← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§591.12-593.10

上下的双重性与界限说推导出的谬误

斐洛波诺斯注解了亚里士多德《物理学》第四卷中关于场所的“上”与“下”的双重性论述(212a24–29),介绍了塞米斯提乌斯关于各元素包围方式的解释,并通过指出将场所定义为“界限”会导致水和大地互为场所的荒谬推论,从而论证自己关于场所为“间隔”的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.91

" Ὥστε ἐπεὶ τὸ μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει." Ἐπειδή, φησί, τὸ φύσει ἄνω φερόμενον, τοῦτο δέ ἐστι τὸ κοῦφον, καὶ τὸ φύσει κάτω φερόμενον, τοῦτο δέ ἐστι τὸ βαρύ, διττὸν ἂν εἴη τὸ ἄνω καὶ τὸ κάτω. πῶς δὲ διττόν, ἐπήγαγε· τὸ μὲν πρὸς τὸ μέσον, φησί, περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον, μέσον μὲν λέγων τὴν γῆν, τὸ δὲ πέρας τὸ πρὸς τὸ μέσον, τουτέστι τὸ περιέχον τὸ μέσον, ἥτις ἐστὶν ἡ γῆ, πῇ μὲν τὴν τοῦ ἀέρος ἐπιφάνειαν τὴν ἁπτομένην τῆς γῆς, πῇ δὲ τὴν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ τὸ ἄνω διττόν, τό τε πρὸς ἡμᾶς ἔσχατον τοῦ οὐρανοῦ, τοῦτο δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, καὶ αὐτὸ τὸ ἔσχατον, τοῦτο δέ ἐστι τὸ κοῦφον σῶμα, λέγω δὴ τὸ πῦρ. οὕτω μὲν οὖν τινες τὰ προκείμενα ῥητὰ ἐξηγήσαντο, ὥσπερ ἤδη καὶ ἐν τῇ τῆς λέξεως θεωρίᾳ προειρήκαμεν, ὁ δὲ Θεμίστιος οὕτως. ἐπὶ τὸ ἄνω, φησί, καὶ τὸ κάτω ἡ κίνησις γίνεται κατὰ φύσιν τοῖς σώμασι, τοῖς μὲν κούφοις [ἡ κίνησις] ἐπὶ τὸ ἄνω φύσει, τοῖς δὲ βάρος ἔχουσιν ἐπὶ τὸ κάτω. ποιεῖ δέ, φησί, τὸν μὲν κάτω τόπον τρία τινὰ σώματα, αὐτό τε τὸ μέσον καὶ τὰ περὶ τὸ μέσον, ταῦτα δέ ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων περιέχεται τῶν στοιχείων, ἢ πάντων ἢ τινῶν. ὑπὸ πάντων μέν, φησί, περιέχονται ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι (τούτους γὰρ περιέχει κατά τι μὲν ἡ ὑποκειμένη τῷ ὕδατι γῆ, κατά τι δὲ ὁ ἀήρ, κατά τι δὲ τὸ ὕδωρ), οἱ δὲ βαδίζοντες ἢ οἱ νηχόμενοι ὑπὸ τῶν δύο περιέχονται, οἱ μὲν ὑπὸ τῆς γῆς καὶ τοῦ ἀέρος οἱ βαδίζοντες, οἱ δὲ ὑπὸ τοῦ ὕδατος καὶ τοῦ ἀέρος οἱ νηχόμενοι. ἔστι δὲ δή τινα καὶ ὑπὸ ἑνὸς τῶν στοιχείων τούτων περιεχόμενα, ὑπὸ μὲν ἀέρος οἱ ἐν ἀέρι ὄρνιθες, ὑπὸ δὲ τοῦ ὕδατος οἱ ὑπὸ τὸ ὕδωρ νηχόμενοι ἰχθύες, ὑπὸ δὲ γῆς μόριά τινα γῆς διῃρημένα μὲν αὐτῆς, πανταχόθεν δὲ αὐτῆς ἁπτόμενα καὶ περιεχόμενα ὑπ’ αὐτῆς. καὶ ἔοικεν ἡ ἐξήγησις αὕτη μᾶλλον εἶναι προσφυεστέρα. τινὲς δὲ τὸ μέσον τοῦ οὐρανοῦ τὸ κέντρον τοῦ παντὸς ἐξειλήφασι, παντελῶς οὗτοι παρὰ πόδας ἐλθόντες·1 οὐδενὸς γὰρ ὅλως τὸ κέντρον τόπος ἐστίν, ἀλλὰ φέρεται μὲν πάντα ὡς ἐπὶ τὸ κέντρον, οὐδενὸς δὲ τὸ κέντρον τόπος ἐστίν, εἴτε τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος, εἴτε τὸ μεταξὺ τῶν περάτων διάστημα. ἐκείνῳ δὲ ἐπιστατέον, ὅτι2 καὶ ἐντεῦθεν δείκνυται ὅτι οὐκ ἔστι τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος· εἰ γὰρ πέρας εἴη τοῦ περιέχοντος ὁ τόπος, συμβήσεται τὰ αὐτὰ τόπους εἶναι ἀλλήλων.3 ἔστι μὲν γὰρ τῆς γῆς τόπος ἥ τε ἐπιφάνεια τοῦ ὕδατος ἡ ἁπτομένη αὐτῆς, καὶ ἡ τοῦ ἀέρος ὁμοίως (ταῦτα γὰρ τῆς γῆς τόπος, ὁ ἀήρ φημι καὶ τὸ ὕδωρ, πανταχόθεν αὐτὴν περιέχοντα, ἄλλο κατ’ ἄλλο μέρος), ἤτοι ἡ πρὸς τῇ γῇ ἐπιφάνεια τοῦ ἀέρος καὶ τοῦ ὕδατος. ἀλλ’ ἐπεὶ καὶ τὸ ὕδωρ τῶν ἐν τῷ τόπῳ ὄντων σωμάτων ἐστίν, εἴη ἄν τις αὐτοῦ τόπος, καὶ οὗτος οὐχ ἁπλῶς· οὐ γὰρ μόνος ὁ ἀὴρ ἅπτεται πανταχόθεν τοῦ ὕδατος, ἀλλὰ κατά τινα μὲν μέρη ὁ ἀήρ, κατά τινα δὲ ἡ γῆ. ὥστε καθ’ ὃ μέρος τῆς γῆς τόπος ἦν τῆς γῆς τὸ ὕδωρ, ἤτοι ἡ ἐπιφάνεια αὐτοῦ, κατ’ αὐτὸ τοῦτο καὶ ἡ γῆ τόπος ἔσται τοῦ ὕδατος. ὥστε ἡ γῆ καὶ τὸ ὕδωρ κατὰ τὸ αὐτὸ ἀλλήλων ἔσονται τόποι. συμβήσεται οὖν τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ τόπον εἶναι καὶ ἐν τόπῳ. εἰ τοίνυν ταῦτα ἀδύνατα, οὐκ ἂν εἴη τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, ἀλλὰ μᾶλλον τὸ διάστημα τὸ ἐμπεριειληφὸς ἕκαστον τῶν φυσικῶν σωμάτων, ὃ καθ’ αὑτὸ μὲν κενόν ἐστιν, ἀλλ’ οὐδέποτε μένει κενόν, ἀλλὰ πληροῦται ὑπὸ τοῦ ἐγγινομένου σώματος, οὗ καὶ τόπος ἐστίν.

