- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:588.6-589.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞驳斥了将场所辩护为“带有特定关系的界限”的观点,论证场所唯有作为空间延展才能保持不动。随后他分析了场所余下的两个属性,并解释了为何包围者静止而内容物置换的现象(212a10)会让人认为场所是独立的延展。
φασὶ πρὸς ταῦτα ἀπολογούμενοι, ὅτι οὐχ ἁπλῶς τὸ πέρας τοῦ περιέχοντος δεῖ νομίζειν εἶναι τὸν τόπον, ἀλλὰ τὸ πέρας μετὰ τῆς τοιᾶσδε σχέσεως τῆς πρὸς τὸ περιεχόμενον· ὥσπερ οὖν τὰ αὐξόμενα καὶ ὅλως τὰ τρεφόμενα μένει τὰ αὐτὰ ὄντα τῷ ἀριθμῷ τῷ τὸ αὐτὸ εἶδος φυλάττεσθαι,1 καίτοι τῆς ὕλης παραρρεούσης, οὕτω καὶ εἷς καὶ ὁ αὐτὸς ἔσται τόπος. διὰ τὸ ἐν τῇ αὐτῇ σχέσει φυλάττεσθαι τὸ περιεχόμενον. τοῦτο δὲ πάνυ ἐστὶν ὑπόψυχρον· συμβήσεται γὰρ οὕτω μηδέποτέ τι ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ γίνεσθαι τόπῳ. κἂν γὰρ ἀκίνητος ᾖ ὁ ἀήρ, ἡμεῖς δὲ κινούμεθα, ἐν οἱῳδήποτε μέρει αὐτοῦ γενώμεθα τὴν αὐτὴν ἀνάγκη σχέσιν ἔχειν ἡμᾶς πρὸς αὐτὸν καθ’ ἣν καὶ περιεχόμεθα ὑπ’ αὐτοῦ. ὥστε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ ἔσται Σωκράτης ἐν ἀγορᾷ τε ὢν καὶ ἐν Λυκείῳ· οὐδ’ ἄρα κατὰ τόπον κεκίνηται. ἀδύνατον ἄρα, εἴπερ πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος, ἀκίνητον εἶναι τὸν τόπον, ἀλλ’ ἀνάγκη αὐτὸν κινεῖσθαι καὶ τοῦ πράγματος ἠρεμοῦντος· ὥστε καὶ διὰ τοῦτο ἀνάγκη τὸ διάστημα εἶναι τὸν τόπον. εἰ δέ τις λέγοι ‘ἀλλ’ οὐχ ᾗ τόπος ἐστὶ κινεῖται· ἐπιφάνεια γάρ ἐστιν, ἀκίνητος δὲ αὕτη ὅσον ἐφ’ ἑαυτῇ, ἐπεὶ καὶ ἀσώματος’, φημὶ πρὸς τοῦτο, ὅτι οὐχ ἁπλῶς ἡ ἐπιφάνειά ἐστι τόπος, ἐπεὶ πᾶσα ἂν ἐπιφάνεια τόπος ἦν, ἀλλ’ ᾗ περιέχει. ὡς περιέχουσα δὲ μεταβάλλει· εἰ γὰρ τοῦ πράγματος ἀκινήτου μένοντος τοῦ περιεχομένου αὐτὴ ποτὲ μὲν περιέχει ποτὲ δὲ μή, ἢ ποτὲ μὲν ἄλλο ποτὲ δὲ ἄλλο, δῆλον ὡς αὐτὴ ἂν εἴη ἡ μεταβάλλουσα ἡ συμμεταβαλλομένη τῷ σώματι οὗ ἐστι πέρας. