- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:589.27-591.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德关于场所与容器的类比与差异(不动性与可动性)、从而给出场所为“包围者的第一不动界限”这一定义的段落,并解释了宇宙结构中天之中心(下)与月球凹面(上)的绝对不动的留存方式。
" Ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον." Ἐπειδὴ ὡς ἐπὶ ἀγγείου τὸν λόγον ἐγύμνασεν, ἵνα μή τις εἴπῃ ὅτι καὶ τί πρὸς τὸν τόπον, εἰ ἐπὶ ἀγγείου οὕτως ἔχει;’1 διὰ τοῦτό φησιν ὅτι οὐδὲν διαφέρει τόπος ἀγγείου, εἰ μὴ τῷ κινητῷ καὶ ἀκινήτῳ. ὅθεν καὶ ἐπαλλάττει τὰ ὀνόματα, καὶ καλεῖ καὶ τὸν τόπον ἀγγεῖον καὶ τὸ ἀγγεῖον τόπον, ὥστε ἃ ἄν τις εἴποι ἐπὶ ἀγγείου, ταῦτα καὶ ἐπὶ τόπου εἴποιεν ἄν, καὶ ἔμπαλιν ἃ ἐπὶ τόπου, καὶ ἀγγείου. διό, φησί, κἂν μὴ ὡς ἐν ἀγγείῳ ᾖ τι ἀλλ’ ἐν τόπῳ, κινῆται δὲ τοῦτο ἐν ᾧ ἐστιν, οἷον ὡς ὁ ποταμὸς σὺν τῷ πλοίῳ ἢ ὁ ἀὴρ σὺν τῷ πτηνῷ, καὶ μάλιστα εἰ ἰσοταχῆ εἴη, ὡς ἀγγείῳ χρῆται τῷ περιέχοντι, καὶ οὐχ ὡς τόπῳ.
“正如容器是可携带的场所,场所也是不可移动的容器。” 由于他是就容器来展开论述的,为了不让人说“即使就容器而言是如此,这与场所有何相干?”因此他说,场所与容器除了可动与不动之外别无二致。由此他也互换名称,既把场所称为容器,又把容器称为场所,以至于凡是人们就容器所能说的,就场所也能说;反之,凡是就场所所能说的,就容器也能说。他说,因此即使某物并非如在容器中而是在场所中,但只要它处于其中的这个东西在运动——正如河流随着船只、或者空气随着飞鸟一同运动,尤其是在速度相等的情况下——它就是把包围者当作容器使用,而不是当作场所使用。
"Βούλεται δὲ ἀκίνητον εἶναι ὁ τόπος." Ἰδού, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ λεῖπον τῶν περὶ τοῦ τόπου ἀξιωμάτων ἐνταῦθα προσέθηκεν, ὅτι δεῖ ὑπάρχειν τῷ τόπῳ καὶ τὸ ἀκινήτῳ εἶναι καὶ μὴ συγκινεῖσθαι τῷ ἐν αὐτῷ.
“而场所旨在是不动的。” 看哪,正如我从一开始就说的,他在此补上了关于场所的诸公理中所遗漏的,即不动以及不随处于其中的事物一同运动,也必须属于场所。
"Ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτ’ ἐστὶν ὁ τόπος." Ἐκ τῶν εἰρημένων συνάγει τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τὸ πρῶτον τοῦ περιέχοντος ἀκίνητον ὄν. πρῶτον δὲ ἀντὶ τοῦ προσεχῶς τῷ περιεχομένῳ καὶ καθὸ περιέχει.2 ὥστε κἂν λέγηται τὸ ἀγγεῖον τόπος μεταφορητός, οὐχ ᾗ μεταφορητός, ταύτῃ ἐστὶ τόπος, ἀλλ’ ᾗ σῶμά ἐστιν· οὐ γὰρ ἅπαν τὸ ἀγγεῖον τόπος, ἀλλὰ τὸ ἔσχατον αὐτοῦ τὸ ἐντός, λέγω δὲ ἡ κοίλη ἐπιφάνεια, ἥτις ἀκίνητός ἐστι καθ’ αὑτήν, κινεῖται δὲ κατὰ συμβεβηκὸς τῷ τὸ σῶμα οὗ ἐστι πέρας κινεῖσθαι. εἰ γὰρ τὰ μόρια οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖται τοῦ ὅλου κινουμένου, πόσῳ μᾶλλον τὰ πέρατα; ὥστε πᾶς τόπος ᾗ τόπος ἐστὶν ἀκίνητός ἐστι καθ’ αὑτόν.
