, ταῦτα οὖν τὰ κατὰ τόπον κινούμενα
句首的 τὰ δὲ μόρια... 构成悬垂主格(nominativus pendens),随后由指示代词 ταῦτα οὖν 复指承接。谓语部分省略了系动词 ἐστί,其基本结构为 ταῦτα οὖν [ἐστι] τὰ κατὰ τόπον κινούμενα(“这些正是依场所运动的[事物]”)。
- 4.94δηλονότι κατὰ ἀναλογίαν τόπον τοῦτον καλούντων ἡμῶν
带有副词 δηλονότι 的属格独立结构(genitive absolute)。逻辑主语是包括注释者自身在内的“我们”(ἡμῶν),对主句断言(εἴη ἂν τόπος τῆς ἀπλανοῦς... ἡ κυρτὴ ἐπιφάνεια)起到限定说明的作用,指出此处将内球凸面称为“场所”仅是出于类比。