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, τὰ δὲ λοιπὰ δύο τῶν ὑπαρχόντων τῷ τόπῳ, τό τε περιέχειν μηδὲν ὄντα τοῦ πράγματος καὶ τὸ ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι, ὁ μὲν Ἀριστοτέλης οὐ προσέθηκεν, ὡς δῆλα καὶ προφανῆ. εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, καὶ τὸ περιέχειν αὐτόθεν ἐκ τοῦ ὁρισμοῦ δῆλον καὶ τὸ χωριστὸν εἶναι καὶ μηδὲν τοῦ πράγματος· τὸ μὲν γὰρ ἐν τόπῳ χωρίζεται τοῦ τόπου, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐ χωρίζεται τούτου οὗ ἐστι πέρας, ἀλλ’ οὐδ’ ἐστί τι τοῦ περιεχομένου τὸ πέρας τοῦ περιέχοντος, οὔτε μέρος οὔτε πάθος οὔτε ἄλλο οὐδέν. τὰ αὐτὰ δὲ ταῦτα φυλάξαιεν ἂν καὶ οἱ διάστημα λέγοντες, πλὴν τοῦ περιέχειν. καὶ γὰρ ἕτερόν ἐστι τὸ διάστημα τοῦ ἐν αὐτῷ σώματος καὶ χωρίζεται αὐτοῦ, τὸ δὲ περιέχειν ἢ οὐ συγχωρήσουσιν ὅλως ὑπάρχειν τῷ τόπῳ, ἢ μᾶλλον καὶ αὐτοῖς οὕτως ὑπάρξει τὸ περιέχειν τῷ τόπῳ ὥσπερ κἀκείνοις· τοῖς μὲν γὰρ πέρας τοῦ περιέχοντος λέγουσιν εἶναι τὸν τόπον, διὰ τὸ πέρας εἶναι σώματός τινος, τὸ δὲ πέρας ἔξωθεν περιέχειν τὸ ἐν τόπῳ, διὰ τοῦτο δοκεῖ σαφὲς εἶναι τὸ περιέχειν τὸν τόπον οὐ πρὸς τὸ πέρας ἀφορῶσιν ὅπερ κυρίως ἐστὶ τόπος, ἀλλὰ πρὸς τὸ σῶμα2 οὗ ἐστι πέρας, ἀλλ’ ὥσπερ τὸ πέρας, ὅπερ ἐστὶν ὁ κυρίως τόπος, ἐφαρμόζον τῷ πέρατι τοῦ ἐν τόπῳ, καὶ μήτε μεῖζον αὐτοῦ ὂν μήτε ἔλαττον ἀλλ’ ἐν ταὐτῷ ὄν, αὐτὸ ὅμως περιέχειν λέγεται, οὕτω δῆλον ὅτι καὶ τὸ διάστημα κατὰ τὸ πέρας ἑαυτοῦ ἐφαρμόζον τῷ πέρατι τοῦ ἐν αὐτῷ σώματος, ταύτῃ λέγοιτο ἂν καὶ αὐτὸ περιέχειν. τίς γὰρ ἡ ἀποκλήρωσις, ὥσπερ ἐπὶ τῆς ἑτέρας δόξης, οὕτω δὲ καὶ ἐπὶ τῆς λοιπῆς ἐφαρμοζόντων τῶν περάτων ἀλλήλοις, τοῦ τε τοπικοῦ καὶ τοῦ ἐν τόπῳ, τὸ μὲν λέγειν περιέχειν,3 τὸ δὲ μὴ περιέχειν; ἢ οὖν ἐπὶ μηδετέρου λεγέσθω τὸ περιέχειν, ἢ ἐπ’ ἀμφοῖν. Καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίνεσθαι τὴν μετάστασιν τοῦ φερομένου. ἠρεμοῦντος γὰρ τοῦ ἀγγείου μεθίσταται τὸ ἐν αὐτῷ περιεχόμενον, καὶ ἄλλοτε ἄλλο τὸν αὐτὸν μεταλαμβάνει τόπον, οὐ μόνον δὲ ἐν τῷ ἀγγείῳ, ἀλλὰ καὶ τοῦ περιέχοντος ἀέρος ἀκινήτου μένοντος ἄλλοτε ἄλλα εἰς αὐτὸν μετεμπίπτει σώματα. ἐπεὶ οὖν ἠρεμοῦν τὸ περιέχον ἄλλοτε ἄλλα δέχεται σώματα, δοκεῖ τὸ μεταξὺ τοῦ περιέχοντος διάστημά τι εἶναι καθ’ αὑτὸ ἕτερον τῶν σωματικῶν διαστημάτων ἐγγινομένων.
