← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§586.24-588.6

场所的共同观念与延展说对表面说的优越性

阐释了亚里士多德对场所的定义如何推导出场所的诸共同观念(如上与下、不动性以及大小相等),并从斐洛庞努斯自身的立场指出,比起亚里士多德的表面说,将场所视作延展更能妥当地保持相等性与不动性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.84#2

Οὕτω δείξας τὸ αἴτιον τῆς χαλεπότητος τοῦ τόπου, ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτοῦ λόγου, λέγω δὴ ὅτι τὸ πέρας ἐστὶ τοῦ περιέχοντος ἀκίνητον,1 εὐθὺς δείκνυσιν ὅτι τῷ λόγῳ τούτῳ ἕπεται καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ. ἦν δὲ πέντε τὸν ἀριθμόν, τὸ περιέχειν καὶ μηδὲν τοῦ πράγματος εἶναι,2 τὸ μήτε μείζονα εἶναι μήτε ἐλάττονα τὸν πρῶτον τόπον τοῦ περιεχομένου, τὸ πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω, τὸ ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι, τὸ ἀκίνητον εἶναι. καὶ τέως ὅτι τὸ ἄνω καὶ τὸ κάτω ὑπάρχει τῷ τόπῳ, καὶ προσέτι τὸ ἀκίνητον· διὰ γὰρ τὸ εἶναι τὸν τόπον πέρας τοῦ περιέχοντος, τό τε μέσον τοῦ παντὸς κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ, τὸ κατὰ τὴν κοίλην ἐπιφάνειαν τὴν πρὸς ἡμᾶς, κοινότατοι τόποι εἰσί. καὶ ὁ μὲν τῶν κούφων σωμάτων τόπος ὢν ἄνω μάλιστα καὶ κυριώτατα εἶναι δοκεῖ (τοῦτο δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας), ὁ δὲ τῶν βαρέων, ὅς ἐστι τὸ μέσον τοῦ παντός, κάτω. μέσον δὲ λέγει ἤτοι τὸ κέντρον τοῦ παντός, ἢ μάλιστα τὸ πέρας τὸ περιέχον τὴν γῆν, ὅπερ ἐστὶ πῇ μὲν τὸ τοῦ ἀέρος πέρας, πῇ δὲ τὸ τοῦ ὕδατος· μέση μὲν γὰρ τοῦ παντὸς ἡ γῆ, ὥστε καὶ μέσος τόπος ὁ ταύτην περιέχων. περιέχει δὲ αὐτὴν κατά τινα μὲν μέρη τὸ πέρας τοῦ ἀέρος τὸ πρὸς τῇ γῇ, κατά τινα δὲ τὸ πέρας τοῦ ὕδατος τὸ ἁπτόμενον αὐτῆς. Ἔτι δέ, φησί, καὶ τὸ ἀκίνητον ὑπάρχει τῷ τόπῳ. ὁ μὲν γὰρ ἄνω τόπος καὶ εἴδει καὶ ἀριθμῷ ὅλος ὡς ὅλος ἀμετάβλητός ἐστιν (εἰ γὰρ καὶ κατὰ μόρια κινεῖται, ἀλλ’ οὖν κατὰ τὸ ὅλον ἀκίνητός ἐστι κατὰ πᾶσαν κίνησιν), ὁ δὲ κάτω τόπος κατ’ εἶδος μὲν ἀεὶ ὁ αὐτός ἐστι, κατ’ ἀριθμὸν δὲ οὐκέτι· γενητὰ γὰρ καὶ φθαρτὰ τὰ τοῦ ὕδατος καὶ τοῦ ἀέρος μόρια, καὶ οὐκ ἀεὶ κατὰ ταὐτὰ [τὰ] μόρια ἅπτεται τῆς γῆς ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τῷ μέντοι εἴδει ἡ αὐτὴ ἐπιφάνεια ἀεὶ περιέχει τὴν γῆν, καὶ ὡς ὅλη πάλιν ἀκίνητός ἐστι πᾶσαν κίνησιν. ταῦτα εἰπὼν φησὶν ὅτι τὸ ἄνω καὶ τὸ κάτω πλεοναχῶς λέγεται. λέγεται γὰρ ἄνω, φησίν, ὅ τε ἄνω τόπος, τουτέστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, καὶ αὐτὸ τὸ ἄνω, τουτέστι τὸ περιεχόμενον ὑπ’ αὐτῆς σῶμα, λέγει δὲ πᾶν τὸ κοῦφον. καὶ πάλιν κάτω λέγεται ἥ τε ἐπιφάνεια τοῦ ἀέρος ἡ πρὸς τῷ μέσῳ τοῦ παντός, λέγω δὴ ἡ περιέχουσα τὴν γῆν, καὶ αὐτὰ τὰ ἐν μέσῳ σώματα, λέγω δὴ τὰ βαρέα. ἦν δὲ καὶ τοῦτο ὑπάρχον τῷ τόπῳ, τὸ μήτε μείζονα αὐτὸν εἶναι τοῦ ἐν τόπῳ μήτε ἐλάττονα, καὶ τοῦτο δὲ ἐνυπάρχει τῷ λόγῳ τοῦ τόπου· εἰ γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, τὰ δὲ πέρατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου ἅμα ἐστίν (ἐφαρμόζουσι γὰρ ἀλλήλαις αἱ ἐπιφάνειαι), οὔτε μείζων ἂν εἴη οὔτε ἐλάττων ὁ τόπος, ἀλλ’ ἴσος. ἴσος δὲ δηλονότι κατὰ τὴν περίμετρον· οὐ γὰρ δὴ καθ’ ὅλον τὸ τριχῇ διαστατόν. ὥστε οἱ διάστημα λέγοντες τὸν τόπον εὐλογώτερον ἂν φυλάττοιεν τὸ ἴσον εἶναι τὸν τόπον τῷ ἐν αὐτῷ· ἐπὶ γὰρ ταύτης τῆς δόξης κατὰ πᾶσαν διάστασιν ἴσος ἔσται. πολλῷ δὲ πλέον καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον ἐπὶ ταύτης τῆς δόξης φυλάττεται· τὸ μὲν γὰρ πέρας τοῦ περιέχοντος συγκινεῖται τῷ σώματι οὗ ἐστι πέρας, τὸ διάστημα δὲ κενὸν ὂν καθ’ αὑτὸ καὶ οὐκ οὐσία ἀκίνητόν ἐστι πᾶσαν κίνησιν· ὥστε ἐκείνως μὲν οὐδεὶς τόπος ἀκίνητος, οὕτως δὲ πᾶς. οὐδὲ γὰρ ἁπλῶς κατ’ εἶδος ἀκίνητον δεῖ εἶναι τὸν τόπον, ἀλλὰ καὶ κατ’ ἀριθμόν, τάχα δὲ οὐδὲ κατ’ εἶδος ἐκείνως ἀκίνητον ἐνδέχεται εἶναι· εἰ γὰρ εἴη τι ἐν τῷ ποταμῷ ἑστηκὸς ὑποβρύχιον, εἶτα τοῦ ὕδατος ὑπονοστήσαντος μηκέτι αἱ τοῦ ὕδατος ἐπιφάνειαι περιέχωσιν αὐτό, ἀλλ’ αἱ τοῦ ἀέρος, πῶς οὐχὶ καὶ κατ’ εἶδος ἐξήλλακται ὁ τόπος καὶ κεκίνηται τοῦ πράγματος ἀκινήτου μένοντος;3