“因此,由于轻者是依本性向上运载者。” 他说,由于存在着依本性向上运载者(这也就是轻者),以及依本性向下运载者(这也就是重者),所以上与下应当是双重的。至于如何是双重的,他补充道:他说,朝向中心的包围界限在下,中心自身也在下;他称中心为大地,而朝向中心的界限,即包围作为中心的大地的界限,在某个部分是指接触大地的空气表面,在某个部分是指水的表面。同样地,上也是双重的:既是天的朝向我们的极度(这也就是月球的凹面),又是极度自身(这也就是轻的物体,我指的正是火)。某些人便是这样解释所给出的文句的,正如我们在词句的研讨中已经先提到过的那样;但塞米斯提乌斯则作如下[解释]。他说,物体的运动是依本性向上与向下产生的,对于轻的物体而言[运动]依本性向上,对于具有重量的物体而言则向下。他说,有三种物体构成了在下的场所:中心自身以及围绕中心的诸事物,这些就是大地、水和空气;因为每一个重物体都被这些元素所包围,要么被全部包围,要么被其中某些包围。他说,被全部包围的,如从河流中耸出的石块(因为在某个部分水下的大地包围着它们,在某个部分空气包围着,在某个部分水包围着);而行走者或游泳者则被两者包围:行走者被大地与空气包围,游泳者被水与空气包围。当然,也有某些事物被这些元素中的单一者包围:空气中的飞鸟被空气包围,在水下游泳的鱼类被水包围,而大地的某些与其分离、但从四面接触它并被它包围的部分,则被大地包围。而这一解释似乎更为贴切。然而有些人把天的中心理解为宇宙的中心点,这些人完全是失足跌倒了;因为中心点根本不是任何事物的场所,万物虽然宛如朝向中心点运载,但中心点绝非任何事物的场所,无论场所是包围者的界限,还是诸界限之间的间隔。但人们应当注意这一点:由此也可以表明,场所并不是包围者的界限;因为如果场所是包围者的界限,就会得出相同的事物彼此互为场所的结论。因为接触大地的水表面,以及同样空气的表面,乃是大地的场所(因为这些东西,我指的是空气和水,从四面各按不同部分包围着大地,构成了大地的场所),也就是空气和水朝向大地的表面。但是,既然水也是处于场所之中的诸物体之一,它也应当有某种场所,而且这并不是单纯的;因为并非只有空气从四面接触水,而是在某些部分空气接触,在某些部分大地接触。因此,在水——即其表面——作为大地的场所的大地的那一部分,根据这一相同部分,大地也将成为水的场所。因此,大地与水将依相同之处彼此互为场所。于是就会得出结论:同一事物依同一之处既是场所又处于场所之中。既然这些都是不可能的,那么场所就不可能是包围者的界限,而宁可说是容纳着每一个自然物体的间隔,它就其自身而言是虚空,但绝不保持虚空,而是被进入其中的物体所充满,它也就是这物体的场所。

