← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§57.20-59.14

梅利梭斯与巴门尼德逻辑谬误的比较

菲洛波庞指出,自然哲学家不仅要证明真理,还必须化解对立观点提出的疑难;随后他分析了亚里士多德对梅利梭斯与巴门尼德的批判,指出二者都因从前件进行不当换位而使用了无推论效力且包含虚假前提的论证。他还进一步阐明了梅利梭斯立即可被识破的粗陋论证与巴门尼德能够引发真正疑难的敏锐论证之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#5

δεῖ γὰρ τὸν ἐπιστήμονα μὴ μόνον αὐτὰ καθ’ αὑτὰ τὰ πράγματα ὅπως ἔχουσι φύσεως ἀποδεικνύναι, ἀλλὰ καὶ τὰς φερομένας ἀπορίας κατὰ τῆς περὶ αὐτῶν ἀληθοῦς δόξης ἐπιλύεσθαι. ὁπότερον γὰρ ἂν ἀπῇ, χωλεύει τὸ ἕτερον· εἴτε γὰρ τοὺς τῶν ἐναντίων ἐλέγξεις λόγους, οὔπω δῆλον ὡς ἔχει τὰ πράγματα φύσεως (δυνατὸν γὰρ ἀληθὲς μέν τι κατασκευάσαι, μὴ ἐξ ἀναγκαίων δὲ προτάσεων· οἷον ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐκ τοῦ τιμᾶν τοὺς προγονικοὺς τάφους. καὶ οὐχ ὁ ἐλέγξας τοὺς λόγους τούτους ἤδη καὶ τὸ δόγμα ἀνεῖλε· πόθεν γὰρ δῆλον, μὴ εἰσὶν ἕτεροι λόγοι1 ἐξ ἀνάγκης τοῦτο κατασκευάζοντες;), εἴτε αὐτὰ καθ’ αὑτὰ τὰ πράγματα δείξομεν ὅπως ἔχει φύσεως, τὰς δὲ ἀπορίας μὴ ἐπιλυσόμεθα, μένουσαι αὗται ταράττουσιν ἡμᾶς. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης δείξας ὅτι οὐκ ἐνδέχεται ἓν εἶναι τὸ ὄν, καὶ τοὺς λόγους τοὺς τοῦτο κατασκευάζοντας νῦν προτίθεται διελέγξαι. ἀμφότεροι οὖν, φησί, καὶ ὁ Μέλισσος καὶ ὁ Παρμενίδης τὸν ἐριστικὸν συλλογίζονται τρόπον, προτάσεις τε ψευδεῖς λαμβάνοντες καὶ ἀσυλλογίστως συλλογιζόμενοι. τὸ μὲν οὖν ἀσυλλόγιστον αὐτοῖς ἐγκαλεῖ, διότι ἀμφότεροι κακῶς τῇ ἀντιστροφῇ ἐχρήσαντο, ἐκ τοῦ ἡγουμένου ποιησάμενοι αὐτήν. καὶ γὰρ καὶ ὁ Παρμενίδης τῷ αὐτῷ τῆς ἀντιστροφῆς ἐχρήσατο τρόπῳ. ‘τὸ παρὰ τὸ ὄν’ γάρ φησιν ‘οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, τὸ ὂν ἄρα ἕν’. συνήγετο μὲν γὰρ ἐκ τῶν προτάσεων ‘τὸ παρὰ τὸ ὂν ἄρα οὐδέν’, ὁ δὲ τὸ συμπέρασμα τοῦτο ἀντιστρέψας ἐκ τοῦ ἡγουμένου ἀντέστρεψε, δέον ἐκ τοῦ ἑπομένου.2 εἰ γὰρ τὸ παρὰ τὸ ὄν, φησίν, οὐδέν ἐστιν, τὸ ὂν ἄρα ἕν ἐστιν· ἀντίκειται γὰρ τῷ μὲν οὐκ ὄντι τὸ ὄν, τῷ δὲ οὐδὲν τὸ ἕν. ἔδει οὖν ἐκ τοῦ ἑπομένου ἀντιστρέψαι καὶ εἰπεῖν· τὸ ἓν ἄρα ὄν. οὕτω μὲν οὖν ἀσυλλόγιστοι αὐτῶν εἰσιν οἱ λόγοι, κακῶς τῇ ἀντιστροφῇ χρησάμενοι. λαμβάνουσι δὲ ψευδῆ· καὶ τέως ὁ Μέλισσος ὅτι οἴεται τὸ μὴ γενόμενον ἀρχὴν μὴ ἔχειν. εἰ γὰρ καὶ διὰ τὴν ἀντιστροφὴν ἐλήφθη ἡ τοιαύτη πρότασις, ἀλλ’ οὖν ἐπειδὴ δυνατὸν καὶ ἀσυλλογίστως συμπερᾶναί τι ἀληθές (ὡς ὅταν εἴπω ‘ὁ ἄνθρωπος οὐ λίθος, ὁ λίθος οὐχ ἵππος, ὁ ἄνθρωπος ἄρα οὐχ ἵππος’, ἐνταῦθα ἀληθὲς μὲν τὸ συμπέρασμα, ἀσυλλογίστως δὲ συνῆκται ἐκ δύο ἀποφατικῶν), ἐπεὶ οὖν οὐ πάντως τῇ ἀσυλλογίστῳ ἀγωγῇ ἕπεται τὸ ψεῦδος, διὰ τοῦτο οὐ μόνον τὸ ἀσυλλογίστως λαβεῖν τὰς προτάσεις αὐτῷ ἐγκαλεῖ, ἀλλ’ ὅτι μετὰ τοῦ ἀσυλλογίστου καὶ ψευδεῖς εἴληφε. τὰ αὐτὰ δὲ καὶ ὁ Παρμενίδης πέπονθε, διὰ τῆς ἀσυλλογίστου ἀντιστροφῆς ψευδὲς συναγαγών τι, τὸ ὂν ἓν εἶναι. φορτικώτερον δέ φησιν εἶναι τὸν Μελίσσου λόγον, διότι ὁ μὲν Παρμενίδης δύο λόγους ἐκθέμενος ἐν μὲν τῷ ἑνί, οὗπερ καὶ ἀρτίως ἐμνήσθημεν, λαβὼν ἀληθεῖς προτάσεις ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’, κακῶς τὸ συμπέρασμα ἀντέστρεψεν, ὁ μέντοι Μέλισσος εὐθὺς ἐν ἀρχῇ κακῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενος, ἐκ ταύτης ψευδεῖς εἴληφε τὰς προτάσεις. φορτικὸς οὖν ὡς εὐθὺς ἐξ αὐτῆς τῆς τῶν προτάσεων λήψεως προσιστάμενος τοῖς ἀκροωμένοις, καὶ μηδὲν δεινὸν λέγων καὶ οἷον κινοῦν ἀπορίαν. ὁ μέντοι Παρμενίδης καὶ ἐν τῷ δευτέρῳ λόγῳ δριμύτερον προῆλθεν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ‘εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει, τὸ ὂν ἄρα ἕν ἐστιν’. οὔτε γὰρ τὰς προτάσεις πρὸς κοινὸν ὅρον συναπτούσας ἔταξεν, οὔτε τὸ συμπέρασμα ἐκ τῶν ἐκκειμένων ὅρων συνήγαγε, καὶ διὰ τοῦτο μὴ προφανῆ τὸν ἔλεγχον ἔχων ἀπορίαν κινήσειεν ἂν εἰκότως τοῖς ἀκροωμένοις, ὅπῃ ἀληθείας ἢ ψεύδους ἔχεται τὰ εἰρημένα. διὰ τοῦτο οὖν φορτικώτερον τὸν Μελίσσου λόγον εἴρηκε, διὰ τὸ μηδεμίαν ἔχειν ἀπορίαν, ἀλλ’ εὐθὺς εὐφώρατον εἶναι τοῖς ἀκροωμένοις· τῷ γὰρ ὄντι φορτικοὺς τοὺς τοιούτους ἡγούμεθα λόγους καὶ ἄχθος περιττόν, ὅσοι μετὰ τοῦ ψεύδους οὐδὲ τὸ δριμὺ καὶ δυσέλεγκτον ἔχουσιν. ἀλλ’ ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει·3 λαβὼν γὰρ ὁ Μέλισσος εὐθὺς ἐν ἀρχῇ ἓν ἄτοπον τὴν ἀσυλλόγιστον ἀντιστροφήν, καὶ ἐκ ταύτης ψευδῆ πρότασιν τὴν λέγουσαν ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’, τὴν πραγματικὴν δηλονότι, οὕτως ἐκ ταύτης τῆς ἀρχῆς τὰ ἑξῆς ἄτοπα συνήγαγε, τὸ καὶ ἓν καὶ ἄπειρον καὶ ἀκίνητον εἶναι τὸ ὄν. τοῦτο δέ, φησίν, οὐδὲν χαλεπὸν αἰτήσαντα ἓν ψεῦδος, ἐκ τούτου μυρία συναγαγεῖν· εἰ γὰρ δοθείη τὸν ἄνθρωπον πτηνὸν εἶναι, ἀκολουθήσει τὸ καὶ πτέρυγας αὐτὸν ἔχειν καὶ ἵπτασθαι καὶ ἄλογον εἶναι καὶ ᾠοτοκεῖν καὶ μυρία ἄλλα.