在如此展示了场所之困难的原因之后,他便根据对场所给出的说明——我的意思是指它是包围者不动的界限——立即证明,按照共同观念属于场所的那些属性也随这一说明而来。它们在数目上共有五个:包围且不属于该事物的任何部分;第一场所既不大也不小于被包围者;一切场所都具有上与下;被各个事物所遗留且可分离;是不动的。他暂且表明上与下属于场所,此外不动性亦属于场所;因为由于场所是包围者的界限,宇宙整体的中心以及天宇的极处——即朝向我们的凹面——乃是最共同的场所。而轻物体的场所似乎最名副其实且最本原地居于“上”(这便是月亮天球的凹面),而重物体的场所、即整体的中心,则居于“下”。他所说的“中心”,要么是指宇宙整体的中心点,要么尤其是指包围大地的界限,它在一方面是空气的界限,在另一方面是水的界限;因为大地处于整体的中心,以致包围它的场所也是中心的场所。而在某些部分,朝向大地的空气界限包围着它,而在某些部分,触及大地的水之界限包围着它。 此外他说,不动性也属于场所。因为上面的场所在整体上无论在形式上还是在数目上都是不可改变的(因为即使它在各部分上运动,但就整体而言它在一切运动上都是不动的);然而下面的场所在形式上虽始终同一,但在数目上却不再同一;因为水与空气的各部分是生成和毁灭的,且空气和水并不总是在相同的部分触及大地,不过在形式上,同一表面始终包围着大地,且作为整体而言它在一切运动上同样是不动的。说了这些之后,他指出“上”与“下”有多重含义。因为他说,上面的场所——即月亮天球的凹面——被称为“上”,“上本身”——即被它包围的物体,他指的是一切轻物——也被称为“上”。再次,“下”既指朝向宇宙中心的空气表面,即我所说的包围大地的表面,也指处于中心之中的诸物体本身,即我所说的诸重物。 而这也曾是属于场所的:它既不大于也不小于处于场所中的事物,并且这也内在于对场所的说明中。因为如果场所是包围者的界限,且包围者的界限与被包围者的界限共处(因为这些表面彼此重合),那么场所便既不大也不小,而是相等的。当然,所谓相等是就周边而言的,绝非就三维延展的整体而言。因此,那些主张场所是延展的人,能够更合情理地保持场所与处于其中的事物相等;因为在这种意见下,场所在各个维度上都将是相等的。而且在这种意见下,场所是不动的这一属性也得到了更大得多的保持;因为包围者的界限随它是其界限的那个物体一同运动,而延展就其自身而言是虚空且非实体,因而就一切运动而言都是不动的;因此在前一种说法下没有任何场所是不动的,但在后一种说法下一切场所都是不动的。因为场所必须不仅在形式上是不动的,而且在数目上也是不动的,而且在前一种说法下或许甚至在形式上也是不可能不动的;因为如果某物浸没并立于河流之中,随后由于水退去,不再是水的表面而是空气的表面包围着它,那么在该事物保持不动的同时,场所岂不是连在形式上也发生了更替并且运动了吗?