§4.92

"Καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἷον ἀγγεῖον ὁ τόπος καὶ περιέχον." Οὐ διὰ τὸ προσεχῶς εἰρημένον, ἀλλ’ ὅτι ἐστὶ πέρας τοῦ περιέχοντος· εἰ γὰρ πέρας ἐστίν, ἐπίπεδον δηλονότι ὁ τόπος, καὶ εἰ περιέχει πανταχόθεν ὁ τόπος, τοιοῦτον δὲ καὶ τὸ ἀγγεῖον πανταχόθεν περιέχον τὸ ἐν αὐτῷ, ἔοικεν ἄρα καὶ ἀγγείῳ ὁ τόπος.

“并且因这一缘故,场所看起来是某种平面,如同容器和包围者。” 这不是由于刚才所说的事情,而是因为场所是包围者的界限;因为如果是界限,场所显然是平面;并且如果场所从四面予以包围,而从四面包围处于其中者的容器也是如此,那么场所也就类似于容器了。

§4.93

"Ἔτι ἅμα τῷ πράγματί πως· ἅμα γὰρ τὰ πέρατα." Τουτέστιν οὔτε ἐνδέων αὐτοῦ οὔτε πλεονάζων· εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, ἐφαρμόζει δηλονότι τῷ πέρατι τοῦ περιεχομένου, ἐφαρμόζων δὲ ἅμα ἐστὶν αὐτῷ καὶ κατὰ ταὐτόν, μήτε ἐλλείπων αὐτοῦ μήτε πλεονάζων.

“此外,它不知怎地与事物一同存在;因为界限是一同存在的。” 也就是它既不逊于它,也不超出它;因为如果是包围者的界限,它显然与被包围者的界限相吻合,而相吻合时便与它一同存在并在同一处,既不缺少于它,也不超出它。

语法注3 条
  1. 4.91παντελῶς οὗτοι παρὰ πόδας ἐλθόντες

    意为“这些人完全失足跌倒了/大错特错”。παρὰ πόδας 字面为“在脚边”,但在此作为成语性表达,表示当场失误、绊倒或出现严重差错,用于驳斥那些将亚里士多德所说的“中心”理解为纯几何中心点(κέντρον)的注释家。

  2. 4.91ἐκείνῳ δὲ ἐπιστατέον, ὅτι

    由动词性形容词 ἐπιστατέον(源自 ἐφίστημι,即 ἐφιστάναι τὸν νοῦν)构成的非人称句式,意为“人们应当注意那一点”。与格 ἐκείνῳ 作为注意的对象,先行指引了后文由 ὅτι 引导的解释性从句。

  3. 4.91συμβήσεται τὰ αὐτὰ τόπους εἶναι ἀλλήλων

    作为非人称动词 συμβήσεται 主语的“对格+不定词”结构。不定词在意义上的主语是中性复数对格 τὰ αὐτά(“相同的事物”),后接宾格表语名词 τόπους 和相互代词属格 ἀλλήλων,整句骨架表述“相同的事物彼此互为场所”这一荒谬推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:591.12-593.10