因为具有科学知识的人不仅应当论证事物自身在本性上如何,而且还应当化解针对有关它们的真实意见所提出的疑难。因为无论缺少这两者中的哪一个,另一个都是残缺不全的。因为如果你驳斥了反对者的言论,事物在本性上究竟如何仍不清楚(因为确有可能确立某种真理,却不是从必然的前提出发;例如依据尊崇祖先的坟墓而确立灵魂是不朽的;而驳斥了这些论证的人,并没有随即废除该教义本身;因为从何得知不存在以必然性确立这一点的其他论证呢?);或者,即使我们指明了事物自身在本性上如何,却未能化解那些疑难,这些疑难依然存在,便会扰乱我们。因此,亚里士多德在指明存在者不可能是一之后,现在打算驳斥确立这一主张的言论。因而他说,梅利梭斯和巴门尼德两人都是以争辩的方式进行推论的,既采用了虚假的前提,又是以无推论效力的方式进行推论的。因此,他指责他们没有推论效力,是因为两人都错误地使用了换位法,从前件出发进行了换位。因为巴门尼德也是采用了同样方式的换位。因为他说:“存在者之外的东西是非存在者,非存在者是无,因此存在者是一。”因为虽然从这些前提中推导出来的是“因此存在者之外的东西是无”,但他对这一结论进行换位时,本应从后件进行,却从前件进行了换位。因为他说:“如果存在者之外的东西是无,因此存在者是一”;因为与非存在者相对立的是存在者,而与无相对立的是一。因此,本应从后件进行换位并说:“因此一者是存在者。”这样,他们的论证由于错误地使用了换位法而是无推论效力的。而且他们还采用了虚假之物;首先是梅利梭斯,因为他认为未曾生成之物没有始点。因为即使这样的前提是通过换位而获得的,然而既然即使以无推论效力的方式也有可能得出某种真实的结论(正如我说“人不是石头,石头不是马,因此人不是马”时,此处的结论是真实的,却是从两个否定命题以无推论效力的方式推导出来的),所以既然假并不必然伴随着无推论效力的推理过程,因此他不仅指责他以无推论效力的方式采纳前提,而且指责他在无推论效力之外还采用了虚假的前提。巴门尼德也遭遇了同样的情况,通过无推论效力的换位推导出了某种虚假的东西,即存在者是一。但他指出梅利梭斯的论证更为粗陋,因为巴门尼德提出了两个论证,在其中一个论证中(即我们刚才提到的那一个),他采纳了真实的前提“存在者之外的东西是非存在者,非存在者是无”,却错误地换位了结论;而梅利梭斯从一开始就错误地使用了伴随对立的换位[逆否换位],并由此采纳了虚假的前提。因此他是粗陋的,因为他从前提的采纳本身就立即让听众难以接受,并且没有说出任何高明或能引发疑难的话。然而巴门尼德在第二个论证中也推进得更为敏锐。该论证如下:“如果存在者意指一,且矛盾双方不能同真,因此存在者是一。”因为他既没有将前提排列为与共同项相连,也没有从所列出的项中推导出结论,正因如此,由于论驳并不显明,他自然会在听众中引发疑难,即所说的话在何种程度上关涉真理或虚假。因此,他说梅利梭斯的论证更为粗陋,是因为它不包含任何疑难,而是对听众来说立即易于识破;因为事实上,我们认为凡是除了虚假之外甚至不具备敏锐性和难以反驳性的言论,都是粗陋且多余的累赘。但是“一个荒谬被承认,其余的便接踵而至”;因为梅利梭斯从一开始就采纳了一个荒谬,即无推论效力的换位,并由此采纳了声称“未曾生成之物没有始点”——显然是指实在的始点——这一虚假前提,这样从这个始点出发,他推导出了接下来的种种荒谬,即存在者既是一又是无限的且是不动的。他说,要求承认一个虚假,并由此推导出无数的事情,这绝非难事;因为如果承认人是有羽翼的,那么他拥有翅膀、飞行、无理性、卵生以及其他无数的事情都将随之而来。

语法注3 条
  1. 1.32πόθεν γὰρ δῆλον, μὴ εἰσὶν ἕτεροι λόγοι

    在疑问词 πόθεν 之后,μὴ εἰσὶν 构成接直陈式的顾虑/疑问从句,意为“从何得知不存在……”,具有反问语气,暗示可能存在其他必然性的论证。

  2. 1.32δέον ἐκ τοῦ ἑπομένου

    这是由非人称动词 δεῖ 的中性单数分词构成的绝对宾格结构,作状语表示未履行的要求,意为“本应从后件出发[进行换位]”。

  3. 1.32ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει

    这是一个格言式的表达,其中属格独立结构(ἑνὸς ἀτόπου δοθέντος)相当于条件从句(“若承认一个荒谬”),主句 τὰ ἄλλα συμβαίνει 则使用现在时直陈式表示常理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:57.20-59.14