语法注3 条
  1. 4.84λέγω δὴ ὅτι τὸ πέρας ἐστὶ τοῦ περιέχοντος ἀκίνητον

    插入句 λέγω δή 在句法上起到同位语式的补充作用,用于阐明前置名词短语 τοῦ ἀποδεδομένου περὶ αὐτοῦ λόγου(对场所给出的说明)的具体内容。

  2. 4.84ἦν δὲ πέντε τὸν ἀριθμόν, τὸ περιέχειν καὶ μηδὲν τοῦ πράγματος εἶναι, τὸ μήτε μείζονα εἶναι μήτε ἐλάττονα τὸν πρῶτον τόπον τοῦ περιεχομένου, τὸ πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω, τὸ ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι, τὸ ἀκίνητον εἶναι.

    主语(“场所的共同属性”)在句中省略,承接前面的内容;在谓语短语 πέντε τὸν ἀριθμόν(数目上共有五个)之后,接以带中性定冠词 τὸ 的五个不定式短语,作为同位成分依次列举其具体内容。

  3. 4.84εἰ γὰρ εἴη τι ἐν τῷ ποταμῷ ἑστηκὸς ὑποβρύχιον, εἶτα τοῦ ὕδατος ὑπονοστήσαντος μηκέτι αἱ τοῦ ὕδατος ἐπιφάνειαι περιέχωσιν αὐτό, ἀλλ’ αἱ τοῦ ἀέρος, πῶς οὐχὶ καὶ κατ’ εἶδος ἐξήλλακται ὁ τόπος καὶ κεκίνηται τοῦ πράγματος ἀκινήτου μένοντος;

    在该条件句结构中,条件从句混合了希求语气(εἴη)与副词 εἶτα 及属格绝对结构 τοῦ ὕδατος ὑπονοστήσαντος 后的虚拟语气(περιέχωσιν);结论部分则采用修辞反问句 πῶς οὐχί(“岂不是……”=强烈肯定)。句末的属格绝对结构 τοῦ πράγματος ἀκινήτου μένοντος 具有让步意义(“尽管事物保持不动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:586.24-588.6