“因此包围者的第一不动界限,这就是场所。” 他从前述论证推结出场所究竟为何物,即包围者的第一界限,且是不动的。而“第一”代表着“直接毗邻被包围者且就其包围而言”。因此,即使容器被称为可携带的场所,它也不是就其可携带而言是场所,而是就其为物体而言是场所;因为并非整个容器都是场所,而是其最内侧的极度,即凹面,它就其自身而言是不动的,但因它是其界限的那个物体在运动而依偶性运动。因为如果整体在运动时各部分不是就其自身运动而是依偶性运动,界限岂不更是如此?因此,任何场所就其为场所而言,就其自身都是不动的。
"Καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχατον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ τὸ μὲν ἄνω εἶναι, τὸ δὲ κάτω." Ἐντεῦθεν λέγει, ὅτι καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτοῦ λόγου ὑπάρχοντα δείκνυται. διότι οὖν, φησίν, ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος, ἔστι δὲ ἐν τῷ τόπῳ καὶ τὸ ἄνω καὶ τὸ κάτω, διὰ τοῦτο πᾶσι δοκεῖ ἡ μὲν κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας ἄνω εἶναι (ἐπὶ ταύτην γὰρ τὰ κοῦφα φέρεται σώματα), τὸ δὲ μέσον τοῦ παντὸς κάτω· ἐπὶ τοῦτο γὰρ καὶ τὰ βαρέα φέρεται σώματα.
“并且因这一缘故,天的中心与圆周运动面向我们的极度,看起来一者在上,另一者在下。” 由此他说,按照共通观念属于场所的诸属性,也从对场所给出的定义中被表明是属于它的。因此他说,既然场所是包围者的界限,且场所有上也有下,因这一缘故,在所有人看来月球的凹面在上(因为轻物体是向它运载的),而宇宙的中心在下;因为重物体也是向它运载的。
"Ὅτι τὸ μὲν ἀεὶ μένει." Τουτέστι τὸ μέσον τοῦ οὐρανοῦ, ὅπερ ἐστὶν ὁ τόπος τῶν βαρέων σωμάτων. ἀεὶ δὲ μένει, τουτέστιν ἀκίνητός ἐστι, καὶ κατ’ ἀριθμὸν μὲν ἐξαλλαττόμενος κατὰ εἶδος δὲ οὔ.3
“因为一者始终保持。” 也就是天的中心,即重物体的场所。而“始终保持”,也就是不动,且在数目上发生更替,但在形式上却不更替。
"Τοῦ δὲ κύκλου τὸ ἔσχατον ὡσαύτως ἔχον μένει." Τουτέστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας· αὕτη γὰρ εἰ καὶ κατὰ μόρια κινεῖται, ἀλλ’ οὖν ὅλη ὡς ὅλη ἀκίνητός ἐστι, καὶ κατὰ εἶδος καὶ κατὰ ἀριθμὸν μία καὶ ἡ αὐτὴ οὖσα καὶ ἀεὶ ὡσαύτως ἔχουσα.
“而圆的极度则保持在同一状态。” 也就是月球的凹面;因为这表面即使按部分在运动,但整体作为整体而言是不动的,它无论在形式上还是在数目上都是一且相同的,并且始终保持在同一状态。
- 4.85καὶ τί πρὸς τὸν τόπον, εἰ ἐπὶ ἀγγείου οὕτως ἔχει;
疑问句中的省略结构。在 τί 之后省略了动词与主语(ἐστὶ τοῦτο),构成常见熟语 τί πρὸς...(“这与……有何相干”),表达预想的质疑:“即便就容器而言是如此,这与场所有什么关系呢?”
- 4.87πρῶτον δὲ ἀντὶ τοῦ προσεχῶς τῷ περιεχομένῳ καὶ καθὸ περιέχει.
词语训释句式。ἀντὶ τοῦ... 是注解书中的固定表达,意为“用来代替/指代……”,其后并列的两个短语(προσεχῶς τῷ περιεχομένῳ 与 καθὸ περιέχει)阐明了引文中 πρῶτον 的具体含义。
- 4.89καὶ κατ’ ἀριθμὸν μὲν ἐξαλλαττόμενος κατὰ εἶδος δὲ οὔ.
分词 ἐξαλλαττόμενος 的性的一致。该分词并未与从句的字面主语中性词 τὸ μέσον 一致,而是采用了阳性主格,呼应了前文中刚刚提到的阳性名词 ὁ τόπος(“即重物体的场所”)。