对此他们辩护说,不应当认为场所单纯是包围者的界限,而应当认为它是带着对被包围者的某种关系的界限;因此,正如生长之物以及凡是受滋养之物,尽管质料不断流逝,却因保持着相同的形式而在数目上保持同一,同样,由于被包围者保持在相同的关系中,场所也将是一且相同的。但这完全是软弱无力的;因为这样一来,就会得出任何事物绝不会从一个场所变到另一个场所的结论。因为即使空气是不动的,而我们是在运动的,无论我们来到空气的哪一部分,我们在因其而被空气包围的这一点上,都必然对空气具有相同的关系。因此,苏格拉底无论在集市中还是在吕刻昂中,都将处于一且相同的场所中;从而他在场所上并未发生运动。因此,如果场所是包围者的界限,场所就不可能是不可运动的,反而即便在事物静止时,场所也必然发生运动;所以因这一缘故,场所也必然是延展。而如果有人说:“但场所并不是就其为场所而言在运动;因为它是表面,而表面就其自身而言由于是非物体的因而是不动的”,我对此回答说,表面并非单纯就是场所(否则一切表面就都是场所了),而是就其包围而言才是场所。但作为包围者,表面是在变化的;因为如果在被包围的事物保持不动时,表面自身有时包围、有时不包围,或者有时包围这一事物、有时包围另一事物,显然,在变化的正是这随着它是其界限的物体一同变化的表面自身。 关于这些就谈到这里。至于属于场所的其余两个属性,即包围且并非该事物的任何东西,以及被遗留且可分离,亚里士多德没有补充说明,因为它们是清楚而显而易见的。因为如果场所是包围者的界限,那么包围直接由定义就是显而易见的,可分离且不属于该事物也是如此;因为处于场所中的事物与场所分离,但包围者的界限并不脱离它是其界限的那个事物,包围者的界限也绝非被包围者的任何东西,既不是部分,也不是偶性,亦非其他任何东西。而主张场所是延展的人,除了包围之外,同样也能保持这完全相同的属性。因为延展同样有别于处于其中的物体,并且与它相分离;而关于包围,他们要么根本不承认它属于场所,要么包围属于场所对于他们来说反而就像对于前一派人一样成立。因为对于主张场所是包围者的界限的人而言,由于界限属于某个物体,且界限从外部包围着处于场所中的事物,因这一缘故,场所的包围似乎是清楚的,然而这并不是由于他们着眼于本原意义上的场所即界限,而是由于着眼于它是其界限的那个物体;相反,正如本原意义上的场所即界限,虽与处于场所中的事物的界限重合,既不大也不小于它而处在同一处,却仍被说成是在包围,同样显然的是,延展在自身的界限上与处于其中的物体的界限重合,在这点上延展自身亦可被说成是在包围。因为在这一种意见下正如在其余的意见下一样,场所的界限与处于场所中的界限既然彼此重合,那么说这一方在包围而另一方不在包围,究竟是出于何种任意的偏颇?因此,要么对两者都不说包围,要么对两者都说包围。 “而且由于被运载者的移位是在包围者静止时发生的[场所被看作某种重大之物]”。因为在容器静止时,处于其中的被包围者移位,且不同时刻由不同的事物接替同一个场所;不仅在容器中如此,而且在包围着的空气保持不动时,不同时刻亦有不同的物体相继进入其中。因此,既然包围者在静止时相继容纳不同的物体,包围者之间的延展就显得是某种独立于进入其中的各个物体的延展的自存之物。
- 4.84τῷ τὸ αὐτὸ εἶδος φυλάττεσθαι
带有冠词的不定式与格,表手段或原因,意为“通过保持同一形式”,充当先行句 μένει τὰ αὐτὰ ὄντα τῷ ἀριθμῷ(在数目上保持同一)的依据。
- 4.84οὐ πρὸς τὸ πέρας ἀφορῶσιν... ἀλλὰ πρὸς τὸ σῶμα
现在分词 ἀφορῶσιν 为阳性复数与格,与句首相隔较远的与格短语 τοῖς μὲν γὰρ πέρας τοῦ περιέχοντος λέγουσιν εἶναι τὸν τόπον(对于主张场所是包围者界限的人)在性数格上一致,表伴随或原因:“并非着眼于界限……而是着眼于物体”。
- 4.84τίς γὰρ ἡ ἀποκλήρωσις... τὸ μὲν λέγειν περιέχειν, τὸ δὲ μὴ περιέχειν;
带冠词的不定式短语 τὸ μὲν λέγειν... τὸ δὲ μὴ περιέχειν 与名词 ἡ ἀποκλήρωσις(任意的选择/偏颇)构成同格解释(epexegetic)结构,具体说明偏颇之所在。其间的 ὥσπερ... ἐφαρμοζόντων τῶν περάτων 为属格独立结构。
